← 普鲁塔克

论希罗多德的恶意

§12-15

偏袒异邦人与对希腊神祇英雄的贬抑

作者批评希罗多德偏袒异族,指出他将希腊的神祇、英雄与智者归咎于外邦起源,并贬低海伦与皮塔库斯等希腊人物的功德,甚至热衷于记述丑闻。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§12

οὕτω δὲ φιλοβάρβαρός ἐστιν, ὥστε Βούσιριν ἀπολύσας τῆς λεγομένης ἀνθρωποθυσίας καὶ ξενοκτονίας, καὶ πᾶσιν Αἰγυπτίοις ὁσιότητα πολλὴν καὶ δικαιοσύνην μαρτυρήσας ἐφʼ Ἕλληνας ἀναστρέφει τὸ μύσος τοῦτο καὶ τὴν μιαιφονίαν. ἐν γὰρ τῇ δευτέρᾳ βίβλῳ Μενέλαόν φησι παρὰ Πρωτέως ἀπολαβόντα τὴν Ἑλένην καὶ τιμηθέντα δωρεαῖς μεγάλαις ἀδικώτατον ἀνθρώπων γενέσθαι καὶ κάκιστον· ὑπὸ γὰρ ἀπλοίας συνεχόμενον ἐπιτεχνήσασθαι πρᾶγμα οὐχ ὅσιον, καὶ λαβόντα δύο παιδία ἀνδρῶν ἐπιχωρίων ἔντομά σφεα ποιῆσαι1 μισηθέντα δʼ ἐπὶ τούτῳ καὶ διωκόμενον οἴχεσθαι φεύγοντα νηυσὶν ἐπὶ Λιβύης. τοῦτον δὲ τὸν λόγον οὐκ οἶδʼ ὅστις Αἰγυπτίων εἴρηκεν· ἀλλὰ τἀναντία πολλαὶ μὲν Ἑλένης πολλαὶ δὲ Μενελάου τιμαὶ διαφυλάττονται παρʼ αὐτοῖς.

他是如此偏爱异族人,以至于他在免除布西里斯所谓人身祭祀与杀戮异邦人之罪、并证明全体埃及人极具虔敬与正义的同时,却将这一秽行与弑杀之罪转嫁给希腊人。因为他在第二卷中声称,墨涅拉奥斯从普罗透斯那里领回海伦并受到重礼款待之后,竟成了人类中最不公且最邪恶之人;因为由于逆风受阻,他策划了一件大逆不道之事:他抓来两个当地人的孩子作为祭牲屠戮,因此遭人痛恨并被追捕,最终乘船逃亡至利比亚。 我不知道有哪个埃及人讲过这个故事;相反,海伦的诸多荣誉以及墨涅拉奥斯的诸多荣誉至今仍在他们当中受到保留。

§13

ὁ δὲ συγγραφεὺς ἐπιμένων Πέρσας, μὲν φησι παισὶ μίσγεσθαι παρʼ Ἑλλήνων μαθόντας καίτοι πῶς Ἕλλησι Πέρσαι διδασκάλια ταύτης ὀφείλουσι τῆς ἀκολασίας, παρʼ οἷς ὀλίγου δεῖν ὑπὸ πάντων ὁμολογεῖται παῖδας ἐκτετμῆσθαι, πρὶν Ἑλληνικὴν ἰδεῖν θάλασσαν; Ἕλληνας δὲ μαθεῖν παρʼ Αἰγυπτίων πομπὰς καὶ πανηγύρεις, καὶ τούτους τοὺς δώδεκα θεοὺς σέβεσθαι Διονύσου δὲ καὶ τοὔνομα παρʼ Αἰγυπτίων Μελάμποδα μαθεῖν καὶ διδάξαι τοὺς ἄλλους Ἕλληνας· μυστήρια δὲ καὶ τὰς περὶ Δήμητρα τελετὰς ὑπὸ τῶν Δαναοῦ θυγατέρων ἐξ Αἰγύπτου κομισθῆναι καὶ τύπτεσθαι μὲν Αἰγυπτίους φησὶ καὶ πενθεῖν, τίνας δʼ οὐ βούλεσθαι αὐτὸς ὀνομάζειν, ἀλλʼ εὐστόμως κεῖσθαι περὶ τῶν θείων Ἡρακλέα δὲ καὶ Διόνυσον, οὗ μὲν Αἰγύπτιοι, ἀποφαίνων ὄντας θεούς, οὗ δʼ Ἕλληνες, ἀνθρώπους καταγεγηρακότας, οὐδαμοῦ ταύτην προύθετο τὴν εὐλάβειαν· καίτοι καὶ τὸν Αἰγύπτιον Ἡρακλέα τῶν δευτέρων θεῶν γενέσθαι λέγει καὶ τὸν Διόνυσον τῶν τρίτων, ὡς ἀρχὴν ἐσχηκότας γενέσεως καὶ οὐκ ὄντας ἀιδίους· ἀλλʼ ὅμως ἐκείνους μὲν ἀποφαίνει θεούς, τούτοις δʼ ὡς φθιτοῖς καὶ ἥρωσιν ἐναγίζειν οἴεται δεῖν ἀλλὰ μὴ θύειν ὡς θεοῖς. ταὐτὰ καὶ περὶ Πανὸς εἴρηκε, ταῖς Αἰγυπτίων ἀλαζονείαις καὶ μυθολογίαις τὰ σεμνότατα καὶ ἁγνότατα τῶν Ἑλληνικῶν ἱερῶν ἀνατρέπων.

