- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. V. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1893.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg123.humanitext-grc2:25-26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者批评希罗多德蓄意歪曲斯巴达在普拉提亚事务上的动机,并通过历法矛盾与淡化战役牺牲人数,驳斥了他关于斯巴达人因满月而延误奔赴马拉松的记述。
ἐν δὲ τῇ ἕκτῃ διηγησάμενος περὶ Πλαταιέων, ὡς σφᾶς αὐτοὺς ἐδίδοσαν Σπαρτιάταις, οἱ δὲ μᾶλλον ἐκέλευσαν πρὸς Ἀθηναίους τρέπεσθαι πλησιοχώρους ἐόντας αὐτοῖς καὶ τιμωρέειν οὐ κακούς· προστίθησιν οὐ καθʼ ὑπόνοιαν οὐδὲ δόξαν, ἀλλʼ ὡς ἀκριβῶς ἐπιστάμενος, ὅτι ταῦτα συνεβούλευον οἱ Λακεδαιμόνιοι οὐ κατʼ εὔνοιαν οὕτω τῶν Πλαταιέων, ὡς βουλόμενοι1 τοὺς Ἀθηναίους ἔχειν πόνον συνεστεῶτας Βοιωτοῖς., οὐκοῦν εἰ μὴ κακοήθης Ἡρόδοτος ἐπίβουλοι μὲν καὶ κακοήθεις Λακεδαιμόνιοι, ἀναίσθητοι δʼ Ἀθηναῖοι παρακρουσθέντες, Πλαταιεῖς δʼ οὐ κατʼ εὔνοιαν οὐδὲ τιμὴν, ἀλλὰ πολέμου πρόφασις εἰς μέσον ἐρρίφησαν.
在第六卷中,他叙述了普拉提亚人的事迹,即他们将自己交托给斯巴达人,而后者却命他们不如投向雅典人,因为雅典人邻近他们且善于援助;随后他并非出于揣测或意见,而是宛如确切知晓一般补充道: “拉刻代蒙人提出这一建议,与其说是出于对普拉提亚人的善意,不如说是希望雅典人因卷入与维奥蒂亚人的冲突而陷入劳顿苦境。” 因此,如果不是希罗多德心怀叵测,那就是拉刻代蒙人阴险恶毒,雅典人受了蒙骗而愚钝无知,而普拉提亚人则非出于善意或礼遇、而是作为开战的借口被抛掷到了中间。
καὶ μὴν τὴν πανσέληνον ἤδη σαφῶς ἐξελήλεγκται Λακεδαιμονίων καταψευδόμενος,2 ἥν φησι περιμένοντας αὐτοὺς εἰς Μαραθῶνα μὴ βοηθῆσαι τοῖς Ἀθηναίοις· οὐ γὰρ μόνον ἄλλας μυρίας ἐξόδους καὶ μάχας πεποίηνται μηνὸς ἱσταμένου, μὴ περιμείναντες τὴν πανσέληνον, ἀλλὰ καὶ ταύτης τῆς μάχης, ἕκτῃ Βοηδρομιῶνος ἱσταμένου γενομένης, ὀλίγον ἀπελείφθησαν, ὥστε καὶ θεάσασθαι τοὺς νεκροὺς ἐπελθόντες ἐπὶ τὸν τόπον. ἀλλʼ ὅμως ταῦτα περὶ τῆς πανσελήνου γέγραφεν ἀδύνατα δέ σφι τὸ παραυτίκα ποιέειν ταῦτα, οὐ βουλομένοισι λύειν τὸν νόμον· ἦν γὰρ ἱσταμένου τοῦ μηνὸς ἐνάτη ἐνάτῃ δὲ οὐκ ἐξελεύσεσθαι ἔφασαν, οὐ πλήρεος ἐόντος τοῦ κύκλου. οὗτοι μὲν οὖν τὴν πανσέληνον ἔμενον σὺ δὲ μεταφέρεις τὴν πανσέληνον εἰς ἀρχὴν μηνὸς οὖσαν διχομηνίας, καὶ τὸν οὐρανὸν ὁμοῦ καὶ τὰς ἡμέρας καὶ πάντα πράγματα συνταράσσεις· καὶ ταῦτα τὰ τῆς Ἑλλάδος ἐπαγγελλόμενος γράφειν ἐσπουδακὼς δὲ περὶ τὰς Ἀθήνας διαφερόντως οὐδὲ τὴν πρὸς Ἄγρας πομπὴν ἱστόρηκας, ἣν πέμπουσιν ἔτι νῦν τῇ Ἑκάτῃ χαριστήρια τῆς νίκης ἑορτάζοντες. ἀλλὰ τοῦτό γε βοηθεῖ τῷ Ἡροδότῳ πρὸς ἐκείνην τὴν διαβολήν, ἣν ἔχει κολακεύσας τοὺς Ἀθηναίους ἀργύριον πολὺ λαβεῖν παρʼ αὐτῶν. εἰ γὰρ ἀνέγνω ταῦτʼ Ἀθηναίοις, οὐκ ἂν εἴασαν οὐδὲ περιεῖδον ἐνάτῃ τὸν Φειδιππίδην παρακαλοῦντα Λακεδαιμονίους ἐπὶ τὴν μάχην ἐκ τῆς μάχης γεγενημένον,3 καὶ ταῦτα δευτεραῖον εἰς Σπάρτην ἐξ Ἀθηνῶν, ὡς αὐτός φησιν, ἀφιγμένον εἰ μὴ μετὰ τὸ νικῆσαι τοὺς πολεμίους Ἀθηναῖοι μετεπέμποντο τοὺς συμμάχους. ὅτι μέντοι δέκα τάλαντα δωρεὰν ἔλαβεν ἐξ Ἀθηνῶν Ἀνύτου τὸ ψήφισμα γράψαντος, ἀνὴρ Ἀθηναῖος οὐ τῶν παρημελημένων ἐν ἱστορίᾳ, Δίυλλος, εἴρηκεν. ἀπαγγείλας δὲ τὴν ἐν Μαραθῶνι μάχην ὁ Ἡρόδοτος, ὡς μὲν οἱ πλεῖστοι λέγουσι, καὶ τῶν νεκρῶν τῷ ἀριθμῷ καθεῖλε τοὔργον. εὐξαμένους γάρ φασι τοὺς Ἀθηναίους τῇ Ἀγροτέρᾳ θύσειν χιμάρους ὅσους ἂν τῶν βαρβάρων καταβάλωσιν, εἶτα, μετὰ τὴν μάχην ἀναρίθμου πλήθους τῶν νεκρῶν ἀναφανέντος, παραιτεῖσθαι ψηφίσματι τὴν θεόν, ὅπως4 καθʼ ἕκαστον ἐνιαυτὸν ἀποθύωσι πεντακοσίας τῶν χιμάρων.
