← 普鲁塔克

论希罗多德的恶意

§28-30

对阿尔戈斯中立的诽谤与赞美雅典背后的恶意

作者谴责希罗多德将阿尔戈斯人未参战归咎于恶毒动机,指责其以退为进、加深诽谤,并指出他赞美雅典为拯救者实则是为了贬损其他希腊同胞与斯巴达,甚至在阿梅诺克勒斯的插曲中也暴露了揭人伤痛的恶意。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§28

ἐπεὶ δʼ Ἀργείους ἅπαντες ἴσασιν οὐκ ἀπειπαμένους τοῖς Ἕλλησι τὴν συμμαχίαν, ἀξιώσαντας ὡς ἂν μὴ Λακεδαιμονίοις, ἐχθίστοις καὶ πολεμιωτάτοις οὖσι, ποιοῦντες ἀεὶ τὸ προστασσόμενον ἕπωνται,1 καὶ τοῦτʼ ἄλλως οὐκ ἦν, αἰτίαν κακοηθεστάτην ὑποβάλλεται, γράφων ἐπεὶ δέ σφεας παραλαμβάνειν τοὺς Ἕλληνας, οὕτω δὴ ἐπισταμένους, ὅτι οὐ μεταδώσουσι τῆς ἀρχῆς Λακεδαιμόνιοι, μεταιτέειν ἵνα ἐπὶ προφάσεως ἡσυχίαν ἄγωσι τούτων δʼ ὕστερον ἀναμνῆσαί φησιν Ἀρταξέρξην ἀναβάντας εἰς Σοῦσα πρέσβεις Ἀργείων, κἀκεῖνον εἰπεῖν ὡς οὐδεμίαν νομίζοι πόλιν Ἄργεος φιλιωτέρην· εἶθʼ ὑπειπών, ὥσπερ εἴωθε, καὶ ἀναδυόμενος οὐκ εἰδέναι φησὶ περὶ τούτων ἀτρεκέως, εἰδέναι δʼ ὅτι πᾶσιν ἀνθρώποις ἐστὶν ἐγκλήματα καὶ οὐκ Ἀργείοισι αἴσχιστα πεποίηται. ἐγὼ δὲ λέγειν ὀφείλω τὰ λεγόμενα, πείθεσθαί γε μὴν οὐ παντάπασι ὀφείλω, καί μοι τὸ ἔπος τοῦτο ἐχέτω ἐς πάντα τὸν λόγον.2 ἐπεὶ καὶ ταῦτα λέγεται, ὡς ἄρα Ἀργεῖοι ἦσαν οἱ ἐπικαλεσάμενοι τὸν Πέρσην ἐπὶ τὴν Ἑλλάδα, ἐπειδή σφι πρὸς τοὺς Λακεδαιμονίους κακῶς ἡ αἰχμὴ ἑστήκεε, πᾶν δὴ βουλόμενοι σφίσι προεῖναι τῆς παρούσης λύπης. ἆρʼ οὖν οὐχ, ὅπερ αὐτὸς τὸν Αἰθίοπά φησι πρὸς τὰ μύρα καὶ τὴν πορφύραν εἰπεῖν, ὡς δολερὰ μὲν τὰ ῥήματα δολερὰ δὲ τὰ εἵματα τῶν Περσέων ἐστί, τοῦτ̓ ἄν τις εἴποι πρὸς αὐτόν, ὡς δολερὰ μὲν τὰ ῥήματα δολερὰ δὲ τὰ σχήματα τῶν Ἡροδότου λόγων "ἑλικτὰ κοὐδὲν ὑγιὲς ἀλλὰ πᾶν πέριξ," ὥσπερ οἱ ζῳγράφοι τὰ λαμπρὰ τῇ σκιᾷ τρανότερα ποιοῦσιν, οὕτω ταῖς ἀρνήσεσι τὰς διαβολὰς ἐπιτείνοντος αὐτοῦ καὶ τὰς ὑπονοίας ταῖς ἀμφιβολίαις βαθυτέρας ποιοῦντος; Ἀργεῖοι δʼ ὅτι μὲν οὐ συναράμενοι τοῖς Ἕλλησιν, ἀλλὰ διὰ τὴν ἡγεμονίαν καὶ τῆς ἀρετῆς Λακεδαιμονίοις ἐκστάντες, κατῄσχυναν τὸν Ἡρακλέα καὶ τὴν εὐγένειαν, οὐδʼ ἔστιν ἀντειπεῖν, ὑπὸ Σιφνίοις γὰρ ἦν καὶ Κυθνίοις ἄμεινον ἐλευθεροῦν τοὺς Ἕλληνας ἢ Σπαρτιάταις φιλονεικοῦντας ὑπὲρ ἀρχῆς ἐγκαταλιπεῖν τοσούτους καὶ τοιούτους ἀγῶνας. εἰ δʼ αὐτοὶ ἦσαν οἱ ἐπικαλεσάμενοι τὸν Πέρσην ἐπὶ τὴν Ἑλλάδα διὰ τὴν κακῶς ἑστῶσαν αὐτοῖς αἰχμὴν πρὸς Λακεδαιμονίους, πῶς οὐκ ἐμήδιζον ἀναφανδὸν ἥκοντος οὐδ̓, εἰ μὴ συστρατεύειν ἐβούλοντο βασιλεῖ, τὴν γοῦν Λακωνικὴν ὑπολειπόμενοι κακῶς ἐποίουν, ἢ Θυρέας ἥπτοντο πάλιν ἢ τρόπον ἄλλον ἀντελαμβάνοντο καὶ παρηνώχλουν Λακεδαιμονίοις, μέγα βλάψαι δυνάμενοι τοὺς Ἕλληνας, εἰ μὴ παρῆκαν εἰς Πλαταιὰς ἐκείνους ἐκστρατεῦσαι τοσούτοις ὁπλίταις;

