← 普鲁塔克

论希罗多德的恶意

§32-33

隐瞒列奥尼达夜袭与底比斯投降记载之谬

作者批评希罗多德隐瞒了列奥尼达在温泉关发动的夜袭,列举了斯巴达人的英勇言行,并指责希罗多德罗列琐事却遗漏崇高伟业乃出于恶意。随后,作者揭露了底比斯人被迫参战、投降、作证及受烙印等记载的种种荒谬与矛盾,斥责这位历史学家对真相的漠视。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§32

ὁ δʼ Ἡρόδοτος ἐν τῇ διηγήσει τῆς μάχης καὶ τοῦ Λεωνίδου τὴν μεγίστην ἠμαύρωκε πρᾶξιν, αὐτοῦ πεσεῖν πάντας εἰπὼν ἐν τοῖς στενοῖς περὶ τὸν Κολωνόν· ἐπράχθη δʼ ἄλλως. ἐπεὶ γὰρ ἐπύθοντο νύκτωρ τὴν περίοδον τῶν πολεμίων, ἀναστάντες ἐβάδιζον ἐπὶ τὸ στρατόπεδον καὶ τὴν σκηνὴν ὀλίγου δεῖν1 βασιλέως, ὡς ἐκεῖνον αὐτὸν ἀποκτενοῦντες καὶ περὶ ἐκείνῳ τεθνηξόμενοι μέχρι μὲν οὖν τῆς σκηνῆς ἀεὶ τὸν ἐμποδὼν φονεύοντες, τοὺς δʼ ἄλλους τρεπόμενοι προῆλθον· ἐπεὶ δʼ οὐχ εὑρίσκετο Ξέρξης, ζητοῦντες ἐν μεγάλῳ καὶ ἀχανεῖ στρατεύματι καὶ πλανώμενοι μόλις ὑπὸ τῶν βαρβάρων πανταχόθεν περιχυθέντων διεφθάρησαν, ὅσα δʼ ἄλλα πρὸς τούτῳ τολμήματα καὶ ῥήματα τῶν Σπαρτιατῶν παραλέλοιπεν, ἐν τῷ Λεωνίδου βίῳ γραφήσεται μικρὰ δ’ οὐ χεῖρόν ἐστι καὶ νῦν διελθεῖν. ἀγῶνα μὲν γὰρ ἐπιτάφιον αὐτῶν ἠγωνίσαντο πρὸ τῆς ἐξόδου καὶ τοῦτον ἐθεῶντο πατέρες αὐτῶν καὶ μητέρες· αὐτὸς δʼ ὁ Λεωνίδας πρὸς μὲν τὸν εἰπόντα παντελῶς ὀλίγους ἐξάγειν αὐτὸν ἐπὶ τὴν μάχην πολλοὺς μὲν ἔφη τεθνηξομένους· πρὸς δὲ τὴν γυναῖκα, πυνθανομένην ἐξιόντος εἴ τι λέγοι, μεταστραφεὶς εἶπεν ἀγαθοῖς γαμεῖσθαι καὶ ἀγαθὰ τίκτειν. ἐν δὲ Θερμοπύλαις μετὰ τὴν κύκλωσιν δύο τῶν ἀπὸ γένους ὑπεξελέσθαι βουλόμενος ἐπιστολὴν ἐδίδου τῷ ἑτέρῳ καὶ ἔπεμπεν ὁ δʼ οὐκ ἐδέξατο φήσας μετʼ ὀργῆς μαχατάς τοι, οὐκ ἀγγελιαφόρος, εἱπόμαν· τὸν δʼ ἕτερον ἐκέλευεν εἰπεῖν τι πρὸς τὰ τέλη τῶν Σπαρτιατῶν ὁ δʼ ἀπεκρίνατο τῷ πράγματι, καὶ τὴν ἀσπίδα λαβὼν εἰς τάξιν κατέστη. ταῦτʼ οὐκ ἄν τις ἐπετίμησεν, ἄλλου παραλιπόντος·2 ὁ δὲ τὴν Ἀμάσιδος ἀποψόφησιν καὶ τὴν τῶν ὄνων τοῦ κλέπτου προσέλασιν καὶ τὴν τῶν ἀσκῶν ἐπίδοσιν καὶ πολλὰ τοιαῦτα συναγαγὼν καὶ διαμνημονεύων, οὐκ ἀμελείᾳ δόξειεν ἂν καὶ ὑπεροψίᾳ προΐεσθαι καλὰ μὲν ἔργα καλὰς δὲ φωνὰς ἀλλʼ οὐκ εὐμενὴς ὢν πρὸς ἐνίους οὐδὲ δίκαιος.

