← 普鲁塔克

论希罗多德的恶意

§43

对四大战役记述的总评与文风警示

作者列举并驳斥了希罗多德在波斯战争四大战役中贬低希腊人的荒谬叙述,并在文末告诫读者切勿被其华美生动的文辞所诱惑,从而忽视其暗中中伤希腊城邦与先烈的恶毒用意。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§43

τεσσάρων δʼ ἀγώνων τότε πρὸς τοὺς βαρβάρους γενομένων, ἐκ μὲν Ἀρτεμισίου τοὺς Ἕλληνας ἀποδρᾶναί φησιν· ἐν δὲ Θερμοπύλαις, τοῦ στρατηγοῦ, καὶ βασιλέως προκινδυνεύοντος, οἰκουρεῖν καὶ ἀμελεῖν Ὀλύμπια καὶ Κάρνεια πανηγυρίζοντας· τὰ δʼ ἐν Σαλαμῖνι διηγούμενος τοσούτους περὶ Ἀρτεμισίας λόγους γέγραφεν, ὅσοις ὅλην τὴν ναυμαχίαν οὐκ ἀπήγγελκε1 τέλος δέ, καθημένους ἐν Πλαταιαῖς ἀγνοῆσαι μέχρι τέλους τὸν ἀγῶνα τοὺς Ἕλληνας, ὥσπερ βατραχομυομαχίας γινομένης, ἣν Πίγρης ὁ Ἀρτεμισίας ἐν ἔπεσι παίζων καὶ φλυαρῶν ἔγραψε, σιωπῇ διαγωνίσασθαι συνθεμένων, ἵνα λάθωσι τοὺς ἄλλους,·2 αὐτοὺς δὲ Λακεδαιμονίους ἀνδρείᾳ μὲν οὐδὲν κρείττονας γενέσθαι τῶν βαρβάρων, ἀνόπλοις δὲ καὶ γυμνοῖς μαχομένους κρατῆσαι. Ξέρξου μὲν γὰρ αὐτοῦ παρόντος, ὑπὸ μαστίγων μόλις ὄπισθεν ὠθούμενοι προσεφέροντο τοῖς Ἕλλησιν, ἐν δὲ Πλαταιαῖς, ὡς ἔοικεν, ἑτέρας ψυχὰς μεταλαβόντες λήματι μὲν καὶ ῥώμῃ οὐκ ἥσσονες ἦσαν· ἡ δὲ ἐσθής, ἔρημος ἐοῦσα ὅπλων, πλεῖστον ἐδηλήσατό σφεας πρὸς γὰρ ὁπλίτας ἐόντες γυμνῆτες ἀγῶνα ἐποιέοντο τί οὖν περίεστιν ἔνδοξον ἢ μέγα τοῖς Ἕλλησιν ἀπʼ ἐκείνων τῶν ἀγώνων, εἰ Λακεδαιμόνιοι μὲν ἀόπλοις ἐμάχοντο, τοὺς δʼ ἄλλους ἡ μάχη παρόντας ἔλαθε, κενὰ δὲ πολυάνδρια τιμώμενα τοῖς ἑκάστου, ψευδῶν δὲ γραμμάτων μεστοὶ τρίποδες ἑστᾶσι καὶ βωμοὶ παρὰ τοῖς θεοῖς, μόνος δὲ τἀληθὲς Ἡρόδοτος ἔγνω, τοὺς δʼ ἄλλους ἅπαντας ἀνθρώπους, ὅσοι λόγον Ἑλλήνων ἔχουσιν, ἐξηπάτηκεν ἡ φήμη τῶν τότε κατορθωμάτων, ὡς ὑπερφυῶν γενομένων; τί δῆτα; γραφικὸς ἁνήρ, καὶ ἡδὺς ὁ λόγος, καὶ χάρις ἔπεστι καὶ δεινότης καὶ ὥρα τοῖς διηγήμασι μῦθον δʼ ὡς ὅτʼ ἀοιδός, ἐπισταμένως μὲν οὒ3 λιγυρῶς δὲ καὶ γλαφυρῶς ἠγόρευκεν. ἀμέλει ταῦτα καὶ κηλεῖ καὶ προσάγεται πάντας, ἀλλʼ ὥσπερ ἐν ῥόδοις δεῖ κανθαρίδα φυλάττεσθαι τὴν βλασφημίαν αὐτοῦ καὶ κακολογίαν, λείοις καὶ ἁπαλοῖς σχήμασιν ὑποδεδυκυῖαν, ἵνα μὴ λάθωμεν ἀτόπους καὶ ψευδεῖς περὶ τῶν ἀρίστων καὶ μεγίστων, τῆς Ἑλλάδος πόλεων καὶ ἀνδρῶν δόξας λαβόντες.4

