- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. V. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1893.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg123.humanitext-grc2:40-41
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
普鲁塔克批驳希罗多德借德尔斐神谕剥夺雅典在萨拉米斯的首功并虚构针对地米斯托克利的嫉妒,继而谴责他荒谬地将斯巴达出兵普拉提亚归结为特盖亚人喀勒奥斯的偶然进言。
τῶν τοίνυν αἰτιῶν τῶν κατὰ Θεμιστοκλέους ἀνέδην ἐμφορηθείς, ἐν οἷς κλέπτοντα καὶ πλεονεκτοῦντα λάθρα τῶν ἄλλων στρατηγῶν οὔ φησι παύσασθαι περὶ τὰς νήσους· τέλος αὐτῶν Ἀθηναίων τὸν στέφανον ἀφελόμενος Αἰγινήταις ἐπιτίθησι, γράφων ταῦτα πέμψαντες ἀκροθίνια, οἱ Ἕλληνες εἰς Δελφοὺς ἐπηρώτων τὸν θεὸν κοινῇ, εἰ λελάβηκε πλήρεα καὶ ἀρεστὰ τὰ ἀκροθίνια· ὁ δὲ παρʼ Ἑλλήνων μὲν τῶν ἄλλων ἔφησε ἔχειν, παρʼ Αἰγινητέων δὲ οὒ· ἀλλʼ ἀπαίτεε αὐτοὺς τὰ ἀριστεῖα τῆς ἐν Σαλαμῖνι ναυμαχίας. οὐκέτι Σκύθαις οὐδὲ Πέρσαις οὐδʼ Αἰγυπτίοις τοὺς ἑαυτοῦ λόγους ἀνατίθησι πλάττων, ὥσπερ Αἴσωπος κόραξι καὶ πιθήκοις, ἀλλὰ τῷ τοῦ Πυθίου προσώπῳ χρώμενος, ἀπωθεῖ τῶν ἐν Σαλαμῖνι πρωτείων τὰς Ἀθήνας. Θεμιστοκλεῖ δὲ τῶν δευτερείων ἐν Ἰσθμῷ γενομένων διὰ τὸ τῶν στρατηγῶν ἕκαστον αὑτῷ μὲν τὸ πρωτεῖον ἐκείνῳ δὲ τὸ δευτερεῖον ἀποδοῦναι, καὶ τέλος τῆς κρίσεως μὴ λαβούσης, δέον αἰτιάσασθαι τὴν φιλοτιμίαν τῶν στρατηγῶν,1 πάντας ἀποπλεῦσαί φησι τοὺς Ἕλληνας ὑπὸ φθόνου μὴ βουληθέντας ἀναγορεῦσαι τὸν ἄνδρα πρῶτον.
随后,他肆无忌惮地罗列针对地米斯托克利的指控,其中声称地米斯托克利瞒着其他将领在诸岛之间不断行窃索贿;最终他竟从雅典人自己头上夺走桂冠戴在埃吉那人头上,如此写道: “希腊人送去战利首品后,在德尔斐共同向神明请示,是否已收到了完备且称心的首品;神明回答说,他已从其他希腊人那里收到了,但尚未从埃吉那人那里收到,并向他们索取萨拉米斯海战的首奖。” 他不再像伊索借乌鸦与猴子寓言那样,虚构言辞强加给斯基泰人、波斯人或埃及人,而是假借皮托神明的面孔,将雅典排挤在萨拉米斯的首奖之外。当诸位将领各自将首奖投给自己而将第二奖归于地米斯托克利、使得他在地峡仅屈居第二且裁决未有最终结果时,他本应当归咎于将领们的虚荣争胜,却声称全体希腊人出于嫉妒不愿宣布此人居于首位,因而全都扬帆而去。
