- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. V. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1893.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg123.humanitext-grc2:39
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者指责希罗多德借雅典人的传言诬称科林斯将领阿得曼托斯及其舰队在萨拉米斯海战中逃跑,并通过援引多篇铭文、奉献物记载及修昔底德的记述,力证科林斯人与阿得曼托斯的英勇与功勋。
ἀλλʼ ὃ μὲν ἔψευσται, λόγος ἡμῖν οὐδείς ἃ δὲ τ ψεῦσται μόνον ἐξετάζομεν. φησὶ τοίνυν Ἀθηναίους· λέγειν, ὡς Ἀδείμαντος ὁ Κορινθίων στρατηγός, ἐν χερσὶ τῶν πολεμίων γενομένων,1 ὑπερεκπλαγεὶς καὶ καταδείσας ἔφευγεν· οὐ πρύμναν κρουσάμενος οὐδὲ διαδὺς ἀτρέμα διὰ τῶν μαχομένων, ἀλλὰ λαμπρῶς ἐπαιρόμενος τὰ ἱστία καὶ τὰς ναῦς ἁπάσας ἀποστρέψας· εἶτα μέντοι κέλης ἐλαυνόμενος αὐτῷ συνέτυχε περὶ τὰ λήγοντα τῆς Σαλαμινίας, ἐκ δὲ τοῦ κέλητος ἐφθέγξατό τις σὺ μέν, ὦ Ἀδείμαντε, φεύγεις καταπροδοὺς τοὺς Ἕλληνας· οἱ δὲ καὶ δὴ νικῶσι, καθάπερ ἠρῶντο ἐπικρατῆσαι τῶν ἐχθρῶν ὁ δὲ κέλης οὗτος ἦν, ὡς ἔοικεν, οὐρανοπετής· τί γὰρ ἔδει τίθεσθαι μηχανῆς τραγικῆς, ἐν πᾶσι τοῖς ἄλλοις ὑπερπαίοντα τοὺς τραγῳδοὺς ἀλαζονείᾳ; πιστεύσας οὖν ὁ Ἀδείμαντος ἐπανῆλθεν εἰς τὸ στρατόπεδον ἐπʼ ἐξειργασμένοις αὕτη φάτις ἔχει ὑπὸ Ἀθηναίων οὐ μέντοι Κορίνθιοι ὁμολογέουσι, ἀλλὰ ἐν πρώτοισι σφέας αὐτοὺς τῆς ναυμαχίης νομίζουσι γενέσθαι μαρτυρεῖ δέ σφι καὶ ἡ ἄλλη Ἑλλάς. Τοιοῦτός ἐστιν ἐν πολλοῖς ὁ ἄνθρωπος ἑτέρας καθʼ ἑτέρων διαβολὰς καὶ κατηγορίας κατατίθησιν, ὥστε μὴ διαμαρτεῖν τοῦ φανῆναὶ τινα πάντως πονηρόν ὥσπερ ἐνταῦθα περίεστιν αὐτῷ, ἀπιστουμένους μὲν τῆς διαβολῆς, Κορινθίους ἀδοξεῖν, ἀπιστουμένης δέ, Ἀθηναίους,2 ἢν οἶμαι μηδὲ Κορινθίων Ἀθηναίους, ἀλλὰ τοῦτον ἀμφοτέρων ὁμοῦ καταψεύδεσθαι. Θουκυδίδης γοῦν ἀντιλέγοντα ποιῶν τῷ Κορινθίῳ τὸν Ἀθηναῖον ἐν Λακεδαίμονι καὶ πολλὰ περὶ τῶν Μηδικῶν λαμπρυνόμενον ἔργων καὶ περὶ τῆς ἐν Σαλαμῖνι ναυμαχίας οὐδεμίαν αἰτίαν προδοσίας ἢ λιποταξίας ἐπενήνοχε Κορινθίοις· οὐδὲ γὰρ εἰκὸς ἦν Ἀθηναίους ταῦτα βλασφημεῖν περὶ τῆς Κορινθίων πόλεως, ἣν τρίτην μὲν ἑώρων μετὰ Λακεδαιμονίους καὶ μετʼ αὐτοὺς