既然众所周知,阿尔戈斯人并未拒绝与希腊人结盟,只是要求不要在凡事听命于斯巴达人——那是他们最可恨、最深重的宿敌——的状态下听从调遣,而且除此别无他法,但他却构陷了最恶毒的动机,写道: “而当希腊人试图拉拢他们时,他们明知斯巴达人不会分享统帅权,便借故索要,以便有个借口保持中立。” 他又说,后来阿尔戈斯使节前往苏萨时,曾向阿尔塔薛西斯提起这些事,而国王回答说: “他认为没有哪座城邦比阿尔戈斯更亲近”;接着,他一如既往地预留退路、闪烁其词,声称自己对此并不确知,但知道人皆有过,阿尔戈斯人所做的并非最可耻之事。“我有义务讲述人们所说的话,但完全没有义务全盘相信,希望我这句话适用于整部历史。因为还有人说,正是阿尔戈斯人引诱波斯人进犯希腊,原因是他们与斯巴达人的战争形势不利,比起眼前的痛苦,他们甘愿接受任何结局。” 那么,难道人们不能把他在书中记载埃塞俄比亚人针对香膏与紫袍所说的话——波斯人的言辞是虚伪的,其衣裳亦是虚伪的——转赠给他自己吗?即希罗多德著作中的言辞是虚伪的,其修辞外表也是虚伪的,“曲折蜿蜒,毫无诚实,全属欺诈,”正如画家通过阴影使亮色更加鲜明,他也通过否认加深诽谤,通过模棱两可让猜疑更加深沉。至于阿尔戈斯人,他们未与希腊人并肩作战,反而为了统帅之争而在斯巴达人面前放弃了英勇,从而羞辱了赫拉克勒斯与其高贵出身,这是无可争辩的;因为在锡夫诺斯人或基斯诺斯人麾下解放希腊人,也胜过为争夺统帅权与斯巴达人意气用事而放弃如此众多、如此重大的战斗。然而,如果他们真的因对斯巴达战事不利而引诱波斯人进犯希腊,那么在波斯王到来时,他们为何没有公然附逆?或者,即便他们不愿随波斯王出征,为何不至少从后方侵扰拉科尼亚、重占梯里亚,或以其他方式牵制骚扰斯巴达人呢?如果他们不放行那些人率领如此众多的重装步兵出征前往普拉提亚,本可以给希腊人造成巨大伤害。

