- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. V. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1893.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg123.humanitext-grc2:31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
普鲁塔克驳斥了希罗多德出于私怨对底比斯人的中伤,揭露了其宣称列奥尼达在温泉关强留底比斯人充当人质的自相矛盾之处,并举出列奥尼达对其怀有善意的实证。
Ἀριστοφάνους δὲ τοῦ Βοιωτοῦ γράψαντος, ὅτι χρήματα μὲν αἰτήσας οὐκ ἔλαβε παρὰ Θηβαίων, ἐπιχειρῶν δὲ τοῖς νέοις διαλέγεσθαι καὶ συσχολάζειν ὑπὸ τῶν ἀρχόντων ἐκωλύθη διʼ ἀγροικίαν αὐτῶν καὶ μισολογίαν, ἄλλο μὲν οὐδέν ἐστι τεκμήριον ὁ δʼ Ἡρόδοτος τῷ Ἀριστοφάνει μεμαρτύρηκε, διʼ ὧν τὰ μὲν ψευδῶς, τὰ δὲ διὰ,1 τὰ δὲ ὡς μισῶν καὶ διαφερόμενος τοῖς Θηβαίοις ἐγκέκληκε; Θεσσαλοὺς μὲν γὰρ ὑπʼ ἀνάγκης ἀποφαίνεται μηδίσαι τὸ πρῶτον, ἀληθῆ λέγων· καὶ περὶ τῶν ἄλλων Ἑλλήνων μαντευόμενος ὡς προδόντων ἂν Λακεδαιμονίους. ὑπεῖπεν ὡς οὐχ ἑκόντων ἀλλʼ ὑπʼ ἀνάγκης ἁλισκομένων κατὰ πόλεις. Θηβαίοις δὲ τῆς αὐτῆς ἀνάγκης οὐ δίδωσι τὴν αὐτὴν συγγνώμην, καίτοι πεντακοσίους μὲν εἰς τὰ Τέμπη καὶ Μναμίαν στρατηγὸν ἔπεμψαν, εἰς δὲ Θερμοπύλας ὅσους ᾔτησε Λεωνίδας· οἳ καὶ μόνοι σὺν Θεσπιεῦσι παρέμειναν αὐτῷ, τῶν ἄλλων ἀπολιπόντων μετὰ τὴν κύκλωσιν· ἐπεὶ δὲ τῶν παρόδων κρατήσας ὁ βάρβαρος ἐν τοῖς ὅροις ἦν καὶ Δημάρατος ὁ Σπαρτιάτης διὰ ξενίας εὔνους ὢν Ἀτταγίνῳ τῷ προεστῶτι τῆς ὀλιγαρχίας διεπράξατο φίλον βασιλέως γενέσθαι καὶ ξένον, οἱ δʼ Ἕλληνες ἐν ταῖς ναυσὶν ἦσαν, πεζῇ δʼ οὐδεὶς προσήλαυνεν, οὕτω προσεδέξαντο τὰς διαλύσεις ὑπὸ τῆς μεγάλης ἀνάγκης ἐγκαταληφθέντες. οὔτε γὰρ θάλασσα καὶ νῆες αὐτοῖς παρῆσαν ὡς Ἀθηναίοις, οὔτʼ ἀπωτάτω κατῴκουν ὡς Σπαρτιᾶται τῆς Ἑλλάδος ἐν μυχῷ, μιᾶς δʼ ἡμέρας ὁδὸν καὶ ἡμισείας ἀπέχοντι τῷ Μήδῳ συστάντες ἐπὶ τῶν στενῶν καὶ διαγωνισάμενοι μετὰ μόνων Σπαρτιατῶν καὶ Θεσπιέων ἠτύχησαν. ὁ δὲ συγγραφεὺς οὕτως ἐστὶ δίκαιος, ὥστε Λακεδαιμονίους μὲν μονωθέντας