← 普鲁塔克

论希罗多德的恶意

§42#2

驳普拉提亚虚冢说与纪念碑的证据

作者驳斥了希罗多德关于普拉提亚虚冢的说法,援引祭坛、德尔斐等处纪念物铭刻全希腊城邦之名的历史证据,斥责其歪曲事实与心怀恶意。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§42#2

τῶν Ἑλλήνων συμπαρόντων αἴσχιον, ὡς οἶμαι, τῆς προδοσίας τῶν γενεῶν κατηγόρηκεν1 ἐν τούτοις τῶν δὲ ἄλλων ὅσοι καὶ φαίνονται ἐν Πλαταιῇσι ἐόντες τάφοι, τούτους δέ, ὡς ἐγὼ πυνθάνομαι, αἰσχυνομένους τῇ ἀπεστοῖ τῆς μάχης ἑκάστους χώματα χῶσαι κεινὰ τῶν ἐπιγινομένων εἵνεκʼ ἀνθρώπων ταύτην τὴν ἀπεστὼ τῆς μάχης προδοσίαν οὖσαν Ἡρόδοτος ἀνθρώπων μόνος ἁπάντων ἤκουσε, Παυσανίαν δὲ καὶ Ἀριστείδην καὶ Λακεδαιμονίους καὶ Ἀθηναίους ἔλαθον οἱ Ἕλληνες ἐγκαταλιπόντες τὸν κίνδυνον καὶ οὔτʼ Αἰγινήτας Ἀθηναῖοι διαφόρους ὄντας εἶρξαν τῆς ἐπιγραφῆς, οὔτε Κορινθίους ἤλεγξαν, οὓς πρότερον νικῶντες φεύγειν ἀπὸ Σαλαμῖνος, ἀντιμαρτυρούσης αὐτοῖς τῆς Ἑλλάδος. καίτοι Κλεάδας ἦν ὁ Πλαταιεύς, ὃς ἔτεσι δέκα ὕστερον τῶν Μηδικῶν Αἰγινήταις χαριζόμενος, ὥς φησιν Ἡρόδοτος, ἐπώνυμον ἔχωσεν αὐτῶν πολυάνδριον. Ἀθηναῖοι δὲ καὶ Λακεδαιμόνιοι τί παθόντες2 εὐθὺς τότε πρὸς μὲν ἀλλήλους ὀλίγον ἐδέησαν εἰς χεῖρας ἐλθεῖν περὶ τοῦ τροπαίου τῆς ἀναστάσεως · τοὺς δʼ Ἕλληνας ἀποδειλιάσαντας καὶ ἀποδράντας οὐκ ἀπήλαυνον τῶν ἀριστείων, ἀλλʼ ἐνέγραφον τοῖς τροπαίοις καὶ τοῖς κολοσσοῖς καὶ μετεδίδοσαν τῶν λαφύρων τέλος δὲ τῷ βωμῷ τοὐπίγραμμα τοῦτο γράφοντες ἐνεχάραξαν "τόνδε ποθʼ Ἕλληνες Νίκης κράτει, ἔργῳ Ἄρηος, εὐτόλμῳ ψυχῆς λήματι πειθόμενοι, Πέρσας ἐξελάσαντες, ἐλευθέρᾳ Ἑλλάδι κοινὸν ἱδρύσαντο Διὸς βωμὸν Ἐλευθερίου;" μὴ καὶ τοῦτο Κλεάδας ἤ τις ἄλλος, ὦ Ἡρόδοτε, κολακεύων τὰς πόλεις ἐπέγραψε; τί οὖν ἐδέοντο τὴν γῆν ὀρύσσοντες διακενῆς ἔχειν πράγματα καὶ ῥᾳδιουργεῖν χώματα καὶ μνήματα τῶν ἐπιγινομένων ἕνεκʼ ἀνθρώπων κατασκευάζοντες, ἐν τοῖς ἐπιφανεστάτοις καὶ μεγίστοις ἀναθήμασι τὴν δόξαν αὑτῶν καθιερουμένην ὁρῶντες; καὶ μὴν Παυσανίας, ὡς λέγουσιν, ἤδη τυραννικὰ φρονῶν ἐπέγραψεν ἐν Δελφοῖς "Ἑλλήνων ἀρχηγὸς ἐπεὶ στρατὸν ὤλεσε Μήδων Παυσανίας, Φοίβῳ μνῆμʼ ἀνέθηκε τόδε," κοινούμενος ἁμωσγέπως τοῖς Ἕλλησι τὴν δόξαν ὧν ἑαυτὸν ἀνηγόρευσεν ἡγεμόνα τῶν δʼ Ἑλλήνων οὐκ ἀνασχομένων ἀλλʼ ἐγκαλούντων, πέμψαντες εἰς Δελφοὺς Λακεδαιμόνιοι τοῦτο μὲν ἐξεκόλαψαν, τὰ δʼ ὀνόματα τῶν πόλεων, ὥσπερ ἦν δίκαιον, ἐνεχάραξαν. καίτοι πῶς εἰκός ἐστιν ἢ τοὺς Ἕλληνας ἀγανακτεῖν τῆς ἐπιγραφῆς μὴ μετασχόντας, εἰ συνῄδεσαν ἑαυτοῖς τὴν ἀπόλειψιν τῆς μάχης, ἢ Λακεδαιμονίους τὸν ἡγεμόνα καὶ στρατηγὸν ἐκχαράξαντας, ἐπιγράψαι τοὺς ἐγκαταλιπόντας καὶ περιιδόντας τὸν κίνδυνον; ὡς δεινότατόν ἐστιν, εἰ3 Σωφάνης μὲν καὶ Ἀείμνηστος καὶ πάντες οἱ διαπρεπῶς ἀγωνισάμενοι τὴν μάχην ἐκείνην οὐδὲ Κυθνίων ἐπιγραφομένων τοῖς τροπαίοις οὐδὲ Μηλίων ἠχθέσθησαν Ἡρόδοτος· δὲ τρισὶ μόναις πόλεσιν ἀναθεὶς τὸν ἀγῶνα τὰς ἄλλας πάσας ἐκχαράττει τῶν τροπαίων καὶ τῶν ἱερῶν.

