- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. V. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1893.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg123.humanitext-grc2:34
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者严厉批驳了希罗多德将希腊人在阿耳忒弥西昂的撤退执拗地诬称为“逃遁”并将胜利贬低为受贿产物的作法,并援引品达的诗句与神庙铭文加以反驳。
ἐν δὲ τῇ ὀγδόῃ τοὺς Ἕλληνάς φησι καταδειλιάσαντας ἀπὸ τοῦ Ἀρτεμισίου δρησμὸν βουλεύεσθαι ἔσω εἰς τὴν Ἑλλάδα, καὶ τῶν Εὐβοέων δεομένων ὀλίγον ἐπιμεῖναι χρόνον, ὅπως ὑπεκθοῖντο γενεὰς καὶ τὸ οἰκετικόν, ὀλιγωρεῖν, ἄχρι οὗ Θεμιστοκλῆς ἀργύριον λαβὼν Εὐρυβιάδῃ τε μετέδωκε καὶ Ἀδειμάντῳ τῷ Κορινθίων στρατηγῷ·, τότε δὲ μεῖναι καὶ διαναυμαχῆσαι πρὸς τοὺς βαρβάρους ὁ μὲν Πίνδαρος οὐκ ὢν συμμάχου πόλεως ἀλλὰ μηδίζειν αἰτίαν ἐχούσης, ὅμως τοῦ Ἀρτεμισίου μνησθεὶς ἐπιπεφώνηκεν "ὅθι παῖδες Ἀθαναίων ἐβάλοντο φαεννὰν κρηπῖδʼ ἐλευθερίας" Ἡρόδοτος δέ, ὑφʼ οὗ κεκοσμῆσθαί τινες ἀξιοῦσι τὴν Ἑλλάδα, δωροδοκίας καὶ κλοπῆς ἔργον ἀποφαίνει τὴν νίκην ἐκείνην γενομένην καὶ τοὺς Ἕλληνας ἀκουσίως ἀγωνισαμένους, ὑπὸ τῶν στρατηγῶν ἐξαπατηθέντας ἀργύριον λαβόντων. καὶ τοῦτο πέρας οὐ γέγονεν αὐτῷ τῆς κακοηθείας· ἀλλὰ πάντες μὲν ἄνθρωποι σχεδὸν ὁμολογοῦσι ταῖς ναυμαχίαις αὐτόθι κρατοῦντας τοὺς Ἕλληνας ὅμως ὑφέσθαι τοῦ Ἀρτεμισίου τοῖς βαρβάροις, τὰ περὶ Θερμοπύλας ἀκούσαντας· οὐδὲ γὰρ ἦν ὄφελος ἐνταῦθα καθημένους φρουρεῖν τὴν θάλασσαν, ἐντὸς Πυλῶν τοῦ πολέμου γεγονότος καὶ Ξέρξου τῶν παρόδων κρατοῦντος. Ἡρόδοτος δέ, πρὶν ἀπαγγελῆναι τὸν Λεωνίδου θάνατον, ἤδη ποιεῖ τοὺς Ἕλληνας βουλευομένους ἀποδιδράσκειν· λέγει δʼ οὕτω τρηχέως δὲ περιεφθέντες,1 καὶ οὐχ ἥκιστα Ἀθηναῖοι, τῶν αἱ ἡμίσειαι τῶν νεῶν τετρωμέναι ἦσαν, δρησμὸν ἐβούλευον εἰς τὴν Ἑλλάδα καίτοι τὴν πρὸ τοῦ ἀγῶνος ἀναχώρησιν οὕτως ὀνομάσαι μᾶλλον δʼ ὀνειδίσαι δεδόσθω· ὁ δὲ καὶ πρότερον δρασμὸν εἶπεν καὶ νῦν δρασμὸν ὀνομάζει καὶ μετʼ ὀλίγον πάλιν ἐρεῖ δρασμόν· οὕτω πικρῶς τῷ ῥήματι προσπέφυκε. τοῖς βαρβάροισι αὐτίκα μετὰ ταῦτα πλοίῳ ἦλθε ἀνὴρ Ἑστιαιεύς, ἀγγέλλων τὸν δρησμὸν τὸν ἀπʼ Ἀρτεμισίου τῶν Ἑλλήνων οἱ δὲ ὑπὸ ἀπιστίης τὸν μὲν ἀγγέλλοντα εἶχον ἐν φυλακῇ, νέας δὲ ταχείας ἀπέστειλαν προκατοψομένας. τί σὺ λέγεις; ἀποδιδράσκειν ὡς κεκρατημένους, οὓς οἱ πολέμιοι μετὰ τὴν μάχην ἀπιστοῦσι φεύγειν ὡς πολὺ κρατοῦντας;2 εἶτα πιστεύειν ἄξιον τούτῳ γράφοντι περὶ ἀνδρὸς ἢ πόλεως μιᾶς, ὃς ἑνὶ ῥήματι τὸ νίκημα τῆς Ἑλλάδος ἀφαιρεῖται καὶ τὸ τρόπαιον καθαιρεῖ καὶ τὰς ἐπιγραφάς, ἃς ἔθεντο παρὰ τῇ Ἀρτέμιδι τῇ Προσηῴᾳ, κόμπον ἀποφαίνει καὶ ἀλαζονείαν; ἔχει δʼ οὕτω τοὐπίγραμμα "παντοδαπῶν ἀνδρῶν γενεὰς Ἀσίας ἀπὸ χώρας παῖδες Ἀθηναίων τῷδέ ποτʼ ἐν πελάγει ναυμαχίᾳ δαμάσαντες, ἐπεὶ στρατὸς ὤλετο Μήδων, σήματα ταῦτʼ ἔθεσαν παρθένῳ Ἀρτέμιδι." ἐν μὲν οὖν ταῖς μάχαις οὐκ ἔταξε τοὺς Ἕλληνας οὐδʼ ἐδήλωσεν ἣν ἑκάστη πόλις ἔχουσα χώραν ἐναυμάχησε, κατὰ δὲ τὸν ἀπόπλουν, ὃν αὐτὸς δρασμὸν προσαγορεύει, πρώτους φησὶ Κορινθίους πλεῖν ὑστάτους δʼ Ἀθηναίους.