καὶ γενομένους συμμάχων ἐρήμους τυχὸν ἄν φησιν ὁμολογίῃ χρήσασθαι πρὸς Ξέρξεα Θηβαίοις δὲ ταὐτὸ διὰ τὴν αὐτὴν ἀνάγκην παθοῦσι λοιδορεῖται. τὸ δὲ μέγιστον καὶ κάλλιστον ἔργον ἀνελεῖν μὴ δυνηθεὶς ὡς οὐ πραχθὲν αὐτοῖς, αἰτίῃ φαύλῃ καὶ ὑπονοίᾳ διαλυμαινόμενος ταῦτʼ ἔγραφεν οἱ μέν νυν ξύμμαχοι οἱ ἀποπεμπόμενοι ᾤχοντό τε ἀπιόντες καὶ ἐπείθοντο Λεωνίδῃ Θεσπιέες δὲ καὶ Θηβαῖοι κατέμειναν μοῦνοι παρὰ Λακεδαιμονίοισι τούτων δὲ Θηβαῖοι μὲν ἀέκοντες ἔμενον καὶ οὐ βουλόμενοι κατεῖχε γάρ σφεας Λεωνίδης ἐν ὁμήρων λόγῳ ποιεύμενος Θεσπιέες δὲ ἑκόντες μάλιστα, οἳ οὐδαμᾶ ἔφασαν ἀπολιπόντες Λεωνίδην καὶ τοὺς μετὰ τούτου ἀπαλλάξεσθαι Εἶτʼ οὐ δῆλός ἐστιν ἰδίαν τινὰ πρὸς Θηβαίους ἔχων ὀργὴν καὶ δυσμένειαν, ὑφʼ ἧς οὐ μόνον διέβαλε ψευδῶς καὶ ἀδίκως τὴν πόλιν, ἀλλʼ οὐδὲ τοῦ πιθανοῦ τῆς διαβολῆς ἐφρόντισεν, οὐδʼ ὅπως αὐτὸς ἑαυτῷ τἀναντία λέγων παρʼ ὀλίγους ἀνθρώπους οὐ φανεῖται συνειδώς;2 προειπὼν γὰρ ὡς ὁ Λεωνίδης, ἐπεὶ τʼ ᾔσθετο τοὺς συμμάχους ἐόντας ἀπροθύμους καὶ οὐκ ἐθέλοντας συγκινδυνεύειν, κελεύσαι σφέας ἀπαλλάττεσθαι· πάλιν μετʼ ὀλίγον λέγει τοὺς Θηβαίους ἄκοντας αὐτὸν κατασχεῖν, οὓς εἰκὸς ἦν ἀπελάσαι καὶ βουλομένους παραμένειν, εἰ μηδίζειν αἰτίαν εἶχον. ὅπου γὰρ οὐκ ἐδεῖτο τῶν μὴ προθύμων, τί χρήσιμον ἦν ἀναμεμίχθαι μαχομένοις ἀνθρώπους ὑπόπτους; οὐ γὰρ δὴ φρένας εἶχε τοιαύτας ὁ τῶν Σπαρτιατῶν βασιλεὺς καὶ τῆς Ἑλλάδος ἡγεμών, ὥστε κατέχειν ἐν ὁμήρων λόγῳ τοῖς τριακοσίοις τοὺς τετρακοσίους ὅπλʼ ἔχοντας3 καὶ προσκειμένων ἔμπροσθεν ἤδη καὶ ὄπισθεν ἅμα τῶν πολεμίων καὶ γὰρ εἰ πρότερον ἐν ὁμήρων λόγῳ ποιούμενος ἦγεν αὐτούς, ἔν γε τοῖς ἐσχάτοις εἰκὸς ἦν καιροῖς ἐκείνους τε Λεωνίδα μηδὲν φροντίσαντας ἀπαλλαγῆναι καὶ Λεωνίδαν δεῖσαι τὴν ὑπʼ ἐκείνων μᾶλλον ἢ τῶν βαρβάρων κύκλωσιν. ἄνευ δὲ τούτων, πῶς οὐ γελοῖος ὁ Λεωνίδας, τοὺς μὲν ἄλλους Ἕλληνας ἀπιέναι κελεύων ὡς αὐτίκα μάλα