在全希腊人的见证下,他在以下言辞中对后代提出了我认为比叛国更为可耻的指控: “至于在普拉提亚所见的其他各邦的墓冢,据我所知,乃是各邦因羞于未曾参战,为了后世子孙而堆筑的空冢。” 这所谓的未曾参战——实为背叛临阵——希罗多德竟是全人类中唯一听闻之人,而那些抛弃险境的希腊人居然瞒过了保萨尼阿斯、阿里斯提德以及拉刻代蒙人和雅典人!雅典人既没有将宿敌埃癸娜人排除在铭文之外,也没有去反驳那些他们此前声称从萨拉米斯逃跑的科林斯人(因为全希腊都作出了相反的见证)。况且,普拉提亚人克勒阿达斯是在希波战争十年之后,为了讨好埃癸娜人,正如希罗多德所说,才筑起了一座冠以他们之名的合葬冢。然而,雅典人和拉刻代蒙人究竟是出于何种念头,当时他们彼此间为了立胜标之事几乎大打出手,却不仅没有将临阵怯懦逃跑的希腊人从最高战功的荣耀中驱逐,反而将他们的名字刻在胜标和巨像上,并分给他们战利品?最终,他们还在祭坛上刻下了这篇铭文: “昔日希腊人凭胜利之威势与阿瑞斯之伟业, 顺应其英勇坚毅之气魄, 驱逐波斯人,为自由之希腊 共同建立了这尊自由神宙斯之祭坛。” 希罗多德啊,难道这篇铭文也是克勒阿达斯或别的什么人为了阿谀各城邦而刻上去的吗?当他们看到自己的荣耀已被奉献于最显赫、最崇高的供奉物之上时,又有何必要大兴土木、徒费心力,为了后世子孙去伪造墓冢与纪念碑呢?再者,据说保萨尼阿斯当时已心怀僭主之志,在德尔斐刻下了这样的铭文: “希腊之统帅保萨尼阿斯击溃米底人之大军, 特向福玻斯奉献此纪念碑。” 他在此尚且在某种程度上与希腊人分享了荣耀,宣布自己是他们的统领。然而希腊人不甘容忍,提出了申诉,拉刻代蒙人便派人前往德尔斐凿除了这段铭文,并理所应当地刻上了各城邦的名字。然而,如果希腊人深知自己临阵脱逃,他们又怎会对未被列入铭文而义愤填膺?拉刻代蒙人又怎会在凿掉自己的统帅与将领之后,反而刻上那些弃阵旁观之人的名字呢?这是何等荒谬悖理:连索法涅斯、埃伊姆内斯托斯以及所有在那场战役中表现卓异的战士,对库斯诺斯人和米洛斯人的名字被刻在胜标上都毫无怨言,希罗多德却把这场殊死战斗仅仅归功于三个城邦,而将所有其余城邦从胜标与圣所中一并抹去!

语法注3 条
  1. 42αἴσχιον, ὡς οἶμαι, τῆς προδοσίας τῶν γενεῶν κατηγόρηκεν

    αἴσχιον 作内含宾语或副词性用法(“比……更可耻的指控”),带比较属格 τῆς προδοσίας(“比背叛”)。τῶν γενεῶν 是动词 κατηγόρηκεν 所支配的属格,指被控诉的对象(“对各邦后代/族系”)。

  2. 873aἈθηναῖοι δὲ καὶ Λακεδαιμόνιοι τί παθόντες

    τί παθόντες 是古典希腊语常见的惯用分词短语,字面为“遭遇了什么”,引申为“究竟出于什么念头/中了什么邪”,用于质问某种不可理喻之举动的动机,修饰主句动词 οὐκ ἀπήλαυνον 等。

  3. 873dὡς δεινότατόν ἐστιν, εἰ

    感叹/原因连词 ὡς(“……是何等可怕/荒谬!”)与表示情绪理由的条件连词 εἰ(“如果……/……竟然”)搭配的句式。εἰ 从句的前半(μὲν)用不定过去时(ἠχθέσθησαν)描述参战勇士并无怨言,后半(δὲ)用现在时(ἐκχαράττει)揭露希罗多德在著作中抹杀功绩,对比极其鲜明。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg123.humanitext-grc2:42#2