← 普鲁塔克

论希罗多德的恶意

§23-24

雅典解放的叙述与萨狄斯远征的贬低

作者批判希罗多德指责克利斯提尼贿赂神谕、中伤伊萨戈拉斯与阿里斯托革顿的出身,并扭曲斯巴达解放雅典的动机;进而指责他在爱奥尼亚起义期间进军萨狄斯的叙述中贬低了厄勒特里亚人与雅典人的战功。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§23

ἐν δὲ τῇ πέμπτῃ, τῶν ἀρίστων Ἀθήνησι καὶ πρώτων ἀνδρῶν Κλεισθένη μὲν ἀναπεῖσαί φησι τὴν Πυθίαν ψευδόμαντιν γενέσθαι, προφέρουσαν ἀεὶ Λακεδαιμονίοις ἐλευθεροῦν ἀπὸ τῶν τυράννων τὰς Ἀθήνας· καλλίστῳ μὲν ἔργῳ καὶ δικαιοτάτῳ προσάπτων ἀσεβήματος διαβολὴν τηλικούτου καὶ ῥᾳδιουργήματος, ἀφαιρούμενος δὲ τοῦ θεοῦ μαντείαν1 καλὴν καὶ ἀγαθὴν καὶ τῆς λεγομένης συμπροφητεύειν Θέμιδος ἀξίαν. Ἰσαγόραν δὲ τῆς γαμετῆς ὑφίεσθαι Κλεομένει φοιτῶντι παρʼ αὐτήν· ὡς δʼ εἰώθει, παραμιγνὺς πίστεως ἕνεκα τοῖς ψόγοις ἐπαίνους τινὰς Ἰσαγόρης δέ φησὶν ʽὁ Τισάνδρου οἰκίης μὲν ἦν δοκίμου, ἀτὰρ τὰ ἀνέκαθεν οὐκ ἔχω φράσαι θύουσι δʼ οἱ συγγενεῖς αὐτοῦ Διὶ Καρίῳ εὔρυθμὸς γε καὶ πολιτικὸς ὁ μυκτὴρ τοῦ συγγραφέως, εἰς Κᾶρας ὥσπερ εἰς κόρακας2 ἀποδιοπομπουμένου τὸν Ἰσαγόραν. Ἀριστογείτονα μέντοι οὐκέτι κύκλῳ καὶ κακῶς, ἀλλʼ ἄντικρυς διὰ πυλῶν εἰς Φοινίκην ἐξελαύνει Γεφυραῖον γεγονέναι λέγων ἀνέκαθεν· τοὺς δὲ Γεφυραίους οὐκ ἀπʼ Εὐβοίας οὐδʼ Ἐρετριεῖς, ὥσπερ οἴονταί τινες, ἀλλὰ Φοίνικας εἶναί φησιν, αὐτὸς οὕτω πεπυσμένος. ἀφελέσθαι τοίνυν Λακεδαιμονίους μὴ δυνάμενος τὴν Ἀθηναίων ἐλευθέρωσιν3 ἀπὸ τῶν τυράννων αἰσχίστῳ πάθει κάλλιστον ἔργον οἷὸς τʼ ἐστὶν ἀφανίζειν καὶ καταισχύνειν· ταχὺ γὰρ μετανοῆσαι φησιν αὐτούς, ὡς οὐ ποιήσαντας ὀρθῶς, ὅτι κιβδήλοισι μαντηίοισιν ἐπαρθέντες ἄνδρας ξείνους ὄντας αὐτοῖσι καὶ ὑποσχομένους ὑποχειρίας παρέξειν τὰς Ἀθήνας ἐξήλασαν ἐκ τῆς πατρίδος τοὺς τυράννους καὶ δήμῳ ἀχαρίστῳ παρέδωκαν τὴν πόλιν. εἶτα μεταπεμψαμένους Ἱππίαν ἀπὸ Σιγείου κατάγειν εἰς τὰς Ἀθήνας· ἀντιστῆναι δὲ Κορινθίους αὐτοῖς καὶ ἀποτρέψαι, Σωκλέους διελθόντος, ὅσα Κύψελος καὶ Περίανδρος κακὰ τὴν Κορινθίων πόλιν εἰργάσαντο τυραννοῦντες. καίτοι Περιάνδρου σχετλιώτερον οὐδὲν οὐδʼ ὠμότερον ἔργον ἱστορεῖται τῆς ἐκπομπῆς τῶν τριακοσίων ἐκείνων, οὓς ἐξαρπάσασι καὶ διακωλύσασι παθεῖν ταῦτα Σαμίοις ὀργίζεσθαί φησι καὶ μνησικακεῖν Κορινθίους ὥσπερ ὑβρισθέντας. τοσαύτης ἀναπίμπλησι ταραχῆς καὶ διαφωνίας τὸ κακόηθες αὐτοῦ τὸν λόγον, ἐξ ἁπάσης τῇ διηγήσει προφάσεως ὑποδυόμενον.

