← 普鲁塔克

论希罗多德的恶意

§1-5

辨别历史叙述中恶意的准则

作者指出希罗多德朴素的文风掩盖了其恶意,并确立了辨识历史叙述中恶意的准则,阐述了前四条标记:使用苛刻词汇、插入无关的诋毁、略去美善之举,以及在多种异说中偏向更坏的说法。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1

τοῦ Ἡροδότου πολλοὺς μέν, ὦ Ἀλέξανδρε, καὶ ἡ λέξις ὡς ἀφελὴς καὶ δίχα πόνου καὶ ῥᾳδίως ἐπιτρέχουσα τοῖς πράγμασιν ἐξηπάτηκε·1 πλείονες δὲ τοῦτο πρὸς τὸ ἦθος αὐτοῦ πεπόνθασιν. οὐ γὰρ μόνον, ὥς φησιν ὁ Πλάτων, τῆς ἐσχάτης ἀδικίας μὴ ὄντα δοκεῖν εἶναι2 δίκαιον· ἀλλὰ καὶ κακοηθείας ἄκρας ἔργον εὐκολίαν μιμούμενον καὶ ἁπλότητα δυσφώρατον εἶναι. μάλιστα πρός τε Βοιωτοὺς καὶ Κορινθίους κέχρηται μηδὲ τῶν ἄλλων τινὸς ἀπεσχημένος, οἶμαι προσήκειν ἡμῖν ἀμυνομένοις ὑπὲρ τῶν προγόνων ἅμα καὶ τῆς ἀληθείας, κατʼ αὐτὸ τοῦτο τῆς γραφῆς τὸ μέρος ἐπεὶ τὰ γʼ ἄλλα ψεύσματα καὶ πλάσματα βουλομένοις ἐπεξιέναι πολλῶν ἂν βιβλίων δεήσειεν. ἀλλὰ "δεινὸν τὸ τᾶς Πειθοῦς πρόσωπον" ὥς φησιν ὁ Σοφοκλῆς, μάλιστα δʼ ὅταν ἐν λόγῳ χάριν ἔχοντι καὶ δύναμιν τοσαύτην ἐγγένηται τὰς τʼ ἄλλας ἀτοπίας καὶ τὸ ἦθος ἀποκρύπτειν τοῦ συγγραφέως. ὁ μὲν γὰρ Φίλιππος ἔλεγε πρὸς τοὺς ἀφισταμένους Ἕλληνας αὐτοῦ καὶ τῷ Τίτῳ προστιθεμένους, ὅτι λειότερον μὲν μακρότερον δὲ κλοιὸν μεταλαμβάνουσιν· ἡ δʼ Ἡροδότου κακοήθεια λειοτέρα μέν ἐστιν ἀμέλει καὶ μαλακωτέρα τῆς Θεοπόμπου, καθάπτεται δὲ καὶ λυπεῖ μᾶλλον, ὥσπερ οἱ κρύφα διὰ στενοῦ παραπνέοντες ἄνεμοι τῶν διακεχυμένων. δοκεῖ δέ μοι βέλτιον εἶναι τύπῳ τινὶ λαβόντας ὅσα κοινῇ μὴ καθαρᾶς μηδʼ εὐμενοῦς ἐστιν ἀλλὰ κακοήθους οἷον ἴχνη καὶ γνωρίσματα διηγήσεως, εἰς ταῦτα τῶν ἐξεταζομένων ἕκαστον, ἂν ἐναρμόττῃ, τίθεσθαι.

亚历山大啊,关于希罗多德,不仅他的文辞因显得质朴、不费力且在事理上轻快流转而欺骗了许多人,甚至更多的人对他的品性也受到了同样的蒙骗。因为正如柏拉图所说,不仅自身并非正义却显得正义是极端的非正义,而且模仿宽容与质朴以至难以被察觉,也是极度恶意的作为。鉴于他尤其针对波奥提亚人和科林斯人施展恶意,同时也未曾放过任何其他人,我认为我们在为祖先和真理辩护的同时,理当着手对付他著作的正是这一部分;因为若想追究他其余的一切虚假与编造,就需要耗费许多卷册了。然而,正如索福克勒斯所说,“说服的面容是可怕的”,特别是当它出现在具有如此魅力和力量的言辞中,以至能掩盖作者的其他荒谬与品性时,就更是如此。因为腓力确实曾对背离他而归附提图斯的希腊人说过,他们换来的是一副更光滑却更长的颈枷;而希罗多德的恶意固然确实比泰奥彭波斯的恶意更平滑、更柔和,但它却更深刻地刺痛并伤人,就像穿过狭缝暗暗吹来的风比广阔散开的风更能刺痛人一样。因此在我看来,最好是以某种模式总体把握那些并非纯洁仁善、而是属于恶意叙述的痕迹与特征,若受检验的各处与此相符,便将其归入其中。

§2

πρῶτον μὲν οὖν ὁ τοῖς δυσχερεστάτοις ὀνόμασι καὶ ῥήμασιν, ἐπιεικεστέρων παρόντων, ἐν τῷ λέγειν τὰ πεπραγμένα χρώμενος ʽὥσπερ εἰ θειασμῷ προσκείμενον ἄγαν ἐξὸν εἰπεῖν τὸν Νικίαν ὁ δὲ θεόληπτον προσείποι, ἢ θρασύτητα καὶ μανίαν Κλέωνος μᾶλλον ἢ κουφολογίανʼ οὐκ εὐμενής ἐστιν, ἀλλʼ οἷον ἀπολαύων τῷ σοφῶς διηγεῖσθαι τοῦ πράγματος.