ἐγχαραττομένην τοῖς ἀπὸ τῶν βαρβάρων ἀναθήμασιν· ἐν δὲ Σαλαμῖνι παρὰ τὴν πόλιν ἔδωκαν αὐτοῖς θάψαι τε τοὺς ἀποθανόντας, ὡς ἄνδρας ἀγαθοὺς γενομένους, καὶ ἐπιγράψαι τόδε τὸ ἐλεγεῖον "ὦ ξένε, εὔυδρὸν ποτʼ ἐναίομεν ἄστυ Κορίνθου, νῦν δʼ ἅμʼ Αἴαντος νᾶσος ἔχει Σαλαμίς. ἐνθάδε Φοινίσσας νῆας καὶ Πέρσας ἑλόντες καὶ Μήδους, ἱερὰν Ἑλλάδα ῥυσάμεθα." τὸ δʼ ἐν Ἰσθμῷ κενοτάφιον ἐπιγραφὴν ἔχει ταύτην "ἀκμᾶς ἑστακυῖαν ἐπὶ ξυροῦ Ἑλλάδα πᾶσαν ταῖς αὐτῶν ψυχαῖς κείμεθα ῥυσάμενοι." Διοδώρου δέ τινος τῶν Κορινθίων τριηράρχων ἐν ἱερῷ Λητοῦς ἀναθήμασι κειμένοις καὶ τοῦτʼ ἐπιγέγραπται "ταῦτʼ ἀπὸ δυσμενέων Μήδων ναῦται Διοδώρου ὅπλʼ ἀνέθεν Λατοῖ, μνάματα ναυμαχίας." αὐτός γε μὴν ὁ Ἀδείμαντος, πλεῖστα λοιδορούμενος Ἡρόδοτος διατελεῖ καὶ λέγων μοῦνον ἀσπαίρειν τῶν στρατηγῶν, ὡς φευξόμενον ἀπʼ Ἀρτεμισίου καὶ· μὴ περιμενοῦντα σκόπει τίνα δόξαν εἶχεν "οὗτος Ἀδειμάντου κείνου τάφος, ὃν δία πᾶσα Ἑλλὰς ἐλευθερίας ἀμφέθετο στέφανον." οὔτε γὰρ τελευτήσαντι τοιαύτην εἰκὸς ἦν ἀνδρὶ δειλῷ καὶ προδότῃ γενέσθαι τιμήν, οὔτʼ ἂν ἐτόλμησε τῶν θυγατέρων ὄνομα θέσθαι τῇ μὲν Ναυσινίκην τῇ δʼ Ἀκροθίνιον τῇ δʼ Ἀλεξιβίαν, Ἀριστέα δὲ καλέσαι τὸν υἱόν, εἰ μή τις ἦν ἐπιφάνεια καὶ λαμπρότης περὶ αὐτὸν ἀπὸ τῶν ἔργων ἐκείνων. καὶ μὴν ὅτι μόναι τῶν Ἑλληνίδων αἱ Κορίνθιαι γυναῖκες εὔξαντο τὴν καλὴν ἐκείνην καὶ δαιμόνιον εὐχήν, ἔρωτα τοῖς ἀνδράσι τῆς πρὸς τοὺς βαρβάρους μάχης ἐμβαλεῖν τὴν θεόν, οὐχ ὅπως τοὺς περὶ τὸν Ἡρόδοτον ἀγνοῆσαι πιθανὸν ἦν, ἀλλʼ οὐδὲ τὸν ἔσχατον Καρῶν·3 διεβοήθη γὰρ τὸ πρᾶγμα καὶ Σιμωνίδης ἐποίησεν ἐπίγραμμα, χαλκῶν εἰκόνων ἀνασταθεισῶν ἐν τῷ ναῷ τῆς Ἀφροδίτης, ὃν ἱδρύσασθαι Μήδειαν λέγουσιν, οἱ μὲν αὐτὴν παυσαμένην τἀνδρός, οἱ δʼ ἐπὶ τῷ τὸν Ἰάσονα τῆς Θέτιδος ἐρῶντα παῦσαι τὴν θεόν. τὸ δʼ ἐπίγραμμα τοῦτʼ ἐστὶν "αἵδʼ ὑπὲρ Ἑλλάνων τε καὶ ἰθυμάχων πολιητᾶν ἔσταθεν εὐξάμεναι Κύπριδι δαιμόνια. οὐ γὰρ τοξοφόροισιν ἐμήδετο δῖʼ Ἀφροδίτα Μήδοις Ἑλλάνων ἀκρόπολιν προδόμεν." ταῦτʼ ἔδει γράφειν καὶ τούτων μεμνῆσθαι μᾶλλον, ἢ τὴν Ἀμεινοκλέους ἐμβαλεῖν παιδοφονίαν.
