- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. V. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1893.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg123.humanitext-grc2:36-38
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
普鲁塔克严厉谴责希罗多德将纳克索斯全体居民诬指为叛徒并隐瞒德谟克利托斯的战功,同时指责他把地米斯托克利在萨拉米斯的海战智谋归功于穆涅西菲洛斯,却将自己的同乡阿尔特米西亚过度拔高为预言家加以吹捧。
οὐ δεῖ δὲ θαυμάζειν, εἰ τοῖς ἀτυχήσασιν ἔγκειται πικρῶς, ὅπου καὶ τοὺς παραγενομένους καὶ συγκινδυνεύσαντας εἰς τὴν τῶν πολεμίων μερίδα καὶ προδοτῶν μετατίθησι. Νάξιοι γὰρ τρεῖς ἔπεμψαν τριήρεις συμμάχους τοῖς βαρβάροις, εἷς δὲ τῶν τριηράρχων Δημόκριτος ἔπεισε τοὺς ἄλλους ἑλέσθαι τὰ τῶν Ἑλλήνων οὕτως; οὐδʼ ἐπαινεῖν ἄνευ τοῦ ψέγειν οἶδεν, ἀλλʼ ἵνʼ εἷς ἀνὴρ ἐγκωμιασθῇ, πόλιν ὅλην δεῖ κακῶς ἀκοῦσαι καὶ δῆμον. ἀντιμαρτυρεῖ δʼ αὐτῷ τῶν μὲν πρεσβυτέρων Ἑλλάνικος τῶν δὲ νεωτέρων Ἔφορος, ὁ μὲν ἓξ ὁ δὲ πέντε ναυσὶ τοὺς Ναξίους ἐλθεῖν τοῖς Ἕλλησι βοηθοῦντας ἱστορήσας. αὐτὸς δὲ καὶ παντάπασιν ἑαυτὸν ὁ Ἡρόδοτος ἐξελέγχει ταῦτα πλαττόμενον. οἱ μὲν γὰρ Ναξίων ὡρογράφοι λέγουσι καὶ πρότερον Μεγαβάτην ἀπώσασθαι ναυσὶ διακοσίαις ἐπιπλεύσαντα τῇ νήσῳ, καὶ Δᾶτιν αὖθις τὸν στρατηγὸν ἐξελάσαι καταπλεύσαντα πλοίοις ἑκατόν, εἰ δέ, ὡς Ἡρόδοτος εἴρηκεν ἀλλαχόθι, τὴν μὲν πόλιν αὐτῶν ἐμπρήσαντες διέφθειραν, οἱ δʼ ἄνθρωποι καταφυγόντες εἰς τὰ ὄρη διεσώθησαν, ἦπου καλὴν αἰτίαν εἶχον τοῖς ἀπολέσασι τὴν πατρίδα πέμπειν βοήθειαν, ἀλλὰ μὴ τοῖς ἀμυνομένοις ὑπὲρ τῆς κοινῆς ἐλευθερίας ἀμύνειν.1 ὅτι δʼ οὐκ ἐπαινέσαι βουληθεὶς Δημόκριτον, ἀλλʼ ἐπʼ αἰσχύνῃ Ναξίων συνέθηκε τὸ ψεῦδος, δῆλός ἐστι τῷ παραλιπεῖν ὅλως καὶ παρασιωπῆσαι τὸ Δημοκρίτου κατόρθωμα καὶ τὴν ἀριστείαν, ἣν ἐπιγράμματι, Σιμωνίδης ἐδήλωσε "Δημόκριτος τρίτος ἦρξε μάχης, ὅτε πὰρ Σαλαμῖνα Ἕλληνες Μήδοις σύμβαλον ἐν πελάγει πέντε δὲ νῆας ἕλεν δηίων, ἕκτην δʼ ὑπὸ χεῖρα ῥύσατο βαρβαρικὴν Δωρίδʼ ἁλισκομένην."
