- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. V. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1893.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg123.humanitext-grc2:27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
普鲁塔克抨击了希罗多德关于马拉松战役后波斯舰队图谋突袭雅典以及阿尔克迈翁家族举盾内应的记述,指出这贬低了雅典胜利的伟大意义。他进一步揭露希罗多德在阿尔克迈翁家族问题上自相矛盾,并指出希罗多德为了巴结富豪希波尼科斯而生硬插入对卡利亚斯的赞颂。
οὐ μὴν ἀλλὰ τοῦτʼ ἐάσαντες, ἴδωμεν τὰ μετὰ τὴν μάχην· τῇσι δὲ λοιπῇσι φησὶν οἱ βάρβαροι ἐξανακρουσάμενοι καὶ ἀναλαβόντες ἐκ τῆς νήσου, ἐν τῇ ἔλιπον τὰ ἐξ Ἐρετρίης ἀνδράποδα; περιέπλεον Σούνιον, βουλόμενοι φθῆναι τοὺς Ἀθηναίους ἀφικόμενοι εἰς τὸ ἄστυ· αἰτίην δʼ ἔσχε Ἀθηναίοισι ἐξ Ἀλκμεωνιδέων μηχανῆς αὐτοὺς ταῦτα ἐπινοηθῆναι·1 τούτους γὰρ συνθεμένους τοῖσι Πέρσῃσι ἀναδεῖξαι ἀσπίδα ἐοῦσι ἤδη ἐν τῇσι νηυσὶ· οὗτοι μὲν δὴ περιέπλεον Σούνιον ἐνταῦθα τὸ μὲν τοὺς Ἐρετριέας ἀνδράποδα προσειπεῖν, οὔτε τόλμαν Ἑλλήνων οὐδενὸς οὔτε φιλοτιμίαν ἐνδεεστέραν παρασχομένους καὶ παθόντας ἀνάξια τῆς ἀρετῆς, ἀφείσθω διαβεβλημένων δὲ τῶν Ἀλκμεωνιδῶν, ἐν οἷς οἱ μέγιστοὶ τε τῶν οἴκων καὶ δοκιμώτατοι τῶν ἀνδρῶν ἦσαν, ἐλάττων λόγος· ἀνατέτραπται δὲ τῆς νίκης τὸ μέγεθος καὶ τὸ τέλος εἰς οὐδὲν ἥκει τοῦ περιβοήτου κατορθώματος, οὐδʼ ἀγών τις ἔοικεν οὐδʼ ἔργον γεγονέναι τοσοῦτον, ἀλλὰ πρόσκρουμα βραχὺ τοῖς βαρβάροις ἀποβᾶσιν, ὥσπερ οἱ διασύροντες καὶ βασκαίνοντες λέγουσιν, εἰ μετὰ τὴν μάχην οὐ φεύγουσι2 κόψαντες τὰ πείσματα τῶν νεῶν, τῷ φέροντι προσωτάτω τῆς Ἀττικῆς ἀνέμῳ παραδόντες αὑτοὺς· ἀλλʼ αἴρεται μὲν ἀσπὶς αὐτοῖς προδοσίας σημεῖον, ἐπιπλέουσι δὲ ταῖς Ἀθήναις ἐλπίζοντες αἱρήσειν καὶ καθʼ ἡσυχίαν Σούνιον κάμψαντες ὑπεραιωροῦνται Φαλήρων, οἱ δὲ πρῶτοι καὶ δοκιμώτατοι τῶν ἀνδρῶν προδιδόασιν ἀπεγνωκότες τὴν πόλιν· καὶ γὰρ ἀπολύων ὕστερον Ἀλκμεωνίδας