← 普鲁塔克

论希罗多德的恶意

§6-11

恶意的补充标准与对伊俄被掠叙述的驳斥

作者列举了历史中恶意的进一步标准(揣测不良动机、贬损功绩成就、怯懦诽谤、虚伪赞美),并开始具体驳斥希罗多德关于伊俄及被掳妇女的不当叙述。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6

ἔτι τοίνυν ἐπὶ τῶν ὁμολογουμένων πεπρᾶχθαι, τὴν δʼ αἰτίαν ἀφʼ ἧς πέπρακται καὶ τὴν διάνοιαν ἐχόντων ἄδηλον, ὁ πρὸς τὸ χεῖρον εἰκάζων δυσμενής ἐστι καὶ κακοήθης· ὥσπερ οἱ κωμικοὶ τὸν πόλεμον ὑπὸ τοῦ Περικλέους ἐκκεκαῦσθαι διʼ Ἀσπασίαν ἢ διὰ Φειδίαν ἀποφαίνοντες, οὐ φιλοτιμίᾳ τινὶ καὶ φιλονεικίᾳ μᾶλλον στορέσαι τὸ φρόνημα Πελοποννησίων καὶ μηδενὸς ὑφεῖσθαι Λακεδαιμονίων ἐθελήσαντος.1 εἰ μὲν γάρ τις εὐδοκιμοῦσιν ἔργοις καὶ πράγμασιν ἐπαινουμένοις αἰτίαν φαύλην ὑποτίθησι καὶ κατάγεται ταῖς διαβολαῖς εἰς ὑποψίας ἀτόπους περὶ τῆς ἐν ἀφανεῖ προαιρέσεως τοῦ πράξαντος, αὐτὸ τὸ πεπραγμένον ἐμφανῶς οὐ δυνάμενος ψέγειν (ὥσπερ οἱ τὸν ὑπὸ Θήβης Ἀλεξάνδρου τοῦ τυράννου φόνον οὐ μεγαλονοίας οὐδὲ μισοπονηρίας, ζήλου δέ τινος ἔργον καὶ πάθους γυναικείου τιθέμενοι καὶ Κάτωνα λέγοντες ἑαυτὸν ἀνελεῖν δείσαντα τὸν μετʼ αἰκίας θάνατον ὑπὸ Καίσαρος), εὔδηλον ὅτι φθόνου καὶ κακοηθείας ὑπερβολὴν οὐ λέλοιπε.

此外,对于那些公认已经发生的事,但其发生的起因和行事者的动机尚不明晰时,凡向较坏方面揣测的人都是不善且怀有恶意的。这就好比喜剧诗人们声称伯里克利挑起战争是为了阿斯帕齐娅或菲狄亚斯,而不是出于某种好胜心与竞争心想要挫败伯罗奔尼撒人的傲气并对拉刻代蒙人寸步不让。因为如果有人给受人称道、享有盛誉的行为强加卑劣的动机,并通过诽谤陷入对行事者隐秘意图的荒唐猜忌,而无法公开谴责该行为本身(例如那些声称忒拜刺杀僭主亚历山大并非出于高尚品德或疾恶如仇,而是出于某种嫉妒和妇人私情的人;或者声称加图自杀是因畏惧在恺撒手中遭受受辱之死的人),显而易见,他已将嫉妒与恶意发挥到了极致。

§7

δέχεται δὲ καὶ παρὰ τὸν τρόπον τοῦ ἔργου διήγησις ἱστορικὴ κακοήθειαν, ἂν χρήμασι φάσκῃ μὴ διʼ ἀρετῆς κατειργάσθαι τὴν πρᾶξιν, ὡς Φίλιππον ἔνιοι φάσκουσιν ἂν σὺν οὐδενὶ πόνῳ καὶ ῥᾳδίως, ὡς Ἀλέξανδρον ἂν μὴ φρονίμως ἀλλʼ εὐτυχῶς, ὡς Τιμόθεον οἱ ἐχθροί, γράφοντες ἐν πίναξιν εἰς κύρτον τινὰ τὰς πόλεις αὐτάς, ἐκείνου καθεύδοντος, ὑποδυομένας. δῆλον γὰρ ὅτι τῶν πράξεων ἐλαττοῦσι τὸ μέγεθος καὶ τὸ κάλλος οἱ τὸ γενναίως καὶ φιλοπόνως καὶ κατʼ ἀρετὴν καὶ διʼ αὑτῶν ἀφαιροῦντες.