然而,希罗多德在记叙这场战斗时,连列奥尼达最伟大的功业也给抹杀了,因为他声称所有人都是在当地隘口、即科洛诺斯山丘周围阵亡的;但实际发生的情形却并非如此。他们夜间得知敌人包抄迂回之后,便起身直奔敌营,几乎杀到了波斯王本人的帐篷,决心将他亲手击杀并战死在他身旁。于是,他们沿途不断砍杀挡道者,击溃其他人,一直推进到帐篷前;但由于不见薛西斯的踪影,在浩瀚无垠的敌军中搜寻徘徊,他们最终在四面八方涌来的蛮族合围之下力竭阵亡。此外,斯巴达人所展现的其余勇烈之举和言论,凡被他遗漏的,都将载入《列奥尼达传》,不过此刻略述一二也无伤大雅。他们在出征前为自己举行了葬礼竞技,他们的父母从旁观看了这一竞技;列奥尼达本人对那个说他带去参战的士兵实在太少的人说道: “去赴死的话,已经很多了。” 而当妻子在他启程时询问是否有话嘱咐时,他转过身说道: “嫁给善男,生养善子。” 在温泉关被合围之后,他想要保全同族的两人,便将一封信交给其中一人并打发他走;那人却不肯接受,愤然说道: “我随行是为了战斗,可不是为了当传令兵。” 他又命令另一人向斯巴达的执政官们带去口信;那人却以行动作答,抓起盾牌走入了战列。这些事情,若是别人遗漏了,原本谁也不会指责;但一个把阿玛西斯的放屁、盗贼驱赶毛驴、赠予皮囊以及许多诸如此类的事情全都搜罗并详加记述的人,若将崇高的伟业与崇高的言辞弃之不顾,看来绝非出于粗心或疏忽,而是因为他对某些人心怀不善、不讲公正。

