- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. V. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1893.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg123.humanitext-grc2:42#1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
普鲁塔克指责希罗多德在普拉提亚战役的叙述中自相矛盾地贬低雅典与各邦,诬称除斯巴达、特盖亚与雅典之外的全希腊军队皆临阵逃脱、背信弃义或坐壁上观,并援引西摩尼得斯的诗篇证明科林斯军在战斗中立下的赫赫战功。
πάλιν δὲ τοῖς Ἀθηναίοις οὐκ ἔχων ὅ τι χρήσαιτο,1 ποτὲ μὲν αἴρει ποτὲ καταβάλλει τὴν πόλιν ἄνω καὶ κάτω μεταφέρων, οὓς Τεγεάταις μὲν εἰς ἀγῶνα λέγει περὶ τῶν δευτερείων καταστάντας Ἡρακλειδῶν τε μεμνῆσθαι καὶ τὰ πρὸς Ἀμαζόνας πραχθέντα προφέρειν ταφάς τε Πελοποννησίων τῶν ὑπὸ τῇ Καδμείᾳ πεσόντων· καὶ τέλος, εἰς τὸν Μαραθῶνα καταβαίνειν τῷ λόγῳ φιλοτιμουμένους καὶ ἀγαπῶντας ἡγεμονίας τυχεῖν τοῦ ἀριστεροῦ κέρως ὀλίγον δʼ ὕστερον αὐτοῖς Παυσανίαν καὶ Σπαρτιάτας τῆς ἡγεμονίας ὑφίεσθαι καὶ παρακαλεῖν, ὅπως κατὰ Πέρσας ἀντιταχθῶσι τὸ δεξιὸν κέρας παραλαβόντες, αὐτοῖς δὲ παραδόντες τὸ εὐώνυμον, ὡς ἀηθείᾳ τὴν πρὸς τοὺς βαρβάρους μάχην ἀπολεγομένους.2 καίτοι γελοῖον, εἰ συνήθεις εἶεν οἱ πολέμιοι, μάχεσθαι μὴ θέλειν. ἀλλὰ τοὺς γʼ ἄλλους Ἕλληνας εἰς ἕτερον τῶν στρατηγῶν ἀγομένους στρατόπεδον, ὡς ἐκινήθησαν, φησὶ φεύγειν ἀσμένως τὴν ἵππον πρὸς τὴν τῶν Πλαταιέων πόλιν· φεύγοντας δʼ ἀφικέσθαι πρὸς τὸ Ἡραῖον ἐν ᾧ καὶ ἀπείθειαν καὶ λιποταξίαν καὶ προδοσίαν ὁμοῦ τι πάντων κατηγόρησε. τέλος μόνους φησὶ τοῖς μὲν βαρβάροις Λακεδαιμονίους καὶ Τεγεάτας τοῖς δὲ Θηβαίοις Ἀθηναίους συμπεσόντας διαγωνίσασθαι, τὰς δʼ ἄλλας πόλεις ὁμαλῶς ἁπάσας τοῦ κατορθώματος ἀπεστέρηκεν· οὐδένα συνεφάψασθαι τοῦ ἀγῶνος, ἀλλὰ καθημένους πάντας τῶν ὅπλων καταλιπεῖν καὶ προδοῦναι τοὺς ὑπὲρ αὐτῶν μαχομένους· ὀψὲ δὲ Φλιασίους καὶ Μεγαρέας πυθομένους νικῶντα Παυσανίαν, προσφερομένους καὶ ἐμπεσόντας εἰς τὸ Θηβαίων ἱππικόν, οὐδενὶ λόγῳ διαφθαρῆναι Κορινθίους δὲ τῇ μὲν μάχῃ μὴ παραγενέσθαι, μετὰ δὲ τὴν νίκην ἐπειγομένους διὰ τῶν λόφων, μὴ περιπεσεῖν τοῖς ἱππεῦσι τῶν Θηβαίων· οἱ γὰρ Θηβαῖοι, τῆς τροπῆς γενομένης, προϊππεύοντες τῶν βαρβάρων προθύμως παρεβοήθουν φεύγουσιν αὐτοῖς, δηλονότι τῶν ἐν Θερμοπύλαις στιγμάτων χάριν