ἑτέροις τὴν προδοσίαν ἀνατίθησιν ἀνεδείχθη μὲν γὰρ ἀσπίς, καὶ τοῦτο οὐκ ἔστιν ἄλλως εἰπεῖν φησὶν αὐτὸς ἰδών. τοῦτο δʼ ἀμήχανον μὲν· ἦν γενέσθαι, νενικηκότων κατὰ κράτος τῶν Ἀθηναίων· γενόμενον δʼ οὐκ ἂν ὑπὸ τῶν βαρβάρων συνώφθη, φυγῇ καὶ πόνῳ, πολλῷ καὶ τραύμασι καὶ βέλεσιν εἰς τὰς ναῦς ἐλαυνομένων καὶ ἀπολιπόντων τὸ χωρίον, ὡς ἕκαστος τάχους εἶχεν.3 ἀλλʼ ὅταν γε πάλιν ὑπὲρ τῶν Ἀλκμεωνιδῶν ἀπολογεῖσθαι προσποιούμενος, ἃ πρῶτος ἀνθρώπων ἐπενήνοχεν ἐγκλήματα, εἴπῃ θῶμα δέ μοι καὶ οὐκ ἐνδέχομαι τὸν λόγον, Ἀλκμεωνίδας ἄν ποτε ἀναδεῖξαι Πέρσῃσι ἐκ συνθήματος ἀσπίδα, βουλομένους γε εἶναι Ἀθηναίους ὑπὸ Ἱππίῃ· κόμματός τινος ἀναμιμνήσκομαι παροιμιακοῦ "μένε, καρκίνε, καί σε μεθήσω·" τί γὰρ ἐσπούδακας καταλαβεῖν, εἰ καταλαβὼν μεθιέναι μέλλεις; καὶ σὺ κατηγορεῖς, εἶτʼ ἀπολογῇ· καὶ γράφεις κατʼ ἐπιφανῶν ἀνδρῶν διαβολάς, ἃς πάλιν ἀναιρεῖς, ἀπιστῶν δὲ σεαυτῷ δηλονότι· σεαυτοῦ γὰρ ἀκήκοας λέγοντος Ἀλκμεωνίδας ἀνασχεῖν ἀσπίδα νενικημένοις καὶ φεύγουσι τοῖς βαρβάροις καὶ μὴν ἐν οἷς περὶ Ἀλκμεωνιδῶν ἀπολογῇ σεαυτὸν ἀποφαίνεις συκοφάντην εἰ γάρ μᾶλλον ἢ ὁμοίως Καλλίῃ τῷ Φαινίππου, Ἱππονίκου δὲ πατρὶ, φαίνονται μισοτύραννοι ἐόντες ὡς ἐνταῦθα γράφεις Ἀλκμεωνίδαι, ποῦ θήσεις αὐτῶν ἐκείνην τὴν συνωμοσίαν, ἣν ἐν τοῖς πρώτοις γέγραφας; ὡς ἐπιγαμίαν ποιησόμενοι Πεισιστράτῳ κατήγαγον αὐτὸν ἀπὸ τῆς φυγῆς ἐπὶ τὴν· τυραννίδα καὶ οὐκ ἂν ἐξήλασαν αὖθις, ἕως διεβλήθη παρανόμως τῇ γυναικὶ μιγνύμενος. ταῦτα μὲν οὖν τοιαύτας ἔχει ταραχάς· τῆς Ἀλκμεωνιδῶν διαβολῆς καὶ ὑπονοίας τοῖς Καλλίου τοῦ Φαινίππου χρησάμενος ἐπαίνοις καὶ προσάψας αὐτῷ τὸν υἱὸν Ἱππόνικον, ὃς ἦν καθʼ Ἡρόδοτον ἐν τοῖς πλουσιωτάτοις Ἀθηναίων, ὡμολόγησεν, ὅτι μηδὲν τῶν πραγμάτων δεομένων,. ἀλλὰ θεραπείᾳ καὶ χάριτι τοῦ Ἱππονίκου τὸν Καλλίαν παρενέβαλεν.