然而,如果他对遭遇不幸者严加苛责,人们并不必感到惊讶,因为他甚至把那些前来相助并共担危险的人也划入了敌人与叛徒的阵营。 他说:“因为纳克索斯人派出了三艘三层桨座战船作为蛮族的盟友,但三层桨座战船指挥官之一的德谟克利托斯说服其他人选择站在希腊人一边。” 如此看来,他竟不懂得不贬损便无法赞美,为了褒扬一人,整座城邦与全体公民都必须蒙受恶名。在早期的作家中有赫拉尼库斯、较晚的作家中有埃福罗斯,他们都作出了与他相反的见证:前者记载纳克索斯人以六艘船、后者记载以五艘船前来援助希腊人。不仅如此,希罗多德在编造这些谎言时完全是在自相矛盾。因为纳克索斯的编年史家说,他们早先曾击退率二百艘战船进犯该岛的梅伽巴特斯,此后又驱逐了率百艘战船来袭的将领达提斯;然而,假若正如希罗多德在别处所说的那样,〔波斯人〕纵火烧毁并破坏了他们的城邦,居民逃入山中才得以幸免,那么他们难道真有充分的理由去援助那些毁灭自己祖国的人,而不去协助那些为共同的自由而御敌的人吗?至于说他编造这一谎言并非想要赞美德谟克利托斯,而是为了羞辱纳克索斯人,这从他全然省略并隐瞒德谟克利托斯的功勋与英勇事迹中便显而易见——西蒙尼德斯曾在题铭诗中这样写道: “在萨拉米斯海峡希腊人与玛代人 于浩瀚海面交战之际,德谟克利托斯第三个投入战斗; 他捕获了敌人的五艘战舰,又救回了第六艘—— 一艘正落入蛮族之手的多利斯船。”
ἀλλὰ τί ἄν τις ἀγανακτοίη περὶ Ναξίων; εἰ γάρ εἰσιν ἀντίποδες ἡμῶν, ὥσπερ ἔνιοι λέγουσι, τῆς γῆς τὰ κάτω περιοικοῦντες, οἶμαι μηδʼ ἐκείνους ἀνηκόους εἶναι Θεμιστοκλέους καὶ τοῦ Θεμιστοκλέους βουλεύματος, ὃ βουλεύσας τῇ Ἑλλάδι ναυμαχῆσαι πρὸ τῆς Σαλαμῖνος ἱδρύσατο ναὸν Ἀριστοβούλης Ἀρτέμιδος ἐν Μελίτῃ, τοῦ βαρβάρου καταπολεμηθέντος. τοῦτο μὲν τοῦ Θεμιστοκλέους ὁ χαρίεις συγγραφεὺς ὅσον ἐφʼ ἑαυτῷ2 παραιρούμενος καὶ τὴν δόξαν εἰς ἕτερον μεταφέρων ταυτὶ γράφει κατὰ λέξιν ἐνταῦθα δὴ Θεμιστοκλέα ἀφικόμενον ἐπὶ τὴν νέα εἴρετο Μνησίφιλος ἀνὴρ Ἀθηναῖος, ὃ τι σφι εἴη βεβουλευμένον πυθόμενος δὲ πρὸς αὐτοῦ, ὡς εἴη δεδογμένον ἀνάγειν τὰς νέας πρὸς τὸν Ἰσθμὸν καὶ πρὸ τῆς Πελοποννήσου ναυμαχέειν, εἶπε οὐκ ἄρα, ἢν ἀπαίρωσι τὰς νέας ἀπὸ Σαλαμῖνος, οὐδὲ περὶ μιῆς ἔτι πατρίδος ναυμαχήσεις· κατὰ γὰρ πόλεις ἕκαστοι τρέψονται. καὶ μετʼ ὀλίγον ἀλλὰ εἴ τις ἔστι μηχανή, ἴθι τε καὶ πειρῶ διαχέαι τὰ βεβουλευμένα, ἤν κως δύνῃ ἀναγνῶσαι Εὐρυβιάδεα μεταβουλεύσασθαι ὥστε αὐτοῦ μενεῖν εὖθʼ ὑπειπὼν ὅτι κάρτα τῷ Θεμιστοκλεῖ ἤρεσε ἡ ὑποθήκη, καὶ οὐδὲν πρὸς ταῦτα ἀμειψάμενος ἀφίκετο πρὸς τὸν