ἐν δὲ τῇ ἐνάτῃ καὶ τελευταίᾳ τῶν βίβλων, ὅσον ἦν ὑπόλοιπον ἔτι τῆς πρὸς Λακεδαιμονίους αὐτῷ δυσμενείας, ἐκχέαι σπεύδων τὸ παρʼ αὑτὸν2 ἀφείλετο τὴν ἀοίδιμον νίκην καὶ τὸ περιβόητον Πλαταιᾶσι κατόρθωμα τῆς πόλεως· γέγραφε γὰρ ὡς πρότερον μὲν ὠρρώδουν τοὺς Ἀθηναίους, μὴ πεισθέντες ὑπὸ Μαρδονίου τοὺς Ἕλληνας ἐγκαταλίπωσιν· τοῦ δʼ Ἰσθμοῦ τειχισθέντος ἐν ἀσφαλεῖ θέμενοι τὴν Πελοπόννησον ἠμέλουν ἤδη τῶν ἄλλων καὶ περιεώρων, ἑορτάζοντες οἴκοι καὶ τοὺς πρέσβεις τῶν Ἀθηναίων κατειρωνευόμενοι καὶ διατρίβοντες πῶς οὖν ἐξῆλθον εἰς Πλαταιὰς πεντακισχίλιοι Σπαρτιᾶται, περὶ αὑτὸν ἔχων ἀνὴρ ἕκαστος ἑπτὰ εἵλωτας;3 ἢ πῶς κίνδυνον ἀράμενοι τοσοῦτον ἐκράτησαν καὶ κατέβαλον μυριάδας τοσαύτας; ἄκουσον αἰτίας πιθανῆς· ἔτυχε φησὶν ἐν Σπάρτῃ παρεπιδημῶν ἐκ Τεγέας ἀνὴρ ὄνομα Χείλεως, ᾧ φίλοι τινὲς καὶ ξένοι τῶν ἐφόρων ἦσαν· οὗτος οὖν ἔπεισεν αὐτοὺς ἐκπέμψαι τὸ στράτευμα, λέγων ὅτι τοῦ διατειχίσματος οὐδὲν ὄφελός ἐστι Πελοποννησίοις, ἂν Ἀθηναῖοι Μαρδονίῳ προσγένωνται τοῦτο Παυσανίαν ἐξήγαγεν εἰς Πλαταιὰς μετὰ τῆς δυνάμεως· εἰ δέ τι κατέσχεν οἰκεῖον ἐν Τεγέᾳ πρᾶγμα τὸν Χείλεων ἐκεῖνον, οὐκ ἂν ἡ Ἑλλὰς περιεγένετο.
而在他的第九卷亦即最后一卷中,他急于倾泻对拉刻代蒙人残存的一切敌意,尽其所能剥夺了该城邦在普拉提亚那场备受歌颂的胜利与名扬天下的伟业。因为他写道: “起初他们畏惧雅典人,担心雅典人被马尔多尼乌斯说服而背弃希腊人;但当地峡筑起城墙后,他们自以为伯罗奔尼撒已安然无恙,便对其他人漠不关心、袖手旁观,留在国内过节,对雅典人的使节虚与委蛇、拖延敷衍。” 那么,五千名斯巴达战士每人带了七名黑劳士,究竟是如何出征普拉提亚的呢?抑或他们冒着如此巨大的危险,究竟是如何击败并歼灭如此众多的敌军呢?且听听这看似合理的缘由! “恰巧,”他说,“有一位来自特盖亚、名叫喀勒奥斯的人客居在斯巴达,监察官中有几位是他的朋友与宾客;于是此人劝说他们派遣军队,指出如果雅典人归顺马尔多尼乌斯,那么地峡防壁对伯罗奔尼撒人将毫无益处。” 据说正是此事促使保萨尼阿斯率军出征普拉提亚;倘若有什么私事将那位喀勒奥斯羁留在特盖亚,希腊难道就无法幸免于难了吗?
- 871dδέον αἰτιάσασθαι τὴν φιλοτιμίαν τῶν στρατηγῶν
δέον 为无人称动词 δεῖ 的绝对宾格(accusative absolute),具有转折意味,意为“本应当……”。它在此引出与下文 πάντας ἀποπλεῦσαί φησι...(他却声称所有人都扬帆而去)相对立的批评。
- 871eτὸ παρʼ αὑτὸν
中性宾格短语 τὸ παρʼ αὑτὸν 作副词性宾格(关系宾格),意为“就他力所能及的而言”或“在他这方面”,修饰主动词 ἀφείλετο(剥夺)。
- 871eπερὶ αὑτὸν ἔχων ἀνὴρ ἕκαστος ἑπτὰ εἵλωτας
单数主格短语 ἀνὴρ ἕκαστος 及其分词 ἔχων 与复数主语 πεντακισχίλιοι Σπαρτιᾶται 构成“部分同位语”(全体与部分的同位结构,schema kath' holon kai meros),用于将整体分配至各个个体。