不仅如此,暂且搁下此事,让我们看看战后的情形: “而用其余的船只,”他说,“蛮族倒桨启航,从留下来自厄瑞特里亚的奴隶的岛屿将他们接上,绕航苏尼翁岬,希望赶在雅典人之前抵达城池;雅典人中便有了指责,称他们产生这一企图是出于阿尔克迈翁家族的谋划;因为正是这些人与波斯人达成密约,在他们已经在船上时向他们举盾为号。于是他们便绕航苏尼翁岬。” 在这里,且不说他将厄瑞特里亚人称为奴隶——他们所展现的气魄与抱负不输于任何希腊人,所遭受的厄运也与他们的德行极不相称——阿尔克迈翁家族受诬陷一事,其中本有最显赫的家族与最著名的人物,也尚属次要;但胜利的伟大意义却被颠覆,那项名垂青史的壮举的结局也化为乌有;似乎根本没有发生过任何激战,也没有过如此伟大的功绩,反而正如那些贬损与嫉妒之人所言,不过是登陆的蛮族遭到了小小的挫折,如果说战后他们并没有砍断船缆、任凭风将他们带离阿提卡最远的地方逃命,反而是有人为他们举盾作为叛变的信号,他们怀着攻下雅典的希望乘船进犯,从容绕过苏尼翁岬悬泊在法勒隆海面上,而城中最杰出显赫之士则因对城邦绝望而甘当内奸。事实上,他后来在为阿尔克迈翁家族洗脱罪名时,又将叛乱归咎于他人: “因为确实曾有人举盾,这是无法否认的,”他说得宛如亲眼所见一般。然而,在雅典人取得决定性胜利的情况下,这根本不可能发生;即使发生了,蛮族也不可能看见,因为他们在溃逃与巨大的苦痛中、带着伤痛和箭雨被赶向战船,各自以最快的速度撤离该地。但是,当他再次假意就自己在世人中率先提出的控告为阿尔克迈翁家族辩护,并说道: “这令我感到惊异,我也无法接受这种说法,即阿尔克迈翁家族竟会依密约向波斯人举盾,希望雅典人受制于希庇亚斯;”我便想起了那句谚语式的词句: “站住,螃蟹,我便放了你。” 你若抓住了打算放掉,当初又何必急于抓住呢?你先是指控,继而辩护;你写下针对显赫人物的诽谤,随即又予以推翻,这显然是因为连你自己都不相信自己;因为你听见你自己说过,阿尔克迈翁家族曾向溃逃败退的蛮族举盾。而且,正是在你为阿尔克迈翁家族辩护之处,你暴露出自己是一个诬告者。因为如果阿尔克迈翁家族“表现出对僭主的憎恨胜过或不亚于费尼波斯之子、希波尼科斯之父卡利亚斯,”正如你在此处所写的那样,那么你将把你在前几卷中所写下的他们的那场阴谋置于何地呢?你在那里写道,他们为了与庇西特拉图联姻,将他从流亡中迎回重登僭主之位,若不是因为他被控以违背常伦的方式与妻子同房,他们甚至不会再次将他逐出。这些记述便包含着如此的混乱;而在阿尔克迈翁家族遭受诽谤与嫌疑之际,他借用了对费尼波斯之子卡利亚斯的赞美,并附加上他的儿子希波尼科斯——在希罗多德的时代,此人位列雅典巨富之中——这就等于承认,在事态毫无需要的情况下,他插进卡利亚斯纯粹是为了奉承和讨好希波尼科斯。
- 27αἰτίην δʼ ἔσχε Ἀθηναίοισι ἐξ Ἀλκμεωνιδέων μηχανῆς αὐτοὺς ταῦτα ἐπινοηθῆναι
短语 αἰτίην ἔσχε 后接与格 Ἀθηναίοισι(表示责难产生的范围或归属,“在雅典人当中产生了指责”)以及“宾格+不定式”结构 αὐτοὺς ταῦτα ἐπινοηθῆναι(“他们谋划了此事”)。被动过去不定式 ἐπινοηθῆναι 此处以 αὐτούς(波斯人)为逻辑主语,具有中动或主动意义(“设想、企图”)。
- 862dεἰ μετὰ τὴν μάχην οὐ φεύγουσι
在条件从句(εἰ 从句)中使用了否定词 οὐ 而非 μή。这是因为 οὐ 紧密修饰动词 φεύγουσι,将其作为一个既成事实来否定(“如果事实是他们没有逃跑,反而……”),与后文 ἀλλʼ αἴρεται μὲν... ἐπιπλέουσι δέ 构成强烈的客观对照。
- 862eὡς ἕκαστος τάχους εἶχεν
这是 ἔχω 结合方式副词(ὡς)与限定/部分属格(τάχους)构成的希腊语惯用表达,意为“各自以最快的速度”或“竭尽全速”。