此外,在第八卷中,他声称希腊人因恐惧而图谋从阿耳忒弥西昂向希腊内地逃遁;尤波亚人恳求他们暂留些许时日,以便撤离家眷和家奴,他们却置若罔闻,直到地米斯托克利收受了银钱,分给欧律比阿德斯以及科林斯人的将领阿得曼托斯;直到那时,他们才留下来与蛮族进行海战。品达虽然并非来自同盟城邦,而是来自背负依附波斯之名的城邦,但在提及阿耳忒弥西昂时依然高歌道: “雅典之子在此奠定了自由的光辉基石。” 然而,希罗多德——某些人竟认为希腊因他而增光添彩——却将那场胜利描绘成贿赂与盗窃的产物,称希腊人是被收了钱的将领们所欺骗,违心地进行战斗的。这还不是他恶毒的顶峰:世人几乎一致公认,希腊人虽在当地的海战中占据上风,但听闻温泉关的战况后,依然将阿耳忒弥西昂让给了蛮族;因为战火既已进入关内,薛西斯已掌控通道,驻守在此守卫海面已无济于事。然而希罗多德却在列奥尼达阵亡的消息传来之前,就写希腊人已经在图谋逃跑;他这样写道: “他们遭到了沉重打击,尤其是雅典人,其半数战船受损,因而图谋向希腊逃遁。” 即便姑且允许把交战前的撤退这样称呼——或者不如说这样斥责,但他此前称之为逃遁,现在称之为逃遁,稍后又再次称之为逃遁:他是如此恶毒地咬住这个字眼不放! “此后立刻,一名赫斯提埃亚人乘船来到蛮族那里,报告希腊人从阿耳忒弥西昂逃遁的消息。他们因心存疑虑,便将那送信人扣押看管,并派出了快船先行侦察探明。” 你到底在说什么?敌人在战后因认定希腊人大获全胜而根本不信他们会逃跑,你却说他们像战败者那样仓皇逃跑吗?那么,对于这样一个仅凭一个字眼就剥夺了全希腊的胜果、推倒了战利品纪念柱、并把希腊人立在朝阳阿耳忒弥斯神庙旁的铭文贬为吹嘘与虚荣的人,当他书写一个人或一座城邦时,难道还值得信任吗?那铭文是这样写的: “雅典之子曾在此海面上,以海战征服了来自亚洲之地的各色人等;在玛代大军败亡之际,他们将这些标记献给了贞洁的阿耳忒弥斯。” 在战斗中,他既没有为希腊人排定阵列,也没有说明各城邦具体占据何种战位进行海战;但在他自己称为逃遁的撤航之中,他却声称科林斯人航行在最前,而雅典人航行在最后。
- 867dτρηχέως δὲ περιεφθέντες
引自希罗多德伊奥尼亚方言的表达,使用动词 περιέπω(对待、处置)的被动不定过去时分词 περιεφθέντες,与副词 τρηχέως(粗暴地、严厉地)连用,意为“遭受沉重打击”或“吃尽苦头”。
- 867eοὓς οἱ πολέμιοι μετὰ τὴν μάχην ἀπιστοῦσι φεύγειν ὡς πολὺ κρατοῦντας
关系代词 οὓς 指代希腊人,作不定式 φεύγειν 的主语(宾格不定式结构,受 ἀπιστοῦσι 支配,“不相信他们在逃跑”)。分词短语 ὡς πολὺ κρατοῦντας 中,ὡς 引出表示主观视角的宾格分词,修饰 οὓς,意为“(敌人)认为他们大获全胜”。