首先,在叙述已发生的事情时,明明有更温和的词语可用,却使用最苛刻的名词与动词的人——例如,本可以说尼客阿斯“过度热衷于占卜”,却称他为“被神迷乱心智”,或者称克里昂的行为为“鲁莽与疯狂”而非“轻率狂言”——并非仁善之人,倒像是以巧妙叙述该事为乐。

§3

δεύτερον, ὅτῳ κακὸν πρόσεστιν ἄλλως τῇ δʼ ἱστορίᾳ μὴ προσῆκον, ὁ δὲ συγγραφεὺς ἐπιδράττεται τούτου καὶ παρεμβάλλει τοῖς πράγμασιν οὐδὲν δεομένοις, ἀλλὰ τὴν διήγησιν ἐπεξάγων καὶ κυκλούμενος, ὅπως ἐμπεριλάβῃ ἀτύχημά τινος ἢ πρᾶξιν ἄτοπον καὶ οὐ χρηστήν, δῆλός ἐστιν ἡδόμενος τῷ κακολογεῖν. ὅθεν ὁ Θουκυδίδης οὐδὲ τῶν Κλέωνος ἁμαρτημάτων ἀφθόνων ὄντων ἐποιήσατο σαφῆ τὴν διήγησιν· Ὑπερβόλου τε τοῦ δημαγωγοῦ θιγὼν ἑνὶ ῥήματι καὶ μοχθηρὸν ἄνθρωπον προσειπὼν ἀφῆκε Φίλιστος δὲ καὶ Διονυσίου τῶν πρὸς τοὺς βαρβάρους ἀδικιῶν ὅσαι μὴ συνεπλέκοντο τοῖς Ἑλληνικοῖς πράγμασιν, ἁπάσας παρέλιπεν. αἱ γὰρ ἐκβολαὶ καὶ παρατροπαὶ τῆς ἱστορίας μάλιστα τοῖς μύθοις δίδονται καὶ ταῖς ἀρχαιολογίαις, ἔτι δὲ πρὸς τοὺς ἐπαίνους· ὁ δὲ παρενθήκην λόγου τὸ βλασφημεῖν καὶ ψέγειν ποιούμενος ἔοικεν εἰς τὴν τραγικὴν ἐμπίπτειν κατάραν "θνητῶν ἐκλέγων τὰς συμφοράς."

其次,当某人身上附带着无关紧要且不属于历史的恶事时,历史家却抓住它,并将其强加进根本不需要它的事件中,拉长叙述并兜圈子,以便包揽某人的不幸或某种荒唐不良的行为,这样的人显然乐于诋毁。因此,修昔底德尽管克里昂的过失不胜枚举,也未作明确叙述;他只用一个词触及民粹煽动家许珀耳波洛斯,称他为“恶棍”,便就此罢休。菲利斯托斯也略去了狄奥尼修斯对异族人所犯下的一切与希腊事务无关的非正义行为。因为历史的旁逸与脱轨,主要是赋予神话与古史,此外也赋予赞颂;但把谩骂与指责作为言辞附属的人,似乎落入了那句悲剧的咒诅: “搜罗凡人的灾难。”

§4

καὶ μὴν τὸ γʼ ἀντίστροφον τούτῳ παντὶ δῆλον ὡς καλοῦ τινος κἀγαθοῦ παράλειψίς ἐστιν, ἀνυπεύθυνον δοκοῦν πρᾶγμα εἶναι, γιγνόμενον δὲ κακοήθως, ἄνπερ ἐμπίπτῃ τὸ παραλειφθὲν εἰς τόπον προσήκοντα τῇ ἱστορίᾳ· τὸ γὰρ ἀπροθύμως ἐπαινεῖν τοῦ ψέγοντα χαίρειν οὐκ ἐπιεικέστερον, ἀλλὰ πρὸς τῷ μὴ ἐπιεικέστερον ἴσως καὶ χεῖρον.