在第五卷中,他声称雅典最杰出、最显要的人物之一克利斯提尼说服皮提亚成为假先知,不断向拉刻代蒙人传达神谕,命他们将雅典从僭主手中解放出来;他竟将如此巨大的不敬与奸诈的污名加于最崇高、最正当的功业之上,剥夺了神明那配得上与其共同宣示预言的忒弥斯的至美至善的神谕。他又声称伊萨戈拉斯将自己的结发之妻让给常去拜访她的克里昂米尼;并一如既往地,为了显得可信而在责难中掺入几句赞词,说道:“提桑德罗斯之子伊萨戈雷斯固然出身显门,然而其世系我却无从道出;但他的亲族祭祀卡利亚的宙斯。”这位历史学家的冷嘲热讽当真优雅而讲究,把伊萨戈拉斯打发到卡利亚人那里去,简直就像打发给乌鸦一样!至于阿里斯托革顿,他甚至不再曲折阴损地排挤,而是径直穿过城门将他逐入腓尼基,声称他本是革菲拉人;并且革菲拉人既非如某些人所想的那样来自优卑亚,也不是厄勒特里亚人,而是腓尼基人,这是他自己探听得知的结果。进而,由于他无法剥夺拉刻代蒙人将雅典人从僭主手中解放的功绩,他便以最可鄙的情感来遮蔽并羞辱这件最崇高的伟业。因为他声称,拉刻代蒙人很快便后悔了,认为自己做得很不对,因为受伪造神谕的鼓动,他们竟然将身为客友且承诺让雅典臣服于他们的僭主们驱逐出了祖国,并将城邦交给了忘恩负义的民众;随后他们从西盖昂召回希庇亚斯,企图护送他返回雅典,但科林斯人站出来反对并劝阻了他们,因为索克勒斯列举了库普塞洛斯和佩里安德在实行僭主统治时对科林斯城邦所犯下的种种罪恶。 然而,记载中佩里安德的罪行没有比派遣那三百名男童更恶劣残暴的了,而希罗多德却曾声称,正是萨摩斯人夺走男童并阻止了这场暴行,科林斯人才会如同受辱一般对萨摩斯人怀恨报复。他的恶毒就是这样以各种借口潜入叙述之中,使整个记载充满了如此多的混乱与矛盾。

§24

ἐν δὲ τοῖς ἐφεξῆς τὰ περὶ Σάρδεις διηγούμενος, ὡς ἐνῆν μάλιστα διέλυσε καὶ διελυμήνατο τὴν πρᾶξιν· ἃς μὲν Ἀθηναῖοι ναῦς ἐξέπεμψαν Ἴωσι τιμωροὺς ἀποστᾶσι βασιλέως, ἀρχεκάκους τολμήσας προσειπεῖν4 ὅτι τοσαύτας πόλεις καὶ τηλικαύτας Ἑλληνίδας ἐλευθεροῦν ἐπεχείρησαν ἀπὸ τῶν βαρβάρων, Ἐρετριέων δὲ κομιδῇ μνησθεὶς ἐν παρέργῳ καὶ παρασιωπήσας μέγα κατόρθωμα καὶ ἀοίδιμον. ἤδη γὰρ ὡς περὶ τὴν Ἰωνίαν συγκεχυμένην,5 καὶ στόλου βασιλικοῦ προσπλέοντος, ἀπαντήσαντες ἔξω Κυπρίους ἐν τῷ Παμφυλίῳ πελάγει κατεναυμάχησαν· εἶτʼ ἀναστρέψαντες ὀπίσω καὶ τὰς ναῦς ἐν Ἐφέσῳ καταλιπόντες ἐπέθεντο Σάρδεσι καὶ Ἀρταφέρνην ἐπολιόρκουν εἰς τὴν ἀκρόπολιν καταφυγόντα, βουλόμενοι τὴν Μιλήτου λῦσαι πολιορκίαν· καὶ τοῦτο μὲν ἔπραξαν καὶ τοὺς πολεμίους ἀνέστησαν ἐκεῖθεν, ἐν φόβῳ θαυμαστῷ γενομένους πλήθους δʼ ἐπιχυθέντος αὐτοῖς, ἀπεχώρησαν. ταῦτα δʼ ἄλλοι τε καὶ Λυσανίας ὁ Μαλλώτης ἐν τοῖς περὶ Ἐρετρίας εἴρηκε· καὶ καλῶς εἶχεν, εἰ καὶ διὰ μηδὲν ἄλλο, τῇ γοῦν ἁλώσει καὶ φθορᾷ τῆς πόλεως ἐπειπεῖν τὸ ἀνδραγάθημα τοῦτο καὶ τὴν ἀριστείαν ὁ δὲ καὶ κρατηθέντας αὐτοὺς ὑπὸ τῶν βαρβάρων φησὶν εἰς τὰς ναῦς καταδιωχθῆναι, μηδὲν τοιοῦτο τοῦ Λαμψακηνοῦ Χάρωνος ἱστοροῦντος, ἀλλὰ ταυτὶ γράφοντος κατὰ λέξιν Ἀθηναῖοι δʼ εἴκοσι τριήρεσιν ἔπλευσαν ἐπικουρήσοντες τοῖς Ἴωσι, καὶ εἰς Σάρδεις ἐστρατεύσαντο καὶ εἷλον τὰ περὶ Σάρδεις ἅπαντα χωρὶς τοῦ τείχους τοῦ βασιληίου· ταῦτα δὲ ποιήσαντες ἐπαναχωροῦσιν εἰς Μίλητον.