然而这位历史学家仍执迷不悟,声称波斯人是“从希腊人那里学会了娈童之习”。然而,几乎所有人都公认,波斯人在见到希腊之海前就已经阉割童男,波斯人又怎会欠下希腊人关于这种放荡行为的传授学费呢?不仅如此,他还称希腊人是从埃及人那里学会了迎神行列和节日庆典,以及对这十二神的崇拜;狄俄倪索斯之名也是墨兰普斯从埃及人那里学来并传授给其他希腊人的;秘仪以及有关德墨忒尔的入社仪式也是由达那奥斯的女儿们从埃及带来的;他又说埃及人捶胸哀悼,但他们究竟为谁哀悼,他自己却不愿指名,而在神圣之事上保持审慎缄默。然而对于赫拉克勒斯和狄俄倪索斯,他在其为埃及人之处证明为神,在其为希腊人之处指为衰老的凡人,却在任何地方都未表现出这种审慎。尽管他自己也说埃及的赫拉克勒斯属于第二等神,狄俄倪索斯属于第三等神,是有诞育的开端而非永恒存在的;即便如此,他仍断言他们是神,而对于〔希腊的〕这两位,他却认为应当如对待死者和英雄那样行奠祭,而不该像对待神那样献祭。关于潘神他也说了同样的话,用埃及人的虚妄夸大和神话故事颠覆了希腊宗教中最庄严、最纯洁的部分。

§14

καὶ οὐ τοῦτο δεινόν· ἀλλʼ ἀναγαγὼν εἰς Περσέα τὸ Ἡρακλέους γένος Περσέα μὲν Ἀσσύριον γεγονέναι λέγει κατὰ τὸν Περσῶν λόγον· οἱ δὲ Δωριέων φησὶν ἡγεμόνες φαίνοιντʼ ἂν Αἰγύπτιοι ἰθαγενέες ἐόντες, καταλέγοντι2 τοὺς ἄνω ἀπὸ Δανάης τῆς Ἀκρισίου πατέρας. τὸν γὰρ Ἔπαφον καὶ τὴν Ἰὼ καὶ τὸν Ἴασον καὶ τὸν Ἄργον ὅλως ἀφῆκε, φιλοτιμούμενος μὴ μόνον ἄλλους Ἡρακλεῖς Αἰγυπτίους καὶ Φοίνικας ἀποφαίνειν, ἀλλὰ καὶ τοῦτον, ὃν αὐτὸς τρίτον γεγονέναι φησίν, εἰς βαρβάρους ἀποξενῶσαι τῆς Ἑλλάδος. καίτοι τῶν παλαιῶν καὶ λογίων ἀνδρῶν οὐχ Ὅμηρος οὐχ Ἡσίοδος οὐκ Ἀρχίλοχος οὐ Πείσανδρος οὐ Στησίχορος οὐκ Ἀλκμὰν οὐ Πίνδαρος Αἰγυπτίου ἔσχον λόγον Ἡρακλέους ἢ Φοίνικος, ἀλλʼ ἕνα τοῦτον ἴσασι πάντες Ἡρακλέα τὸν Βοιώτιον ὁμοῦ καὶ Ἀργεῖον.

这还不是最可怕的;他在将赫拉克勒斯的谱系追溯至珀耳修斯之后,声称按照波斯人的说法珀耳修斯是亚述人;并且他说:“多利斯人的领袖们,如果向上推算阿克里西俄斯之女达那厄以上的先祖,就会显出他们是地道的埃及人。”因为他完全抹去了厄帕福斯、伊俄、亚索斯和阿尔戈斯,不仅极力证明另有埃及和腓尼基的赫拉克勒斯,甚至竭力将这位他自己声称是第三位诞生的赫拉克勒斯也逐出希腊、归入异族。然而,在古代博雅的先贤之中,无论是荷马、赫西俄德、阿尔基罗科斯、珀桑德罗斯、斯忒西科罗斯、阿尔克曼还是品达,都从未提及埃及或腓尼基的赫拉克勒斯,而是所有人都只知晓这一位既是维奥蒂亚人又是阿尔戈斯人的赫拉克勒斯。