再者,与此相反的情况对所有人而言都是显而易见的,即略去某种美好良善之事。这表面上似乎是毋庸负责的事,但若被略去的事恰恰落在属于该历史的位置上,那就是出于恶意而为的。因为勉强称赞并不比以非难为乐更为宽宏,而且在并不更为宽宏之外,或许还更为恶劣。

§5

τέταρτον τοίνυν τίθεμαι σημεῖον οὐκ εὐμενοῦς ἐν ἱστορίᾳ τρόπου τὸ δυεῖν ἢ πλειόνων περὶ ταὐτοῦ λόγων ὄντων τῷ χείρονι προστίθεσθαι. τοῖς γὰρ σοφισταῖς ἐφεῖται πρὸς ἐργασίαν ἢ δόξαν ἔστιν ὅτε τῶν λόγων κοσμεῖν τὸν ἥττονα παραλαμβάνοντας· οὐ γὰρ ἐμποιοῦσι πίστιν ἰσχυρὰν περὶ τοῦ πράγματος οὐδʼ ἀρνοῦνται πολλάκις εἰς τὸ παρὰ δοξον ἐπιχειρεῖν ὑπὲρ τῶν ἀπίστων· ὁ δʼ ἱστορίαν γράφων ἃ μὲν οἶδεν ἀληθῆ λέγειν δίκαιός ἐστι, τῶν δʼ ἀδήλων τὰ βελτίονα δοκεῖν ἀληθῶς λέγεσθαι μᾶλλον ἢ τὰ χείρονα.3 πολλοὶ δʼ ὅλως τὰ χείρονα παραλείπουσιν ὥσπερ ἀμέλει περὶ Θεμιστοκλέους Ἔφορος μὲν εἰπὼν, ὅτι τὴν Παυσανίου προδοσίαν ἔγνω καὶ τὰ πρασσόμενα πρὸς τοὺς βασιλέως στρατηγούς, ἀλλʼ οὐκ ἐπείσθη φησὶν οὐδὲ προσεδέξατο κοινουμένου καὶ παρακαλοῦντος αὐτὸν ἐπὶ τὰς αὐτὰς ἐλπίδας· Θουκυδίδης δὲ καὶ τὸ παράπαν τὸν λόγον τοῦτον ὡς κατεγνωκὼς παρῆκεν.

因此,我列为历史中非仁善态度的第四个标记是:关于同一件事存在两种或更多说法时,依附于较坏的说法。因为智者为了操练或声誉,有时允许采用并修饰较弱的论点;因为他们并不对该事确立强烈的信念,也常常不否认自己是在为不可信之事作反常的辩解。但撰写历史的人有责任述说他所知为真实之事,并在不明晰的事情上,宁可认为较好的说法比起较坏的说法更为真实。许多人甚至完全略去了较坏的说法;正如关于地米斯托克利,埃福罗斯虽然谈到他得知了鲍萨尼阿斯的叛逆以及与波斯国王将领策划之事,却说: “但他并未被说服,”也“在对方告知并劝诱他抱持同样企图时未予接受”;而修昔底德则甚至完全略去了这种说法,视其为应受谴责而不值一提。

语法注3 条
  1. 854eτοῦ Ἡροδότου πολλοὺς μέν, ὦ Ἀλέξανδρε, καὶ ἡ λέξις ὡς ἀφελὴς καὶ δίχα πόνου καὶ ῥᾳδίως ἐπιτρέχουσα τοῖς πράγμασιν ἐξηπάτηκε

    句首属格 τοῦ Ἡροδότου 在句法上修饰主语 ἡ λέξις,但被置于句首起到了提引全句主题的前置先行(prolepsis)作用。ὡς 引导形容词与分词短语,表示“由于其看起来质朴……”。

  2. 854eοὐ γὰρ μόνον, ὥς φησιν ὁ Πλάτων, τῆς ἐσχάτης ἀδικίας μὴ ὄντα δοκεῖν εἶναι δίκαιον· ἀλλὰ καὶ κακοηθείας ἄκρας ἔργον εὐκολίαν μιμούμενον καὶ ἁπλότητα δυσφώρατον εἶναι.

    化用柏拉图《理想国》卷二361a之语。表语属格 τῆς ἐσχάτης ἀδικίας 及表语短语 κακοηθείας ἄκρας ἔργον 均省略了系动词 ἐστί,不定式 μὴ ὄντα δοκεῖν εἶναι δίκαιον 与 δυσφώρατον εἶναι 分别充当其主语,属于性质属格结构。

  3. 855eὁ δʼ ἱστορίαν γράφων ἃ μὲν οἶδεν ἀληθῆ λέγειν δίκαιός ἐστι, τῶν δʼ ἀδήλων τὰ βελτίονα δοκεῖν ἀληθῶς λέγεσθαι μᾶλλον ἢ τὰ χείρονα.

    人称构式 δίκαιός ἐστι 支配不定式(λέγειν 与 δοκεῖν),意为“……是理所当然的/有责任去……”。后半句的 τῶν δʼ ἀδήλων 是部分属格,修饰 τὰ βελτίονα 与 τὰ χείρονα;δοκεῖν 支配不定式宾语从句(τὰ βελτίονα ... ἀληθῶς λέγεσθαι)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg123.humanitext-grc2:1-5