τεθνηξόμενος, Θηβαίους δὲ κωλύων, ὡς ὑπʼ αὐτοῦ φυλάττοιντο τοῖς Ἕλλησιν ἀποθνήσκειν μέλλοντος; εἰ γὰρ ὡς ἀληθῶς ἐν ὁμήρων λόγῳ, μᾶλλον δʼ ἀνδραπόδων, περιῆγε τοὺς ἄνδρας, οὐ κατέχειν ὤφειλεν αὐτοὺς μετὰ τῶν ἀπολουμένων, ἀλλὰ παραδοῦναι τοῖς ἀπιοῦσι τῶν Ἑλλήνων. ὃ δὲ λοιπὸν ἦν τῶν αἰτίων εἰπεῖν ἴσως δὲ ἀπολουμένους κατεῖχε καὶ τοῦτʼ ἀνῄρηκεν ὁ συγγραφεύς, οἷς περὶ τῆς φιλοτιμίας τοῦ Λεωνίδου κατὰ λέξιν εἴρηκε ταῦτα τε δὴ ἐπιλεγόμενον Λεωνίδην καὶ βουλόμενον καταθέσθαι κλέος μοῦνον Σπαρτιητέων ἀποπέμψαι τοὺς συμμάχους μᾶλλον ἢ τῇσι γνώμῃσι διενεχθέντας. ὑπερβολὴ γὰρ εὐηθείας ἦν, ἧς ἀπήλαυνε δόξης τοὺς συμμάχους κατέχειν μεθέξοντας τοὺς πολεμίους.4 ὅτι τοίνυν οὐ διεβέβλητο τοῖς Θηβαίοις ὁ Λεωνίδας, ἀλλὰ καὶ φίλους ἐνόμιζε βεβαίους, ἐκ τῶν πεπραγμένων δῆλόν ἐστι. καὶ γὰρ παρῆλθεν εἰς Θήβας ἄγων τὸ στράτευμα καὶ δεηθεὶς ἔτυχεν οὗ μηδὲ εἷς ἄλλος, ἐν τῷ ἱερῷ κατακοιμηθῆναι τοῦ Ἡρακλέους, καὶ τὴν ὄψιν ἣν εἶδεν ὄναρ ἐξήγγειλε τοῖς Θηβαίοις· ἔδοξε γὰρ ἐν θαλάσσῃ πολὺν ἐχούσῃ καὶ τραχὺν κλύδωνα τὰς ἐπιφανεστάτας καὶ μεγίστας πόλεις τῆς Ἑλλάδος ἀνωμάλως διαφέρεσθαι καὶ σαλεύειν, τὴν δὲ Θηβαίων ὑπερέχειν τε πασῶν καὶ μετέωρον ἀρθῆναι πρὸς τὸν οὐρανὸν εἶτʼ ἐξαίφνης ἀφανῆ γενέσθαι καὶ ταῦτα μὲν ἦν ὅμοια τοῖς ὕστερον χρόνῳ πολλῷ συμπεσοῦσι περὶ τὴν πόλιν.
波奥提亚的阿里斯托芬曾记载,希罗多德向底比斯人索要钱财而未获满足,企图与年轻人们交谈盘桓,又因当地官员的粗鄙与厌学而遭阻拦;尽管对此别无其他证据,但希罗多德本人却通过对底比斯人的种种指控,证实了阿里斯托芬的话——那些指控有些纯属捏造,有些出于恶意,有些则是出于仇恨与敌视。事实上,他称色萨利人起初依附波斯是出于被迫,这是讲了真话;而在预言其他希腊人本会背叛斯巴达人时,他也预先补充说,他们并非“心甘情愿,而是出于被迫,在一座座城邦沦陷之中”如此行事的。然而,面对同样的被迫境遇,他却没有给予底比斯人同样的宽宥;尽管底比斯人曾派遣五百名士兵及将领姆纳米亚斯前往坦佩,又按列奥尼达的要求派遣了部队前往温泉关——在遭受合围后其他人纷纷撤离之际,正是他们与特斯庇埃人孤军留守在他身边。可是,当蛮族控制了关隘逼近边境,而斯巴达人德玛拉托斯因客谊善待寡头派领袖阿塔吉诺斯、促成他成为波斯王的宾友,同时其他希腊人全在舰船之上、陆路并无一支援兵赶来时,底比斯人才在巨大必然性的迫使下接受了和议。他们既不像雅典人那样拥有海洋与舰队,也不像斯巴达人那样居住在希腊深处的偏远腹地,而是在波斯军距离仅有一日半路程之际,扼守要隘,仅与斯巴达人和特斯庇埃人并肩奋战,最终不幸败北。