- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. V. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1893.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg123.humanitext-grc2:35
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者强烈谴责希罗多德将历经重创而誓死抵抗的福基斯人的功绩歪曲为仅凭对色萨利人的私仇,并列举其他希腊城邦在国难面前捐弃前嫌的例证对此进行了严厉反驳。
ἔδει μὲν οὖν μηδὲ τοῖς μηδίσασιν Ἑλλήνων ἄγαν ἐπεμβαίνειν, καὶ ταῦτα Θούριον μὲν ὑπὸ τῶν ἄλλων νομιζόμενον αὐτὸν δὲ Ἁλικαρνασέων περιεχόμενον,1 οἳ Δωριεῖς ὄντες μετὰ τῆς γυναικωνίτιδος ἐπὶ τοὺς Ἕλληνας ἐστράτευσαν ὁ δὲ τοσοῦτον ἀποδεῖ τοῦ πραότερον ὀνομάζειν τὰς τῶν μηδι σάντων ἀνάγκας, ὥστε περὶ Θετταλῶν διηγησάμενος, ὅτι Φωκεῦσιν, ἐχθροῖς καὶ πολεμίοις οὖσι, προσέπεμψαν, ἐπαγγελλόμενοι τὴν χώραν αὐτῶν ἀβλαβῆ διαφυλάξειν, εἰ πεντήκοντα τάλαντα μισθὸν λάβοιεν, ταῦτα περὶ Φωκέων γέγραφεν αὐτοῖς ὀνόμασιν οἱ γὰρ Φωκεῖς μοῦνοι τῶν ταύτῃ ἀνθρώπων οὐκ ἐμήδιζον, κατʼ ἄλλο μὲν οὐδέν, ὡς ἐγὼ συμβαλλόμενος εὑρίσκω, κατὰ δὲ τὸ ἔχθος τὸ Θεσσαλῶν εἰ δὲ Θεσσαλοὶ τὰ Ἑλλήνων ηὖξον, ὡς ἐμοὶ δοκεῖ, ἐμήδιζον ἂν οἱ Φωκεῖς. καίτοι μετὰ μικρὸν αὐτὸς ἐρεῖ τρισκαίδεκα πόλεις τῶν Φωκέων ὑπὸ τοῦ βαρβάρου κατακεκαῦσθαι, διεφθάρθαι τὴν χώραν, ἐμπεπρῆσθαι τὸ ἐν Ἄβαις ἱερόν, ἄνδρας ἀπολωλέναι καὶ γυναῖκας, ὅσοι μὴ διαφυγόντες ἔφθησαν εἰς τὸν Παρνασόν. ἀλλʼ ὅμως τοὺς τὰ ἔσχατα παθεῖν ἐπὶ τῷ μὴ προέσθαι τὸ καλὸν ὑπομείναντας εἰς τὴν αὐτὴν ἔθετο κακίαν τοῖς προθυμότατα μηδίσασι καὶ τὰ ἔργα τῶν ἀνδρῶν ψέξαι μὴ δυνηθεὶς αἰτίας ἐκάθητο φαύλας καὶ ὑπονοίας ἐπὶ τοῦ γραφείου συντιθεὶς κατʼ αὐτῶν καὶ κελεύων οὐκ ἀφʼ ὧν ἔπραξαν, ἀλλʼ ἀφʼ ὧν ἔπραξαν