历史叙述在涉及成就的方式时也会表现出恶意,如果它声称某项功绩是通过金钱而非美德促成的(正如某些人关于腓力所言),或者是不费力气、轻而易举促成的(正如他们关于亚历山大所言),或者是出于侥幸而非深谋远虑(正如提摩太的仇敌在画板上所描绘的那样,画着当他睡觉时,城邦自己钻进了鱼篓)。因为显然,凡剥夺了以崇高、勤勉、合乎美德并靠自身之力行事〔这一要素〕之人,都贬损了功绩的伟大与壮美。

§8

ἔστι τοίνυν τοῖς ἀπʼ εὐθείας οὓς βούλονται κακῶς λέγουσι δυσκολίαν ἐπικαλεῖν καὶ θρασύτητα καὶ μανίαν,2 ἐὰν μὴ μετριάζωσιν· οἱ δὲ πλαγίως οἷον ἐξ ἀφανοῦς βέλεσι χρώμενοι ταῖς διαβολαῖς, εἶτα περιιόντες ὀπίσω καὶ ἀναδυόμενοι, τῷ φάσκειν ἀπιστεῖν ἃ πάνυ πιστεύεσθαι θέλουσιν ἀρνούμενοι κακοήθειαν, ἀνελευθερίαν τῇ κακοηθείᾳ προσοφλισκάνουσιν.

因此,对于那些直截了当恶语中伤所欲中伤者的人,若他们不知节制,还可以指责他们乖僻、鲁莽和狂妄;但那些拐弯抹角、如同从暗处放箭般施展诽谤,随后又退缩回避,声称怀疑自己极想让人相信之事以否认自己怀有恶意的人,则是在恶意之外又蒙受了卑劣之名。

§9

ἐγγὺς δὲ τούτων εἰσὶν οἱ τοῖς ψόγοις ἐπαίνους τινὰς παρατιθέντες, ὡς ἐπὶ Σωκράτους Ἀρι στόξενος, ἀπαίδευτον καὶ ἀμαθῆ καὶ ἀκόλαστον εἰπών, ἐπήνεγκεν ἀδικία δʼ οὐ προσῆν ὥσπερ γὰρ οἱ σύν τινι τέχνῃ καὶ δεινότητι κολακεύοντες ἔστιν ὅτε πολλοῖς καὶ μακροῖς ἐπαίνοις ψόγους παραμιγνύουσιν ἐλαφρούς, οἷον ἥδυσμα τῇ κολακείᾳ τὴν παρρησίαν ἐμβάλλοντες, οὕτω τὸ κακόηθες εἰς πίστιν ὧν ψέγει προαποτίθεται τὸν ἔπαινον.

与这些人相近的,是在指责中杂糅某些赞美的人;正如关于苏格拉底,阿里斯托克塞诺斯在称他为无教养、无知且放荡之后,却添上一句: “但并无不义之行。” 因为正如那些以机巧与精明奉承他人的人,有时会在众多漫长的赞美中夹杂轻微的非难,将直言不讳当作奉承的调味品一样,恶意也是预先存入赞美,以便使其所指责的事情获得信任。

§10

ἦν δὲ καὶ πλείονας καταριθμεῖσθαι τῶν χαρακτήρων· ἀρκοῦσι δʼ οὗτοι κατανόησιν τἀνθρώπου τῆς προαιρέσεως καὶ τοῦ τρόπου παρασχεῖν.