§33

τοὺς δὲ Θηβαίους πρῶτον μέν φησι μετὰ τῶν Ἑλλήνων ἐόντας μάχεσθαι ὑπʼ ἀνάγκης ἐχομένους· οὐ γὰρ μόνον Ξέρξης, ὡς ἔοικεν, ἀλλὰ καὶ Λεωνίδας μαστιγοφόρους εἶχεν ἑπομένους, ὑφʼ ὧν οἱ Θηβαῖοι παρὰ γνώμην ἠναγκάζοντο μαστιγούμενοι μάχεσθαι. καὶ τίς ἂν ὠμότερος τούτου γένοιτο συκοφάντης, ὃς μάχεσθαι μὲν ὑπʼ ἀνάγκης φησὶ τοὺς ἀπελθεῖν καὶ φεύγειν δυναμένους, μηδίσαι δʼ ἑκόντας, οἷς οὐδεὶς παρῆν βοηθῶν; ἑξῆς δὲ τούτοις γέγραφεν, ὅτι τῶν ἄλλων ἐπειγομένων ἐπὶ τὸν Κολωνὸν ἀποσχισθέντες οἱ Θηβαῖοι χεῖρὰς τε προέτεινον καὶ ἤισαν ἆσσον τῶν βαρβάρων, λέγοντες τὸν ἀληθέστατον τῶν λόγων, ὡς μηδίσειαν, καὶ γῆν τε καὶ ὕδωρ ἔδοσαν βασιλεῖ, ὑπὸ δʼ ἀνάγκης ἐχόμενοι εἰς Θερμοπύλας ἀπικέατο καὶ ἀναίτιοι εἶεν τοῦ τρώματος τοῦ γενομένου βασιλεῖ· ταῦτα λέγοντες περιεγένοντο· εἶχον γὰρ καὶ Θεσσαλοὺς τούτων τῶν λόγων μάρτυρας. ὅρα διὰ τοσούτων ἐν βαρβάροις κραυγαῖς καὶ παμμιγέσι θορύβοις καὶ φυγαῖς καὶ διώξεσιν ἀκουομένην δικαιολογίαν καὶ μαρτύρων ἀνάκρισιν καὶ Θεσσαλοὺς μεταξὺ τῶν φονευομένων καὶ πατουμένων ὑπʼ ἀλλήλων παρὰ τὰ στενὰ Θηβαίοις συνδικοῦντας, ὅτι τῆς Ἑλλάδος αὐτοὺς κρατοῦντας ἄχρι Θεσπιέων ἔναγχος ἐξήλασαν περιγενόμενοι καὶ τὸν ἄρχοντα Λατταμύαν ἀποκτείναντες. ταῦτα γὰρ ὑπῆρχε Βοιωτοῖς τότε καὶ Θετταλοῖς πρὸς ἀλλήλους, ἐπιεικὲς δὲ καὶ φιλάνθρωπον οὐδέν. ἀλλὰ δὴ τῶν Θεσσαλῶν μαρτυρούντων, πῶς περιεγένοντο Θηβαῖοι; τοὺς μὲν αὐτῶν ἀπέκτειναν οἱ βάρβαροι προσιόντας ὡς αὐτὸς εἴρηκε· τοὺς δὲ πλεῦνας, κελεύσαντος Ξέρξεω, ἔστιξαν στίγματα βασιλήια, ἀρξάμενοι ἀπὸ τοῦ στρατηγοῦ Λεοντιάδεω. οὔτε Λεοντιάδης ἐν Θερμοπύλαις ἦν στρατηγός, ἀλλʼ Ἀνάξανδρος, ὡς Ἀριστοφάνης ἐκ τῶν κατʼ ἄρχοντας ὑπομνημάτων ἱστόρησε καὶ Νίκανδρος ὁ Κολοφώνιος· οὔτε γιγνώσκει τις ἀνθρώπων πρὸ Ἡροδότου στιχθέντας ὑπὸ Ξέρξου Θηβαίους ἐπεὶ μέγιστον ἦν ἀπολόγημα τῆς διαβολῆς καὶ καλῶς εἶχε τὴν πόλιν ἀγάλλεσθαι τοῖς στίγμασιν ἐκείνοις, ὡς Ξέρξου δικάσαντος ἐχθίστοις χρήσασθαι Λεωνίδῃ καὶ Λεοντιάδῃ· τοῦ μὲν γὰρ ᾐκίσατο πεπτωκότος τὸ σῶμα, τοῦ δὲ ζῶντος ἔστιξεν. ὁ δὲ τὴν μὲν εἰς Λεωνίδαν ὡμότητα δήλωμα ποιούμενος, ὅτι μάλιστα δὴ ἀνδρῶν ὁ βάρβαρος ἐθυμώθη ζῶντι Λεωνίδῃ, Θηβαίους δὲ καὶ μηδίζοντας λέγων ἐν Θερμοπύλαις στιχθῆναι καὶ στιχθέντας αὖθις ἐν Πλαταιαῖς μηδίζειν προθύμως δοκεῖ μοι, καθάπερ Ἱπποκλείδης ὁ τοῖς σκέλεσι χειρονομῶν ἐπὶ τῆς τραπέζης, εἰπεῖν ἂν ἐξορχούμενος τὴν ἀλήθειαν3 οὐ φροντὶς Ἡροδότῳ.