至于他究竟出于何种缘故说谎,我们并不挂齿;我们所审查的仅仅是他捏造了什么。他说雅典人声称,当敌我双方陷入近身肉搏之际,科林斯人的将领阿得曼托斯极度恐慌、畏惧而逃——他既不是倒桨后退,也不是悄然穿行于交战者之间,而是公然张起风帆,率领全部战船掉头逃窜。随后,当战船行至萨拉米斯岛边际时,一艘划行的小艇与他相遇,从小艇中有人高声喊道: “阿得曼托斯啊,你竟背叛希腊人而逃跑;而他们此刻正如他们所祈求的那样,正大获全胜、压制敌手!” 然而这艘小艇看来是从天而降的;因为既然他在其他一切狂妄虚妄之事上都超越了悲剧诗人,何必非要用上悲剧的起重机械呢?于是阿得曼托斯信以为真,“在战事已定之后才返回军营。雅典人之间流传着这一说法;然而科林斯人并不承认,反而自认为在海战中冲锋在前;整个希腊也为他们作证。” 此人屡屡如此:他将针对这一方或那一方的诽谤与指控罗列开来,使得任何人无论如何都难以摆脱恶名。正如在此处对他而言,最终的下场不过是:若这诽谤被确信,则科林斯人蒙受耻辱;若不被确信,则雅典人蒙受耻辱。然而我认为,并非雅典人诽谤科林斯人,而是他同时对双方捏造了谎言。修昔底德在描写雅典人在拉刻代蒙反驳科林斯人、大肆炫耀波斯战争中的伟业和萨拉米斯海战时,就丝毫未对科林斯人施加任何叛国或临阵脱逃的指控。因为雅典人显然不可能对科林斯城邦口出此等恶言,他们看到在从蛮族缴获的奉献品上,科林斯紧随拉刻代蒙人和他们自己之后刻在第三位;而在萨拉米斯城旁,雅典人不仅允许他们将阵亡者作为勇士予以安葬,还允许刻上这首挽歌铭文: “异乡人啊,我们曾居住在水源丰富的科林斯城, 如今埃阿斯的岛屿萨拉米斯安葬着我们。 在此地我们俘获了腓尼基船只、波斯人 与玛代人,拯救了神圣的希腊。” 而在地峡处的衣冠冢上则刻着这样的铭文: “当全希腊危在旦夕、立于剃刀之刃上时, 我们以自己的生命拯救了她,长眠于此。” 此外,在勒托神庙中保存的科林斯三层桨座战船指挥官狄奥多罗斯的战利奉献品上,也题刻着这段诗句: “狄奥多罗斯的水手们将这些取自仇敌玛代人的武器 奉献给勒托,作为海战的纪念。” 至于那位遭到希罗多德极尽谩骂的阿得曼托斯本人,希罗多德声称: “他是将领中唯一挣扎着企图从阿耳忒米西昂逃走、不愿留守的人。” 且看他曾享有何等的荣耀: “这便是那位阿得曼托斯的坟墓,全赖他的谋略, 全希腊才戴上了自由的花冠。” 因为死后获此殊荣,绝不可能属于一个懦夫和叛徒;若非因那些伟绩而享有极高的威望与光彩,他也绝不敢给女儿们分别起名为瑙西尼刻、阿克罗提尼昂和亚历克西比娅,并将儿子命名为阿里斯忒阿斯。再者,希腊妇女中唯独科林斯的妇女作出了那高尚而神圣的祈祷,祈求女神将抗击蛮族的战斗热情注入男人们的心中——这不仅希罗多德一派绝无可能不知,就连最偏远的卡里亚人也不可能不晓。因为此事名扬天下,当青铜造像被立在阿佛洛狄忒神庙时(据说该神庙由美狄亚建立,有人说是为了平息她对丈夫的爱火,有人说是为了让女神平息伊阿宋对忒提斯的爱恋),西蒙尼德斯为此撰写了题铭诗: “这些女子为希腊人以及英勇对敌的同胞市民, 向塞浦路斯女神立下了神圣的祈愿而侍立于此; 因为神圣的阿佛洛狄忒并不决意 将希腊人的卫城出卖给持弓的玛代人。” 他本应当记述这些,缅怀这些,而不是将阿梅诺克勒斯弑杀亲子的故事强行塞入书中。
- 870bἐν χερσὶ τῶν πολεμίων γενομένων
属格独立结构。短语 ἐν χερσὶ γίγνεσθαι 为习语,意为“(与敌人)陷入近身肉搏/接舷交战”。
- 870dἀπιστουμένους μὲν τῆς διαβολῆς, Κορινθίους ἀδοξεῖν, ἀπιστουμένης δέ, Ἀθηναίους
对照句结构(μέν...δέ)。逻辑上形成二难推论:若诽谤被信以为真,则科林斯人蒙受污名;若诽谤不被相信,则雅典人因造谣而蒙受污名。
- 871bοὐχ ὅπως τοὺς περὶ τὸν Ἡρόδοτον ἀγνοῆσαι πιθανὸν ἦν, ἀλλʼ οὐδὲ τὸν ἔσχατον Καρῶν
惯用结构 οὐχ ὅπως ... ἀλλʼ οὐδέ(意为“不仅不……甚至连……也不”,相当于拉丁语 non modo non ... sed ne ... quidem)。不定式 ἀγνοῆσαι 作 πιθανὸν ἦν 的主语补足成分,两组对格为其逻辑主语。