§29

ἀλλʼ Ἀθηναίους γε μεγάλους ἐνταῦθα τῷ λόγῳ πεποίηκε καὶ σωτῆρας ἀνηγόρευκε τῆς Ἑλλάδος· ὀρθῶς γε ποιῶν καὶ δικαίως, εἰ μὴ πολλὰ καὶ βλάσφημα προσῆν τοῖς ἐπαίνοις. νῦν δὲ προδοθῆναι μὲν ἂν λέγων ὑπὸ τῶν ἄλλων Ἑλλήνων Λακεδαιμονίους, μονωθέντας δʼ ἂν καὶ ἀποδεξαμένους ἔργα μεγάλα ἀποθανεῖν γενναίως, ἢ πρὸ τούτου ὁρῶντας καὶ τοὺς ἄλλους Ἕλληνας μηδίζοντας ὁμολογίῃ ἂν χρήσασθαι πρὸς Ξέρξεα,3 δῆλός ἐστιν οὐ τοῦτο λέγων εἰς τὸν Ἀθηναίων ἔπαινον, ἀλλʼ Ἀθηναίων ἐπαινῶν, ἵνα κακῶς εἴπῃ τοὺς ἄλλους ἅπαντας.4 τί γὰρ ἄν τις ἔνι δυσχεραίνοι, Θηβαίους ἀεὶ καὶ Φωκέας πικρῶς αὐτοῦ καὶ κατακόρως ἐξονειδίζοντος, ὅπου καὶ τῶν προκινδυνευσάντων ὑπὲρ τῆς Ἑλλάδος τὴν οὐ γεγενημένην μὲν, γενομένην δʼ ἄν, ὡς αὐτὸς εἰκάζει, καταψηφίζεται προδοσίαν; αὐτοὺς δὲ Λακεδαιμονίους ἐν ἀδήλῳ θέμενος ἐπηπόρησεν, εἴτʼ ἔπεσον ἂν μαχόμενοι τοῖς πολεμίοις εἴτε παρέδωκαν ἑαυτούς, μικροῖς γε νὴ Δία τεκμηρίοις αὐτῶν ἀπιστήσας τοῖς περὶ Θερμοπύλας.

然而,他在此处确实通过叙述抬高了雅典人,并宣布他们为希腊的救主——若非赞美中夹杂着诸多恶意中伤之辞,这本是正确而公允的。但如今,他说“斯巴达人本会被其他希腊人背叛,而在陷于孤立后,他们本会展现出伟绩而壮烈战死,或者在此之前看到其他希腊人也依附波斯,便会与薛西斯议和,”这显然不是为了赞美雅典人而说,而是借赞美雅典人之机,来诽谤所有其他人。如果他对那些为希腊首当其冲冒死奋战之人,都断定他们犯下了未曾发生、但照他推测本会发生的叛国之举,那么当他始终刻薄且贪得无厌地责骂底比斯人与福基斯人时,又有谁会感到奇怪呢?他甚至把斯巴达人置于可疑的境地,质疑他们究竟会力战敌军而亡还是投降,不相信他们在温泉关的证明——凭宙斯起誓,那可真是微不足道的证明。