关于底比斯人,他首先声称: “他们虽与希腊人在一起,却是在被迫之下受制参战”;看来不仅薛西斯,连列奥尼达身后似乎也随带着监刑的鞭笞者,底比斯人是被他们用皮鞭抽打着违心强迫作战的。对于那些本可撤离和逃跑的人,他说他们是在被迫作战,而对于那些毫无援军到来的人,他却称他们是自愿依附波斯——天下还有比他更残酷的谗谤者吗?接着,他又写道: “当其他人仓皇奔向科洛诺斯时,底比斯人与他们分开,伸出双手走向蛮族,说着最为真实的话:他们早就归附了波斯,向王献上了水和土,来到温泉关实属被迫无奈,对于王所受的创伤并无罪责。凭借这些话,他们保住了性命,因为他们还有色萨利人作为这些话的证人。” 看哪,在蛮族如此震天的呼喊、纷乱的骚动以及奔逃与追击之中,辩护之声竟能被听见,证人竟能受到讯问;在隘口旁众人自相残杀、互相践踏之际,色萨利人竟在为底比斯人辩护——而底比斯人不久前才刚击败并驱逐了控制希腊直至特斯庇埃的色萨利人,还杀死了他们的统领拉塔米亚斯!当时波奥提亚人与色萨利人彼此之间正是这般深仇大恨,绝无任何宽容与情谊。就算色萨利人真的作证了,底比斯人又是如何保全性命的呢? “蛮族将走上前来的部分底比斯人杀死了”,正如他自己所言: “其余的大多数人,经薛西斯下令,从将领莱翁提亚德斯开始,都被烙上了王的印记。” 然而在温泉关担任将领的并非莱翁提亚德斯,而是阿纳克桑德罗斯,正如阿里斯托芬根据历任执政官的纪要所记载的那样,科洛封的尼坎德罗斯亦有同样记载。在希罗多德之前,世人也从未有人知晓底比斯人曾被薛西斯施以烙刑;因为这本是对那项诽谤的最强有力的辩护,该邦也本该为那些烙印感到自豪,仿佛薛西斯决意将列奥尼达与莱翁提亚德斯当作头号宿敌一般——对于前者,他在其阵亡后毁坏其尸身,对于后者,则在其生前打上烙印。然而,他一方面把对列奥尼达的残暴虐待作为证据,证明在世人中那蛮族最痛恨的莫过于活着的列奥尼达,另一方面却宣称底比斯人纵然依附波斯却在温泉关被打上烙印,受了烙刑之后却又在普拉提亚竭力依附波斯;在我看来,他就像那个在桌子上踢腿跳舞的希波克莱德斯一样,一边手舞足蹈地把真相踢开,一边说道: “希罗多德不在乎。”

语法注3 条
  1. 866aὀλίγου δεῖν

    成语性独立不定式短语,意为“几乎”、“差一点”,在此作副词性修饰,修饰名词短语 τὴν σκηνὴν ... βασιλέως,表示“几乎推进到了波斯王的营帐”。

  2. 866cοὐκ ἄν τις ἐπετίμησεν, ἄλλου παραλιπόντος

    由 ἄν 搭配不定过去时直陈语气(ἐπετίμησεν)构成的对过去相反假设的结论句(归结分句),其中的属格独立结构 ἄλλου παραλιπόντος 起到了条件从句的作用(相当于 εἰ ἄλλος παρέλιπεν,“如果是别人遗漏了”)。

  3. 867bἐξορχούμενος τὴν ἀλήθειαν

    化用了《历史》卷六中希波克莱德斯的著名典故(“跳舞跳掉了婚事”,参 ἀπορχήσαο τὸν γάμον)。复合动词分词 ἐξορχούμενος 带宾格直接宾语 τὴν ἀλήθειαν 作及物用法,意为“(手舞足蹈地)把真相踢开/抛弃”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg123.humanitext-grc2:32-33