原本还可以列举出更多这类的特征,但这些已足够让我们看清这个人的用心与品格了。

§11

πρῶτα δὴ πάντων ὥσπερ ἀφʼ ἑστίας ἀρξάμενος Ἰοῦς τῆς Ἰνάχου θυγατρός, ἣν πάντες Ἕλληνες ἐκτεθειῶσθαι νομίζουσι ταῖς τιμαῖς ὑπὸ τῶν βαρβάρων καὶ καταλιπεῖν ὄνομα πολλαῖς μὲν θαλάτταις, πορθμῶν δὲ τοῖς μεγίστοις ἀφʼ αὑτῆς διὰ τὴν δόξαν, ἀρχὴν δὲ καὶ πηγὴν τῶν ἐπιφανεστάτων καὶ βασιλικωτάτων γενῶν παρασχεῖν· ταύτην ὁ γενναῖος ἐπιδοῦναί φησιν ἑαυτὴν Φοίνιξι φορτηγοῖς, ὑπὸ τοῦ ναυκλήρου διαφθαρεῖσαν ἑκουσίως καὶ φοβουμένην μὴ κύουσα φανερὰ γένηται. καὶ καταψεύδεται Φοινίκων ὡς ταῦτα περὶ αὐτῆς λεγόντων. Περσῶν δὲ τοὺς λογίους μαρτυρεῖν φήσας, ὅτι τὴν Ἰοῦν μετʼ ἄλλων γυναικῶν οἱ Φοίνικες ἀφαρπάσειαν, εὐθὺς ἀποφαίνεται γνώμην τὸ κάλλιστον ἔργον καὶ μέγιστον τῆς Ἑλλάδος ἀβελτερίᾳ τὸν Τρωικὸν πόλεμον γενέσθαι διὰ γυναῖκα φαύλην. δῆλον γάρ φησὶν ὅτι, εἰ μὴ αὐταὶ ἐβούλοντο, οὐκ ἂν ἡρπάζοντο. καὶ τοὺς θεοὺς τοίνυν ἀβέλτερα ποιεῖν λέγωμεν, ὑπὲρ τῶν Λεύκτρου θυγατέρων βιασθεισῶν μηνίοντας Λακεδαιμονίοις καὶ κολάζοντας Αἴαντα διὰ τὴν Κασάνδρας ὕβριν· δῆλα γὰρ δὴ καθʼ Ἡρόδοτον, ὅτι, εἰ μὴ αὐταὶ ἐβούλοντο, οὐκ ἂν ὑβρίζοντο. καίτοι καὶ Ἀριστομένη φησὶν αὐτὸς ὑπὸ Λακεδαιμονίων ζῶντα συναρπασθῆναι, καὶ Φιλοποίμην ὕστερον ὁ τῶν Ἀχαιῶν στρατηγὸς ταὐτὸ τοῦτʼ ἔπαθε, καὶ Ῥηγοῦλον ἐχειρώσαντο Καρχηδόνιοι τὸν Ῥωμαίων ὕπατον· ὧν ἔργον εὑρεῖν μαχιμωτέρους καὶ πολεμικωτέρους ἄνδρας.3 ἀλλὰ θαυμάζειν οὐκ ἄξιον, ὅπου καὶ παρδάλεις ζώσας καὶ τίγρεις συναρπάζουσιν ἄνθρωποι Ἡρόδοτος δὲ κατηγορεῖ τῶν βιασθεισῶν γυναικῶν, ἀπολογούμενος ὑπὲρ τῶν ἁρπασάντων.

首先,他如同从灶台起步一样,以伊纳科斯的女儿伊俄开头。所有希腊人都认为伊俄受到异族人神圣尊崇的敬奉,并因其显赫声望而将自己的名字留给了许多海洋以及最宽阔的海峡,并成为最显赫、最尊贵的王族血脉的始祖与源泉。然而这位尊贵的作者却声称,她把自己交给腓尼基商船水手,因为她自愿被船长诱奸,且害怕怀孕败露。他还诬称这是腓尼基人关于她的说法。接着,在他声称波斯博学之士作证说腓尼基人连同其他妇女掠走了伊俄之后,他立即发表意见,认为希腊最美好、最伟大的功业——特洛伊战争——完全是因为一个微不足道的女人而发生的荒唐蠢事。 “因为显而易见,”他说,“如果她们自己不愿意,就不会被掠走。” 那么依此说来,我们也该说众神行事荒唐了,因为他们因留克特洛斯的女儿们受强暴而对拉刻代蒙人发怒,并因卡珊德拉受辱而惩罚埃阿斯;因为按照希罗多德的说法,显而易见,若她们自己不愿意,就不会遭受侮辱。然而他自己也说阿里斯托梅涅斯被拉刻代蒙人生俘,后来阿开亚人的将军菲罗波门也遭遇了同样的命运,迦太基人也俘获了罗马执政官雷古鲁斯;要找到比这些人更英勇善战的勇士绝非易事。但这也是不足为奇的,既然人们甚至能活捉豹子和老虎。然而希罗多德却谴责受辱的妇女,反为掠夺者辩护。

语法注3 条
  1. 856aἐθελήσαντος

    位于介词短语及分词短语末尾的属格独立结构,其逻辑主语依语境为伯里克利(τοῦ Περικλέους)。尽管前文以 ὑπό 引出伯里克利,此处仍以后置的独立属格句补充说明其内心动机。

  2. 856cἔστι τοίνυν τοῖς ἀπʼ εὐθείας οὓς βούλονται κακῶς λέγουσι δυσκολίαν ἐπικαλεῖν καὶ θρασύτητα καὶ μανίαν

    非人称动词 ἔστι(表可能,'可以')后接不定式 ἐπικαλεῖν(归咎、指责),以与格 τοῖς ... λέγουσι 为指责对象,以宾格 δυσκολίαν 等为指责的具体罪名。

  3. 857aὧν ἔργον εὑρεῖν μαχιμωτέρους καὶ πολεμικωτέρους ἄνδρας

    ὧν 是受比较级形容词 μαχιμωτέρους καὶ πολεμικωτέρους 支配的比较属格,指代前述的三位将领。ἔργον [ἐστί] 搭配不定式 εὑρεῖν 为习语,意为'找到……乃是一件难事/极为困难'。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg123.humanitext-grc2:6-11