Εὐρυβιάδην πάλιν αὐταῖς λέξεσι γέγραφεν ἐνταῦθα δὲ Θεμιστοκλῆς παριζόμενὸς οἱ καταλέγει κεῖνά τε πάντα ἃ ἤκουσε Μνησιφίλου ἑωυτοῦ ποιεύμενος, καὶ ἄλλα προστιθείς. ὁρᾷς ὅτι κακοηθείας προστρίβεται τἀνδρὶ δόξαν, ἴδιον αὐτοῦ βούλευμα ποιεῖσθαι τὸ τοῦ Μνησιφίλου3 λέγων;
然而何必为纳克索斯人愤慨呢?因为即便真如某些人所言,存在居住在地球另一侧底部的对跖人,我想就连他们也不会未曾听闻地米斯托克利以及地米斯托克利的谋略——他谋划让希腊在萨拉米斯海峡前展开海战,并在制服蛮族之后,于梅里特建立了善谋阿尔忒弥斯的神庙。这位风趣的史家在力所能及的范围内从地米斯托克利身上剥夺这一功绩,将荣耀转归他人,一字不差地写道: “此时,地米斯托克利来到船上,雅典人穆涅西菲洛斯问他们商议定了什么;从他口中得知已决定将船队开往地峡并在伯罗奔尼撒前展开海战之后,他便说:‘那么,如果他们把战船撤离萨拉米斯,你就不再是为一个统一的祖国而战了;因为每个人都会奔向各自的城邦。’”不久后他又说:“‘但如果有任何办法,快去设法推翻已定之谋,看你是否能以某种方式说服欧律比亚德斯改变主意留在原地。’” 接着他又附言道: “地米斯托克利极赞同这个建议,未予任何答复便去见欧律比亚德斯。” 然后他又用同样的原话写道: “在那儿,地米斯托克利坐在他身旁,把他从穆涅西菲洛斯那里听来的一切全都化为己有,倾囊相告,并且还增添了其他的话。” 你难道看不出他说〔地米斯托克利〕把穆涅西菲洛斯的谋略当作自己的谋略,从而把卑鄙的恶名强加在这位勇士身上吗?
ἔτι δὲ μᾶλλον τῶν Ἑλλήνων καταγελῶν Θεμιστοκλέα μὲν οὔτε φησὶ φρονῆσαι τὸ συμφέρον ἀλλὰ παριδεῖν, ὃς Ὀδυσσεὺς ἐπωνομάσθη διὰ τὴν φρόνησιν Ἀρτεμισίαν δὲ τὴν Ἡροδότου πολῖτιν, μηδενὸς διδάξαντος, αὐτὴν ἀφʼ ἑαυτῆς ἐπινοήσασαν Ξέρξῃ προειπεῖν, ὡς οὐχ οἷοί τε πολλὸν χρόνον ἔσονταί τοι ἀντέχειν οἱ Ἕλληνες, ἀλλά σφεας διασκεδᾷς, κατὰ πόλεις δὲ ἕκαστοι φεύξονται καὶ οὐκ εἰκὸς αὐτούς, ἢν σὺ ἐπὶ τὴν Πελοπόννησον ἐλαύνῃς τὸν πεζὸν στρατόν, ἀτρεμήσειν, οὐδέ σφι μελήσειν πρὸ τῶν Ἀθηνέων ναυμαχέειν ἢν δὲ αὐτίκα ἐπειχθῇς ναυμαχῆσαι, δειμαίνω μὴ ὁ ναυτικὸς στρατὸς κακωθεὶς καὶ τὸν πεζὸν προσδηλήσηται ταῦτα μὲν οὖν μέτρων ἐνδεῖ τῷ Ἡροδότῳ, Σίβυλλαν ἀποφῆναι τὴν Ἀρτεμισίαν4 τὰ μέλλοντα προθεσπίζουσαν οὕτως ἀκριβῶς. διὸ καὶ Ξέρξης αὐτῇ παρέδωκε τοὺς ἑαυτοῦ παῖδας ἀπάγειν εἰς Ἔφεσον· ἐπελέληστο γὰρ ἐκ Σούσων, ὡς ἔοικεν, ἄγειν γυναῖκας, εἰ γυναικείας ἐδέοντο παραπομπῆς οἱ παῖδες.