§15

καὶ μὴν τῶν ἑπτὰ σοφῶν, οὓς αὐτὸς σοφιστὰς προσεῖπε, τὸν μὲν Θάλητα Φοίνικα τῷ γένει τὸ ἀνέκαθεν ἀποφαίνεται βάρβαρον· τοῖς δὲ θεοῖς λοιδορούμενος ἐν τῷ Σόλωνος προσωπείῳ ταῦτʼ εἴρηκεν ὦ Κροῖσε, ἐπιστάμενόν με τὸ θεῖον πᾶν ἐὸν φθονερόν τε καὶ ταραχῶδες ἐπειρωτᾷς ἀνθρωπηίων πέρι πραγμάτων· ἃ γὰρ αὐτὸς ἐφρόνει περὶ τῶν θεῶν τῷ Σόλωνι προστριβόμενος κακοήθειαν τῇ βλασφημίᾳ προστίθησι. Πιττακῷ τοίνυν εἰς μικρὰ καὶ οὐκ ἄξια λόγου χρησάμενος, ὃ μέγιστόν ἐστι τῶν πεπραγμένων τἀνδρὶ καὶ κάλλιστον, ἐν ταῖς πράξεσι γενόμενος παρῆκε. πολεμούντων γὰρ Ἀθηναίων καὶ Μυτιληναίων περὶ Σιγείου καὶ Φρύνωνος τοῦ στρατηγοῦ τῶν Ἀθηναίων προκαλεσαμένου τὸν βουλόμενον εἰς μονομαχίαν, ἀπήντησεν ὁ Πιττακὸς καὶ δικτύῳ περιβαλὼν τὸν ἄνδρα ῥωμαλέον ὄντα καὶ μέγαν ἀπέκτεινε· τῶν δὲ Μυτιληναίων δωρεὰς αὐτῷ μεγάλας διδόντων, ἀκοντίσας τὸ δόρυ τοῦτο μόνον τὸ χωρίον ἠξίωσεν ὅσον ἐπέσχεν ἡ αἰχμὴ καὶ καλεῖται μέχρι νῦν Πιττάκειον. τί οὖν ὁ Ἡρόδοτος, κατὰ τὸν τόπον γενόμενος τοῦτον; ἀντὶ τῆς Πιττακοῦ ἀριστείας τὴν Ἀλκαίου διηγήσατο τοῦ ποιητοῦ φυγὴν ἐκ τῆς μάχης, τὰ ὅπλα ῥίψαντος τῷ τὰ μὲν χρηστὰ μὴ γράψαι τὰ δʼ αἰσχρὰ μὴ παραλιπεῖν3 μαρτυρήσας τοῖς ἀπὸ μιᾶς κακίας καὶ τὸν φθόνον φύεσθαι καὶ τὴν ἐπιχαιρεκακίαν λέγουσι.

此外,在他自己称为智者的七贤之中,他断定泰勒斯在世系上自古便是腓尼基的异族人。而在借梭伦的面具谩骂神明时,他说出了这番话: “克罗伊斯啊,你向我询问人间事务,而我深知神明全然是嫉妒且喜好动荡的”;因为他将自己对神明的看法强加给梭伦,在亵渎神明之外又增添了恶意。再者,他在琐碎且不值一提之事上提及皮塔库斯,却在该人所立功绩中最伟大、最壮美的成就上,一旦行文至其事迹时便直接略过。因为当雅典人与密提林人为西盖翁而战,雅典将军弗律农向任何愿意出战之人提出单挑时,皮塔库斯挺身迎战,用网罩住了这个高大强壮的对手并将其斩杀;当密提林人要赐予他重赏时,他掷出长矛,只要了矛尖所及范围内的土地,该地至今仍被称为皮塔克翁。那么希罗多德在写到此地时又做了什么呢?他没有记述皮塔库斯的英勇事迹,反而叙述了诗人阿尔开俄斯扔掉武器从战场逃跑之事;他因不书写善举却不遗漏丑事,恰恰证明了那些主张嫉妒与幸灾乐祸源自同一种恶德之人的说法。

语法注3 条
  1. 857bἔντομά σφεα ποιῆσαι

    ποιῆσαι 的双宾格结构:代词 σφεα 作直接宾语(“他们/孩子们”,爱奥尼亚方言第三人称复数宾格),ἔντομα 作补足语(“作为祭牲”),直接引自希罗多德第二卷119节。

  2. 857eκαταλέγοντι

    直接引用希罗多德第六卷53节的爱奥尼亚方言形式。现在分词与格单数 καταλέγοντι 起到条件或限定基准的作用(评判者与格,dativus iudicantis),意为“如果有人推算/列举”。

  3. 858bτῷ τὰ μὲν χρηστὰ μὴ γράψαι τὰ δʼ αἰσχρὰ μὴ παραλιπεῖν

    定冠词引导的与格不定词结构 τῷ ... γράψαι ... παραλιπεῖν,作为方式或原因修饰分词 μαρτυρήσας,意为“通过不书写善举且不遗漏丑事”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg123.humanitext-grc2:12-15