§30

διηγούμενος δὲ συμπεσοῦσαν ναυαγίαν ταῖς βασιλικαῖς ναυσὶ καὶ ὅτι πολλῶν χρημάτων ἐκπεσόντων, Ἀμεινοκλῆς ὁ Κρητίνεω Μάγνης ἀνὴρ ὠφελήθη μεγάλως, χρυσία ἄφατα καὶ χρήματα περιβαλόμενος· οὐδὲ τοῦτον ἄδηκτον παρῆκεν, ἀλλʼ ὁ μὲν τἄλλα φησὶν οὐκ εὐτυχέων εὑρήμασι μέγα πλούσιος ἐγένετο ἦν γάρ τις καὶ τοῦτον ἄχαρις συμφορὴ λυπεῦσα παιδοφόνος. τοῦτο μὲν οὖν παντὶ δῆλον, ὅτι τὰ χρυσᾶ χρήματα καὶ τὰ εὑρήματα καὶ τὸν ἐκβρασσόμενον ὑπὸ τῆς θαλάσσης πλοῦτον ἐπεισήγαγε τῇ ἱστορίᾳ, χώραν καὶ τόπον ποιῶν, ἐν ᾧ θήσεται τὴν Ἀμεινοκλέους παιδοφονίαν.

在叙述皇家舰队所遭遇的海难以及“因大量财物被冲上岸,克瑞提涅斯之子、马格内西亚人阿梅诺克勒斯大获其益,获得了不可胜数的黄金与财富”时,他甚至没有放过这个人而让他免遭一口: “然而在其他方面,”他说,“他虽并不走运,却因拾得之物成为巨富;因为一桩杀子的可憎灾祸也折磨着他。” 因此人尽皆知,他将黄金钱财、拾得之物以及被大海冲上岸的财富引入历史中,仅仅是为了腾出篇幅与由头,好安插阿梅诺克勒斯杀子之事。

语法注4 条
  1. 28ἀξιώσαντας ὡς ἂν μὴ Λακεδαιμονίοις, ἐχθίστοις καὶ πολεμιωτάτοις οὖσι, ποιοῦντες ἀεὶ τὸ προστασσόμενον ἕπωνται

    ἀξιώσαντας(要求)之后接 ὡς ἄν + 虚拟式(ἕπωνται),作为表达要求内容的从句(“要求不至于总是唯命是从地追随……”),属于较罕见的愿望/意图表达。分词 ποιοῦντες 表示方式。

  2. 863dκαί μοι τὸ ἔπος τοῦτο ἐχέτω ἐς πάντα τὸν λόγον

    引用自希罗多德《历史》第七卷第152节。ἔχω ἐς... 为习惯表达,意为“适用于……、关系到……”,使用第三人称单数现在命令式 ἐχέτω。与格 μοι 为伦理与格或利益与格,表示“对我而言,愿此言适用于整个叙述”。

  3. 864aπροδοθῆναι μὲν ἂν λέγων ὑπὸ τῶν ἄλλων Ἑλλήνων Λακεδαιμονίους, μονωθέντας δʼ ἂν καὶ ἀποδεξαμένους ἔργα μεγάλα ἀποθανεῖν γενναίως, ἢ πρὸ τούτου ὁρῶντας καὶ τοὺς ἄλλους Ἕλληνας μηδίζοντας ὁμολογίῃ ἂν χρήσασθαι πρὸς Ξέρξεα

    在间接引语中概括希罗多德第七卷第139节的论述。以分词 λέγων 为主导,接宾格不定式结构(主语为 Λακεδαιμονίους),将三个直接引语中本为“过去直陈式 + ἄν”的反事实条件句结论转化为 ἄν + 不定式(προδοθῆναι ἄν, [ἄν] ἀποθανεῖν, ὁμολογίῃ ἂν χρήσασθαι)并列。

  4. 864aοὐ τοῦτο λέγων εἰς τὸν Ἀθηναίων ἔπαινον, ἀλλʼ Ἀθηναίων ἐπαινῶν, ἵνα κακῶς εἴπῃ τοὺς ἄλλους ἅπαντας

    对偶结构:οὐ τοῦτο λέγων εἰς..., ἀλλʼ...。后半句 Ἀθηναίων ἐπαινῶν 中,动词 ἐπαινέω 通常接宾格,此处使用属格 Ἀθηναίων 是受前文名词性结构 εἰς τὸν Ἀθηναίων ἔπαινον 的同根属格牵引,或用作关于/关系属格(“在雅典人一事上称赞”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg123.humanitext-grc2:28-30