然而这位历史学家竟是如此“公允”: 他声称斯巴达人若陷于孤立且失去盟友,“或许”会与薛西斯达成协议,却对因同样被迫遭遇同一命运的底比斯人百般辱骂。既然无法将他们所立下的最伟大、最光辉的战功抹杀为未曾发生,他便用卑劣的动机与猜忌去肆意玷污,写道: “于是那些被遣散的盟友便遵从列奥尼达之命离去,唯有特斯庇埃人与底比斯人留在斯巴达人身边。但其中的底比斯人是不情愿、非自愿留下的;因为列奥尼达将他们作为人质拘留在此。特斯庇埃人则是完全自愿留下的,他们坚决表示绝不抛弃列奥尼达及其部下而离去。” 这难道还不明显地表明他对底比斯人怀有私愤与仇怨吗?正是这种仇怨,使他不仅捏造不公之辞诽谤该邦,甚至毫不顾及诽谤的合理性,也不在意自己相隔寥寥数行便自相矛盾而不自知。因为他此前刚说过: “列奥尼达察觉盟友士气低落、不愿同担危险,便命令他们离去;”旋即又在后文宣称是他强行留下了底比斯人——但如果底比斯人背负着亲波斯的嫌疑,哪怕他们想留下来,照常理也应当将他们赶走才是。既然他不需要士气低落者,把可疑之人混杂在作战队伍中又有何益?斯巴达的国王兼全希腊的统帅绝不会糊涂到这种地步: 在敌人已从前后两路同时合围之时,竟用区区三百人去把四百名手持武器的壮汉“作为人质拘留起来”。 退一步说,就算他此前真的是把他们当作人质带在军中,到了千钧一发的危急关头,按常理他们也早已不顾列奥尼达而径自离去,而且列奥尼达更应提防遭到他们的围攻而非蛮族的包围。退万步而言,列奥尼达若命令其他希腊人离开是因为自己大限将至,却阻止底比斯人离开,仿佛要让一个将死之人替希腊人看管他们一般,这岂不是荒唐透顶?如果他真是像对待人质、甚至对待奴隶那样领着这些人四处行动,他就不该让他们留在必死者身边,而应移交给撤退的希腊人。至于可能提出的唯一残存理由—— “或许他是为了让他们送死才扣留他们的”——这位历史学家自己关于列奥尼达雄心的原话也彻底推翻了这一点: “列奥尼达正是考虑到这些,想要为斯巴达人独揽威名,才遣送了盟友,而不是因为他们在见解上发生分歧。” 因为若将盟友从所要独占的威名中遣走,却留下敌人去分一杯羹,那简直是愚蠢至极。因此,列奥尼达不仅未曾憎恶底比斯人,反而将他们视为忠实的朋友,这从其所作所为中昭然若揭。他曾率军进入底比斯,并提出了前所未有的请求且获准在赫拉克勒斯神庙中过夜,还把自己在梦中所见的异象告知了底比斯人:他梦见在波涛汹涌的狂暴大海中,希腊最显赫、最庞大的城邦都在颠簸漂荡,唯有底比斯的城邦高出众邦之上、被高高升入天空,随后却骤然消失;而这一切,正与许久之后降临在该城邦身上的命运完全吻合。
- 864dτὰ δὲ διὰ
手抄本在「διὰ」后存在文字脱落(lacuna)。根据上下文及并列结构(「τὰ μὲν ψευδῶς... τὰ δὲ ὡς μισῶν」),此处当脱落了表示恶意、嫉妒或仇视的名词(如 φθόνον、βασκανίαν 或 ἀπέχθειαν 等)。
- 865bοὐδʼ ὅπως αὐτὸς ἑαυτῷ τἀναντία λέγων παρʼ ὀλίγους ἀνθρώπους οὐ φανεῖται συνειδώς
由 ἐφρόντισεν 引出的 ὅπως 从句。整句为双重否定结构,意为“亦未顾及自己如何在相隔数行(或在少数人面前)自相矛盾却显露出毫不知觉”。
- 865cκατέχειν ἐν ὁμήρων λόγῳ τοῖς τριακοσίοις τοὺς τετρακοσίους ὅπλʼ ἔχοντας
与格 τοῖς τριακοσίοις 作手段或施事与格(“用三百人”),对格 τοὺς τετρακοσίους ὅπλʼ ἔχοντας(“四百名手持武器之人”)为 κατέχειν 的直接宾语。语序的并置鲜明突出了人数对比的荒谬性。
- 865eἧς ἀπήλαυνε δόξης τοὺς συμμάχους κατέχειν μεθέξοντας τοὺς πολεμίους
包含关系代词受先行词 δόξης 吸引而变为属格(受 ἀπελαύνω 支配的夺格性属格),以及由 ὑπερβολὴ εὐηθείας ἦν 支配的不定词 κατέχειν。全句骨架为:“把同盟者从中赶走的威名,却留住敌人来共同分享(μεθέξοντας),实乃愚蠢至极”。
