← 普鲁塔克

论希罗多德的恶意

§21-22

斯巴达与科林斯远征萨摩斯的动机

普鲁塔克指责希罗多德将斯巴达远征萨摩斯惩治僭主的崇高动机歪曲为小肚鸡肠的私怨报复,并进一步驳斥了其所谓科林斯人因萨摩斯人拯救科孚青年而怀恨参战的荒谬叙述。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§21

ἐν δὲ τῇ τρίτῃ τῶν βίβλων διηγούμενος τὴν Λακεδαιμονίων ἐπὶ Πολυκράτη τὸν τύραννον στρατείαν αὐτοὺς μὲν οἴεσθαί φησι καὶ λέγειν Σαμίους, ὡς χάριν ἐκτίνοντες αὐτοῖς τῆς ἐπὶ Μεσσηνίους βοηθείας στρατεύσειαν,1 τούς τε φεύγοντας κατάγοντες τῶν πολιτῶν καὶ τῷ τυράννῳ πολεμοῦντες· ἀρνεῖσθαι δὲ τὴν αἰτίαν ταύτην Λακεδαιμονίους καὶ λέγειν, ὡς οὐ βοηθοῦντες οὐδʼ ἐλευθεροῦντες, ἀλλὰ τιμωρούμενοι Σαμίους στρατεύσαιντο, κρατῆρά τινα πεμπόμενον Κροίσῳ παρʼ αὐτῶν καὶ θώρακα πάλιν παρʼ Ἀμάσιδος κομιζόμενον αὐτοῖς ἀφελομένους. καίτοι πόλιν ἐν τοῖς τότε χρόνοις οὔτε φιλότιμον οὕτως οὔτε μισοτύραννον ἴσμεν ὡς τὴν Λακεδαιμονίων γενομένην· ποίου γὰρ ἕνεκα θώρακος ἢ τίνος κρατῆρος ἑτέρου Κυψελίδας μὲν ἐξέβαλον ἐκ Κορίνθου καὶ Ἀμπρακίας ἐκ δὲ Νάξου Λύγδαμιν ἐξ Ἀθηνῶν δὲ τοὺς Πεισιστράτου παῖδας ἐκ δὲ Σικυῶνος Αἰσχίνην ἐκ Θάσου δὲ Σύμμαχον ἐκ δὲ Φωκέων Αὖλιν ἐκ Μιλήτου δʼ Ἀριστογένη, τὴν δʼ ἐν Θετταλοῖς δυναστείαν ἔπαυσαν, Ἀριστομήδη καὶ Ἄγγελον καταλύσαντες διὰ Λεωτυχίδου τοῦ βασιλέως; περὶ ὧν ἐν ἄλλοις ἀκριβέστερον γέγραπται· κατὰ δʼ Ἡρόδοτον οὔτε κακίας οὔτʼ ἀβελτερίας ὑπερβολὴν λελοίπασιν, εἰ τὴν καλλίστην καὶ δικαιοτάτην τῆς στρατείας ἀρνούμενοι πρόφασιν ὡμολόγουν διὰ μνησικακίαν καὶ μικρολογίαν ἐπιτίθεσθαι δυστυχοῦσιν ἀνθρώποις καὶ κακῶς πράττουσιν.

在第三卷中,当记述拉刻代蒙人对僭主波吕克拉底的远征时,他声称萨摩斯人自己认为并宣称,拉刻代蒙人出征是为了报答他们此前在对抗美塞尼亚人时的援助之恩,借此护送流亡的公民回归并与僭主开战;但拉刻代蒙人否认了这一理由,声称他们出兵并非为了援助或解放,而是为了报复萨摩斯人,因为后者劫掠了一只他们送给克罗伊索斯的调酒缸,以及阿玛西斯反过来送给他们的胸甲。然而,我们知道在那个时代没有哪座城邦像拉刻代蒙人那样崇尚荣誉且憎恶僭主;因为为了何种胸甲或别的调酒缸,他们才将库普塞洛斯家族逐出科林斯和安布拉基亚,将吕格达米斯逐出纳克索斯,将庇西特拉图之子逐出雅典,将埃斯基涅斯逐出西库昂,将叙玛科斯逐出萨索斯,将奥里斯逐出福基斯,将阿里斯托格涅斯逐出米利都,并通过国王列奥提基得斯推翻阿里斯托墨得斯与安格洛斯,从而终结了色萨利的独裁统治呢?关于这些事,在其他书卷中有更详尽的记载;但照希罗多德所言,拉刻代蒙人竟否认了这次远征中最崇高、最正当的借口,承认自己是出于私怨与狭隘去攻击不幸而穷困的人们,这就使得他们的邪恶与愚蠢无以复加了。