ἄν, εἰ μὴ ταῦτα Θεσσαλοῖς ἔδοξε, κρίνεσθαι τὴν διάνοιαν αὐτῶν, ὥσπερ χώρας ἀντειλημμένης ὑφʼ ἑτέρων τῆς προδοσίας ἀπολειφθέντας.2 εἰ τοίνυν Θεσσαλούς τις ἐπιχειρεῖ τοῦ μηδισμοῦ παραιτεῖσθαι, λέγων ὡς οὐ ταῦτʼ ἐβούλοντο, τῇ δὲ πρὸς Φωκέας διαφορᾷ τοῖς Ἕλλησι προστιθεμένους ὁρῶντες αὐτοὶ παρὰ γνώμην ἐμήδισαν, ἆρʼ οὐκ ἂν αἴσχιστα κολακεύειν ἔδοξε καὶ πρὸς ἑτέρων χάριν αἰτίας χρηστὰς ἐπὶ πράγμασι φαύλοις πορίζων διαστρέφειν τὴν ἀλήθειαν; ἐγὼ μὲν οἶμαι. πῶς οὖν οὐ περιφανέστατα δόξει συκοφαντεῖν ὁ μὴ διʼ ἀρετὴν τὰ βέλτιστα Φωκεῖς ἑλομένους ἀποφαινόμενος, ἀλλʼ ὅτι τἀναντία Θεσσαλοὺς ἔγνωσαν φρονοῦντας; οὐδὲ γὰρ εἰς ἑτέρους, ὥσπερ εἴωθεν, ἀνάγει τὴν διαβολὴν ἀκηκοέναι λέγων ἀλλʼ αὐτὸς εὑρίσκειν συμβαλλόμενος. εἰπεῖν οὖν ἔδει τὰ τεκμήρια, διʼ ὧν ἐπείσθη τοὺς ὅμοια πράττοντας τοῖς ἀρίστοις ταὐτὰ τοῖς φαυλοτάτοις διανοηθῆναι· τὸ γὰρ τῆς ἔχθρας γελοῖόν ἐστιν· οὔτε γὰρ Αἰγινήτας ἐκώλυσεν ἡ πρὸς Ἀθηναίους διαφορὰ καὶ Χαλκιδεῖς ἡ πρὸς Ἐρετριέας καὶ Κορινθίους ἡ πρὸς Μεγαρέας τῇ Ἑλλάδι συμμαχεῖν οὐδʼ αὖ πάλιν Θεσσαλοὺς μηδίζοντες οἱ πολεμιώτατοι Μακεδόνες τῆς πρὸς τὸν βάρβαρον φιλίας ἀπέστρεψαν τὰς γὰρ ἰδίας ἀπεχθείας ὁ κοινὸς ἀπέκρυψε κίνδυνος, ὥστε τῶν ἄλλων παθῶν ἐκπεσόντας ἢ τῷ καλῷ διʼ ἀρετὴν ἢ τῷ συμφέροντι διʼ ἀνάγκην προστίθεσθαι τὴν γνώμην. οὐ μὴν ἀλλὰ καὶ μετὰ τὴν ἀνάγκην ἐκείνην, κατελήφθησαν ὑπὸ Μήδοις γενέσθαι,3 πάλιν μετεβάλοντο πρὸς τοὺς Ἕλληνας οἱ ἄνδρες, καὶ Λακράτης μὲν αὐτοῖς ὁ Σπαρτιάτης ἄντικρυς ἐμαρτύρησεν· αὐτὸς δʼ ὁ Ἡρόδοτος ὥσπερ ἐκβιασθεὶς ἐν τοῖς Πλαταιικοῖς ὁμολογεῖ καὶ Φωκέας παραγενέσθαι τοῖς Ἕλλησιν.