再者,关于满月之事,他诬指拉刻代蒙人的谎言如今也已被确凿揭露;他声称拉刻代蒙人因等待满月而未能在马拉松援助雅典人。因为他们不仅在月之上旬不待满月便进行了无数次出击与战斗,而且对于这场发生于伯陀罗弥昂月上旬初六的战役,他们也仅仅迟到片刻,以至于赶到现场时还能亲眼目睹阵亡者的尸体。然而他关于满月却写下了这等文字: “他们当时无法立即执行此事,因为他们不愿违犯律法;因为当时是月之上旬初九,他们声称在初九这天不可出兵,因月轮尚未圆满。于是他们便等待满月。” 然而你却将处于月中的满月移到了月初,将天象、日期以及世间万事统统搞得混乱不堪;你声称要撰写希腊史事且对雅典格外用心,却连前往阿格拉埃的游行队伍都未曾记载,而雅典人至今仍在这一游行中向赫卡忒庆献胜利的感恩祭。不过,这倒至少能帮希罗多德抵御他所背负的那条恶名,即他因谄媚雅典人而从他们那里获得了巨额金钱。因为如果他曾向雅典人朗诵过这些文字,他们绝不会容许或坐视在初九那天费狄皮得斯从战斗中出来后还在恳请拉刻代蒙人奔赴战场——更何况正如他自己所言,费狄皮得斯是在第二天便从雅典抵达了斯巴达——除非雅典人是在战胜敌人之后才派人召请盟友。不过,经阿尼托斯起草法令、他从雅典获得十塔兰同馈赠之事,在史学界绝非无足轻重的雅典人迪伊卢斯确实曾经述及。而希罗多德在报道马拉松战役时,正如多数人所言,甚至通过死者的人数贬低了这一壮举。因为据说雅典人曾向阿格罗忒拉许愿,击杀多少蛮族便献祭多少只母山羊,随后在战后发现死者多至不可计数时,便通过法令向女神请宥,改为每年奉献五百只母山羊。
- 25οὐ κατʼ εὔνοιαν οὕτω τῶν Πλαταιέων, ὡς βουλόμενοι
οὕτω... ὡς... 形成的相关结构,意为“与其说是出于对普拉提亚人的善意,不如说是希望……”。此处介词短语(κατʼ εὔνοιαν)与表示意图/原因的分词短语(ὡς βουλόμενοι)构成了对照并列。
- 861eτὴν πανσέληνον ἤδη σαφῶς ἐξελήλεγκται Λακεδαιμονίων καταψευδόμενος
动词 καταψεύδομαι(捏造关于……的谎言)支配被诬蔑之人的属格(Λακεδαιμονίων)以及虚构内容的宾格(τὴν πανσέληνον)。此处作为补充成分的分词 καταψευδόμενος 依附于被动语态主干动词 ἐξελήλεγκται(已被证实/揭露)。
- 862aἐκ τῆς μάχης γεγενημένον
介词 ἐκ 与属格连用表示时间,意为“在战斗之后/战斗既已发生之后”(如同 ἐκ δείπνου 等习惯用法)。阳性宾格单数完成时分词 γεγενημένον 与 τὸν Φειδιππίδην 一致(ἐκ τῆς μάχης γίγνεσθαι 意为“从战斗中出来/刚结束战斗”),与紧邻的 ἐπὶ τὴν μάχην 构成对比,点明了费狄皮得斯从战斗中出来之后仍请人奔赴战斗这一时间顺序上的荒谬。
- 862cπαραιτεῖσθαι ψηφίσματι τὴν θεόν, ὅπως
动词 παραιτέομαι 支配被祈求的神明或人物宾格(τὴν θεόν),意为“向……恳请宽免/通融”。其后带有方式与手段与格 ψηφίσματι(通过法令),并通过 ὅπως 引导的虚拟语气从句(ἀποθύωσι)说明了更改后所履行的誓愿内容。