ἀποδιδόντες. ἀλλὰ Κορινθίους γε καὶ τάξιν ἣν ἐμάχοντο τοῖς βαρβάροις, καὶ τέλος ἡλίκον ὑπῆρξεν αὐτοῖς ἀπὸ τοῦ Πλαταιᾶσιν ἀγῶνος ἔξεστι Σιμωνίδου πυθέσθαι γράφοντος ἐν τούτοις "μέσσοι δʼ οἳ τʼ Ἔφυραν πολυπίδακα ναιετάοντες, παντοίης ἀρετῆς ἴδριες ἐν πολέμῳ, οἵ τε πόλιν Γλαύκοιο, Κορίνθιον ἄστυ, νέμοντες, οἵ κάλλιστον μάρτυν ἔθεντο πόνων χρυσοῦ τιμήεντος ἐν αἰθέρι καί σφιν ἀέξει αὐτῶν τʼ εὐρεῖαν κληδόνα καὶ πατέρων." ταῦτα γὰρ οὐ χορὸν ἐν Κορίνθῳ διδάσκων οὐδʼ ᾆσμα ποιῶν εἰς τὴν πόλιν, ἄλλως δὲ τὰς πράξεις ἐκείνας, ἐλεγείᾳ γράφων, ἱστόρηκεν. ὁ δὲ προλαμβάνων τὸν ἔλεγχον τοῦ ψεύσματος τῶν ἐρησομένων3 πόθεν οὖν πολυάνδρια καὶ θῆκαι τοσαῦται καὶ μνήματα νεκρῶν, ἐν οἷς ἐναγίζουσιν ἄχρι νῦν Πλαταιεῖς
另一方面,对于雅典人,他手足无措,将该城邦翻来覆去,时而捧高,时而贬低。他说雅典人在与特盖亚人争夺第二位指挥权时,提及赫拉克勒斯的后裔,列举针对亚马逊人的战绩,以及埋葬在卡德摩亚山脚下阵亡的伯罗奔尼撒人;最后,他们在演说中降至马拉松战役,自傲于并满足于获得左翼的指挥权。 然而不久之后,保萨尼阿斯与斯巴达人竟然向他们让出统帅权,恳求他们接管右翼以迎战波斯军,并将左翼交由自己,借口称自己因不习其战而推脱与蛮族作战。然而荒谬的是,若敌人是熟悉的,人们反倒不愿交战!至于其余的希腊人,当由将领们率往另一营地时,“一经开拔,”他说,“他们便欣然躲避骑兵,逃向普拉提亚人的城邦;在逃亡中他们抵达了赫拉神庙”;在此处,他几乎对所有人一并提出了不听号令、擅离阵地与背叛通敌的指控。最终,他说唯有拉刻代蒙人与特盖亚人同蛮族殊死奋战,唯有雅典人同底比斯人拼死搏杀,从而一视同仁地剥夺了所有其他城邦的功绩: 声称无一人协力参战,而是所有人披坚执锐却袖手旁观,抛弃并背叛了替他们浴血奋战的人;而弗利亚斯人与墨伽拉人较晚得知保萨尼阿斯获胜,仓促前往却撞到底比斯骑兵手中,毫无价值地被歼灭;至于科林斯人则根本未曾参战,战胜后匆匆穿过丘陵,这才未与底比斯骑兵遭遇。 因为在溃败发生时,底比斯人驰骋在蛮族前方,竭力协助他们逃跑,显然是在报答温泉关被烙上印记之恩!然而关于科林斯人,关于他们抗击蛮族所列的阵线,以及他们在普拉提亚之战中赢得的崇高声望,尽可从西摩尼得斯以下的诗句中获知: “居于中军的,是居住在泉流丰沛的厄费拉、 于战场上深晓各样武德的勇士, 以及占据格劳科斯之城、科林斯城堡的人民, 他们将自身辛劳最壮美的见证, 以珍贵黄金树立于晴空之上,这见证光大了 他们自身及其父祖的远扬声名。” 因为他并非在科林斯训练歌队,亦非为该城作颂歌,而纯粹是以挽歌体诗行将那些业绩记入史册。然而希罗多德预先料到了人们对这谎言的反驳,他们会问: “那么,普拉提亚人直至今日仍在祭祀死者的如此之多的合葬冢、墓室与纪念碑,究竟从何而来呢?”——
- 42οὐκ ἔχων ὅ τι χρήσαιτο
由疑问代词引出的间接审慎疑问句,因受历史现在语境支配而采用希求法(代替原有的虚拟法)。动词 χράομαι 支配与格(τοῖς Ἀθηναίοις),意为“不知道该如何处置雅典人”。
- 872bὡς ἀηθείᾳ τὴν πρὸς τοὺς βαρβάρους μάχην ἀπολεγομένους
宾格分词 ἀπολεγομένους 修饰前文不定式的逻辑主语 Παυσανίαν καὶ Σπαρτιάτας。连词 ὡς 引导主观理由或借口(“声称因为/托词”),配合表示原因的与格 ἀηθείᾳ(“由于不习惯/缺乏经验”)。
- 872eὁ δὲ προλαμβάνων τὸν ἔλεγχον τοῦ ψεύσματος τῶν ἐρησομένων
ὁ δὲ 指希罗多德。短语 τὸν ἔλεγχον τοῦ ψεύσματος(对其谎言的反驳)受到主格性属格分词 τῶν ἐρησομένων(“那些将要质问之人”)的修饰,后者的质问内容由紧接的直接引语 πόθεν οὖν... 展开,构成了引出下一节讨论的句法框架。