因此,他本不该对依附波斯的希腊人落井下石,尤其是世人皆认为他是图里伊人,他自己却自附于哈利卡那索斯人——这些人身为多利斯人,却追随深宫妇人出征攻打希腊人。然而,他不仅没有对依附波斯者的身不由己稍加体谅,反而在叙述了色萨利人遣使前往世仇宿敌福基斯人那里、许诺若能获得五十塔兰同酬金便确保其土地完好无损之后,竟用如下原话记载了福基斯人: “因为福基斯人是此地唯一没有依附波斯的民众,据我推究考查,这完全不出于别的缘由,而仅仅是出于对色萨利人的仇恨;假使色萨利人支持了希腊人的事业,依我看,福基斯人早就依附波斯了。” 然而不久之后,他自己就将讲到福基斯的十三座城邑被蛮族焚毁,国土遭到蹂躏,阿拜的神庙被纵火焚烧,凡未能及时逃入帕尔纳索斯山的人,无论男女皆遭残灭。尽管如此,他竟把那些为了不背弃崇高荣誉而甘受酷烈苦难的人,与那些最急切依附波斯的人打成同样的恶徒;他既然无法指责这些勇士的实际行动,便坐在书案前罗织琐细的罪名与猜疑,命令人们不要根据他们的所作所为,而要根据倘若色萨利人没有那样决定他们本会做出的举动,来裁断他们的心迹——仿佛他们只是因为叛国之位已被他人先占,才未能实现叛国似的! 那么,若有人试图替色萨利人依附波斯开脱,宣称他们本不愿如此,而是出于对福基斯人的嫌隙,看到〔他们〕倒向希腊人,自己才违心投靠波斯,这人难道不会显得是在进行极可耻的谄媚,通过给恶行编造体面的理由来曲解真理以讨好他人吗?我正是这样认为的。既然如此,当他宣称福基斯人并非因美德而选择崇高事业,仅因获知色萨利人意志相左时,难道能不被极显明地视为构陷污蔑吗?因为他这一次甚至没有像往常那样推托说是听别人说的而将中伤归于他人,反而声称是自己推究考查所得。那么他就理当拿出证据来,说明他是凭什么相信那些与至善者行为无异的人,内心却怀有与至恶者相同的心思。拿仇恨作为理由实属荒谬可笑:因为埃吉纳人对雅典人的嫌隙、哈尔基斯人对埃雷特里亚人的嫌隙、科林斯人对墨加拉人的嫌隙,都未能阻止他们与全希腊结盟;反之,作为最大死敌的马其顿人依附波斯,也并未能使色萨利人背弃与蛮族的交好。共同的危难掩盖了私人的宿怨,使他们摒弃了其余的情绪,或因美德而心向崇高,或因迫切而心从利益。不仅如此,即便在被迫臣服于玛代人的那场灾难之后,这些人依然重新转回希腊人一边,斯巴达人拉克拉特斯曾明确为他们作证;就连希罗多德自己,在普拉提亚的记述中也仿佛被迫承认了福基斯人同样奔赴希腊同盟。
- 35καὶ ταῦτα Θούριον μὲν ὑπὸ τῶν ἄλλων νομιζόμενον αὐτὸν δὲ Ἁλικαρνασέων περιεχόμενον
成语 καὶ ταῦτα(“而且、尤其是……”)引出让步性的分词对比结构,连接了 Θούριον μὲν ... νομιζόμενον 与 αὐτὸν δὲ ... περιεχόμενον 两项。中动相动词 περιέχομαι 接属格意为“依恋、执着于”。此处是对希罗多德的尖锐讽刺:世人视其为图里伊公民,他自己却执着于哈利卡那索斯人的身份,而该邦在阿尔忒米西亚女王(“后宫深处之人”)统领下曾公然投靠波斯侵犯希腊。
- 868cὥσπερ χώρας ἀντειλημμένης ὑφʼ ἑτέρων τῆς προδοσίας ἀπολειφθέντας
在句法上,ὥσπερ 引导一个属格独立结构(χώρας ἀντειλημμένης ὑφʼ ἑτέρων,“席位已被他人先占”),其后接与逻辑主语福基斯人一致的宾格分词 ἀπολειφθέντας。动词 ἀπολείπομαι 搭配属格 τῆς προδοσίας 表示“错失、未能参与(叛国)”。整句话以讽刺的口吻指出,希罗多德把福基斯人描绘得宛如是因为叛徒的席位被色萨利人抢占、才不得不落选叛国一样。
- 868eκατελήφθησαν ὑπὸ Μήδοις γενέσθαι
紧接前文的 μετὰ τὴν ἀνάγκην ἐκείνην,本句作为一个承前解释迫切处境的并列/省略关系从句。被动态动词 καταλαμβάνομαι 接不定词表示“陷于某种处境、被迫/不得已而做某事”。此处指福基斯人在蛮族大军压境的极度危难之下,身不由己地被迫落入玛代人支配之下的险境。