接着在叙述萨狄斯的相关事件时,他更是竭尽所能地瓦解和糟蹋了这一壮举。雅典人派去援助背叛大王的爱奥尼亚人的战船,他竟敢称为“祸端”,仅仅因为他们试图将如此之多、如此伟大的希腊城邦从蛮族手中解放出来;而对于厄勒特里亚人,他完全是顺带提及,隐匿了一桩伟大而值得歌颂的功勋。因为当时爱奥尼亚周边已是一片混乱,大王的舰队正在驶来,他们迎上前去,在潘菲利亚海面上的一场海战中击溃了塞浦路斯人;随后他们折返回来,将战船留在以弗所,出兵攻打萨狄斯,并围困了逃入卫城的阿尔塔弗涅斯,意在解开对米利都的围困。他们做到了这一点,并将陷入极度恐慌的敌人从那里逼退;然而当敌方大军蜂拥而至时,他们便撤退了。这些事不仅他人有所记载,马洛斯的吕萨尼亚斯在《厄勒特里亚纪》中亦有记述;即便不为别的,单是在厄勒特里亚城陷落与毁亡之际,叙述这一英勇功业与战功也是理所应当的。可是他却声称他们被蛮族击败并被追赶至船上,尽管拉普萨库斯的卡隆对这类事只字未提,而是逐字逐句地写道: “雅典人率二十艘三列桨战船航行前往支援爱奥尼亚人,并出征萨狄斯,攻取了除王家城墙以外的萨狄斯全境;在完成了这些事之后,他们撤回了米利都。”

语法注5 条
  1. 860dἀφαιρούμενος δὲ τοῦ θεοῦ μαντείαν

    分词 ἀφαιρούμενος 与主句主语(希罗多德)一致。动词 ἀφαιρέομαι(剥夺)在此处带表示“被夺之物”的宾格(μαντείαν)以及表示“被夺者”的属格(τοῦ θεοῦ),表达将神圣的神谕从神明身上剥离的意涵。

  2. 860eεἰς Κᾶρας ὥσπερ εἰς κόρακας

    这里利用了希腊语中熟知的咒骂驱逐语“去喂乌鸦”(ἐς κόρακας)与“去卡利亚人那里”(εἰς Κᾶρας)之间的拟音双关(paronomasia)。普鲁塔克借此指出希罗多德将伊萨戈拉斯与卡利亚人联系在一起时所含的讥讽与贬损意图。

  3. 860eἀφελέσθαι τοίνυν Λακεδαιμονίους μὴ δυνάμενος τὴν Ἀθηναίων ἐλευθέρωσιν

    ἀφελέσθαι 在此带双重宾格:被剥夺者(Λακεδαιμονίους)与被剥夺之事(τὴν Ἀθηναίων ἐλευθέρωσιν)。分词短语 μὴ δυνάμενος 修饰主语(希罗多德),具有原因或让步意味:“由于他无法剥夺拉刻代蒙人解放雅典人的事实……”。

  4. 861aἃς μὲν Ἀθηναῖοι ναῦς ἐξέπεμψαν Ἴωσι τιμωροὺς ἀποστᾶσι βασιλέως, ἀρχεκάκους τολμήσας προσειπεῖν

    先行词并入关系从句的结构:名词 ναῦς 被并入 ἃς 引导的关系从句中。在句法上,该从句整体作为 προσειπεῖν 的直接宾语(带有补足语 ἀρχεκάκους):“竟敢将雅典人派遣的战船称作‘祸端’”。

  5. 861bἤδη γὰρ ὡς περὶ τὴν Ἰωνίαν συγκεχυμένην

    手稿中保留的 ὡς 带宾格绝对分词(ὡς ... συγκεχυμένην),表示主观视角的背景情境(“鉴于爱奥尼亚周边已陷入混乱”)。虽有校勘者将其修正为属格绝对结构(如 τῆς ... θαλάττης συγκεχυμένης),其句法功能皆为表明该场海战发生时的时局背景。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg123.humanitext-grc2:23-24