当时与异族人共发生了四次战役,他却说希腊人从阿耳忒米西昂逃跑;在温泉关,当统帅兼国王身先士卒面对险境时,他们却安坐家中、不予顾及,去庆祝奥林匹亚节和卡尔尼亚节;而在叙述萨拉米斯战事时,他谈论阿耳忒米西亚的篇幅,竟比报道整场海战所用的字句还要多。最后,他又说希腊人呆坐在普拉提亚,直到战局终了也对这场战役浑然不知,仿佛发生了一场“蛙鼠之战”——那是阿耳忒米西亚之子皮格瑞斯以诗篇戏谑胡诌之作——好似他们商定在寂静中交手,以免被其他人察觉一般;而拉刻代蒙人自己在英勇方面丝毫不胜过异族人,只是与手无寸铁、不穿铠甲之人交战才得以取胜。因为在薛西斯亲自临阵之时,他们尚且靠皮鞭从背后催逼才勉强向希腊人推进,但在普拉提亚,似乎换了灵魂一般,“气魄与力量毫不逊色,然而其衣着缺乏铠甲防护,给他们造成了极大的损伤;盖因他们身为轻装者,却与重装步兵交锋”。 那么,如果拉刻代蒙人交战的对象是手无寸铁之人,其他人虽在场却对战事一无所知,各城邦所尊崇的是空的合葬冢,神明前所树立的鼎与祭坛满是虚假的铭文,唯有希罗多德一人通晓真相,而所有其他关注希腊之人全都被当时辉煌战功的传闻所欺骗、以为那是超卓绝伦之举,那么从这些战役中希腊人还能剩下什么光荣与伟大呢?究竟该如何看待?此人运笔如绘,其辞藻甘美,其叙述充满了优雅、气势与生动之魅力;他讲述故事“犹如歌者”,虽非出于知晓,却讲得清亮悦耳、圆润流丽。固然,这些特质能魅惑并吸引所有人,但正如必须防备藏在玫瑰之中的芫青一样,我们也必须防备他潜藏在平滑轻柔辞藻之下的诋毁与恶评,以免我们在不知不觉中,对希腊最优秀、最伟大的城邦与人物产生荒唐而虚妄的见解。

语法注4 条
  1. 43τοσούτους περὶ Ἀρτεμισίας λόγους γέγραφεν, ὅσοις ὅλην τὴν ναυμαχίαν οὐκ ἀπήγγελκε

    由相关代词 τοσοῦτος... ὅσος 构成的句式。关系从句中包含否定词 οὐκ,带有强烈的反讽与夸张意味,意即“他写阿耳忒米西亚所用的字句,比报道整场海战所用的还要多”。

  2. 43σιωπῇ διαγωνίσασθαι συνθεμένων, ἵνα λάθωσι τοὺς ἄλλους

    独立属格结构(συνθεμένων),其逻辑主语由语境补出(交战双方,即斯巴达人与波斯人)。此处带有极度讽刺意味,好似双方事先串通好,为了不让其他希腊人发觉而在静默中交战一般。

  3. 874bμῦθον δʼ ὡς ὅτʼ ἀοιδός, ἐπισταμένως μὲν οὔ

    套用荷马《奥德赛》第11卷368行之句(μῦθον δʼ ὡς ὅτʼ ἀοιδὸς ἐπισταμένως κατέλεξας)。作者将原文的赞词 ἐπισταμένως(熟稔地/精通地)反转为否定式(μὲν οὔ),辛辣地指出希罗多德虽然讲述得婉转动听,却缺乏对真实情况的切实认知。

  4. 874cἵνα μὴ λάθωμεν ἀτόπους καὶ ψευδεῖς περὶ τῶν ἀρίστων καὶ μεγίστων τῆς Ἑλλάδος πόλεων καὶ ἀνδρῶν δόξας λαβόντες

    在否定目的从句(ἵνα μή)中使用了 λανθάνω 与补足分词构成的句式(λάθωμεν ... λαβόντες),意为“以免我们在不自觉之中接受了……”,旨在警告读者切勿因沉醉于希罗多德的华美文风而在潜移默化中接受了不公的谬论。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg123.humanitext-grc2:43