更嘲弄希腊人的是,他说那位因智慧而被冠以奥德修斯之名的地米斯托克利,不仅未能思虑到何为有利,反而对此视而不见;而希罗多德的同乡阿尔特米西亚,却在无人指教的情况下全凭自己谋划出来,向薛西斯预言道: “希腊人不可能长久对抗你,你必将使他们四散奔逃,各自逃往本邦;假若你率步兵向伯罗奔尼撒进军,他们绝不会按兵不动,也不会顾及为雅典展开海战。但若你立即急于海战,我担心水军一旦受挫,还会连累步兵一同遭殃。” 希罗多德写下这些话,距离把阿尔特米西亚宣布为如此精确预言未来的西比拉女预言家,仅仅缺少了诗歌的韵律而已。因此薛西斯也将自己的子嗣托付给她带往以弗所——因为看起来,假若王子们需要妇人护送,他显然忘记了从苏萨带出女眷!
- 869bἦπου καλὴν αἰτίαν εἶχον τοῖς ἀπολέσασι τὴν πατρίδα πέμπειν βοήθειαν, ἀλλὰ μὴ τοῖς ἀμυνομένοις ὑπὲρ τῆς κοινῆς ἐλευθερίας ἀμύνειν
小词 ἦπου 引导强烈的反讽语气(“难道他们真有充分的理由……”),字面上的 καλὴν αἰτίαν εἶχον(有着正当理由)实为反语。其后支配不定词短语 πέμπειν 与 ἀλλὰ μὴ... ἀμύνειν,将“援助毁灭祖国的侵略者”与“不去帮助为共同自由而战的同胞”形成鲜明对比,揭露其荒谬性。
- 869dὅσον ἐφʼ ἑαυτῷ
由副词性中性宾格 ὅσον(“凡是……所能及”)与介词短语 ἐφʼ ἑαυτῷ(“在他自己力所能及的范围内”)构成的习用句式,意为“凡是在他力所能及的范围内 / 竭其所能”,修饰分词 παραιρούμενος,生动表现了希罗多德竭力剥夺地米斯托克利功绩的意图。
- 869eἴδιον αὐτοῦ βούλευμα ποιεῖσθαι τὸ τοῦ Μνησιφίλου
中动不定词 ποιεῖσθαι 带双宾格结构:直接宾格为 τὸ τοῦ Μνησιφίλου(“穆涅西菲洛斯的谋略”),补足谓语宾格为 ἴδιον αὐτοῦ βούλευμα(“他自己的计谋”)。普鲁塔克以此指责希罗多德故意把剽窃他人谋略的恶名扣在地米斯托克利头上。
- 870aταῦτα μὲν οὖν μέτρων ἐνδεῖ τῷ Ἡροδότῳ, Σίβυλλαν ἀποφῆναι τὴν Ἀρτεμισίαν
非人称动词短语 μέτρων ἐνδεῖ(“缺少韵律”)接与格 τῷ Ἡροδότῳ,后接表结果的不定词 Σίβυλλαν ἀποφῆναι(“宣称……为西比拉女预言家”)。普鲁塔克在此极尽讽刺之能事,意谓希罗多德对阿尔特米西亚的吹捧详尽神准,除了不是用格律诗写成之外,简直与神谕女巫西比拉的预言毫无二致。