§22

οὐ μὴν ἀλλὰ Λακεδαιμονίους μὲν ἁμωσγέπως ὑποπεσόντας αὐτοῦ τῷ γραφείῳ προσέχρωσε τὴν δὲ Κορινθίων πόλιν, ἐκτὸς δρόμου κατὰ τοῦτον οὖσαν τὸν τόπον, ὅμως προσπεριλαβὼν ὁδοῦ, φασί, πάρεργον2 ἀνέπλησεν αἰτίας δεινῆς καὶ μοχθηροτάτης διαβολῆς. συνεπελάβοντο γάρ φησὶ τοῦ στρατεύματος τοῦ ἐπὶ Σάμον ὥστε γενέσθαι καὶ Κορίνθιοι προθύμως, ὑβρίσματος εἰς αὐτοὺς ὑπὸ Σαμίων πρότερον ὑπάρξαντος. ἦν δὲ τοιοῦτο· Κερκυραίων παῖδας τριακοσίους τῶν πρώτων Περίανδρος ὁ Κορίνθου τύραννος ἐπʼ ἐκτομῇ παρʼ Ἀλυάττην ἔπεμπε· τούτους ἀποβάντας εἰς τὴν νῆσον οἱ Σάμιοι διδάξαντες ἐν ἱερῷ Ἀρτέμιδος ἱκέτας καθίζεσθαι καὶ τρωκτὰ προτιθέντες αὐτοῖς ὁσημέραι σησάμου καὶ μέλιτος περιεποίησαν τοῦθʼ ὕβρισμα Σαμίων εἰς Κορινθίους ὁ συγγραφεὺς προσαγορεύει καὶ διὰ τοῦτό φησι συμπαροξῦναι Λακεδαιμονίους κατʼ αὐτῶν ἔτεσιν οὐκ ὀλίγοις ὕστερον, ἔγκλημα ποιησαμένους, ὅτι τριακοσίους παῖδας Ἑλλήνων ἐφύλαξαν ἄνδρας. ὁ δὲ τοῦτο Κορινθίοις προστριβόμενος τοὔνειδος ἀποφαίνει τοῦ τυράννου μοχθηροτέραν τὴν πόλιν· ἐκεῖνος μὲν γὰρ τὸν υἱὸν αὐτοῦ Κερκυραίους ἀνελόντας ἠμύνατο, Κορίνθιοι δὲ τί παθόντες ἐτιμωροῦντο3 Σαμίους ἐμποδὼν στάντας ὠμότητι καὶ παρανομίᾳ τοσαύτῃ, καὶ ταῦτα μετὰ τρεῖς γενεὰς ὀργὴν καὶ μνησικακίαν ἀναφέροντες ὑπὲρ τυραννίδος, ἧς καταλυθείσης πᾶν τε μνῆμα καὶ πᾶν ἴχνος ἐξαλείφοντες καὶ ἀφανίζοντες οὐκ ἐπαύοντο, χαλεπῆς καὶ βαρείας αὐτοῖς γενομένης; ἀλλὰ δὴ τὸ μὲν ὕβρισμα τοιοῦτον ἦν τὸ Σαμίων εἰς Κορινθίους· τὸ δὲ τιμώρημα ποῖόν τι τὸ Κορινθίων εἰς Σαμίους; εἰ γὰρ ὄντως ὠργίζοντο Σαμίοις, οὐ παροξύνειν, ἀποτρέπειν δὲ μᾶλλον αὐτοῖς ἦν προσῆκον Λακεδαιμονίους ἐπὶ Πολυκράτη στρατευομένους, ὅπως μὴ τοῦ τυράννου καταλυθέντος ἐλεύθεροι Σάμιοι γένοιντο καὶ παύσαιντο δουλεύοντες. ὃ δὲ μέγιστὸν ἐστι, τί δήποτε Κορίνθιοι Σαμίοις μὲν ὠργίζοντο βουληθεῖσι σῷσαι καὶ μὴ δυνηθεῖσι τοὺς Κερκυραίων παῖδας, Κνιδίοις δὲ τοῖς σῴσασι καὶ ἀποδοῦσιν οὐκ ἐνεκάλουν; καίτοι Κερκυραῖοι Σαμίων μὲν ἐπὶ τούτῳ λόγον οὐ πολὺν ἔχουσι, Κνιδίων δὲ μέμνηνται καὶ Κνιδίοις εἰσὶ τιμαὶ καὶ ἀτέλειαι καὶ ψηφίσματα παρʼ αὐτοῖς· οὗτοι γὰρ ἐπιπλεύσαντες ἐξήλασαν ἐκ τοῦ ἱεροῦ τοὺς Περιάνδρου φύλακας, αὐτοὶ δʼ ἀναλαβόντες τοὺς παῖδας εἰς Κέρκυραν διεκόμισαν, ὡς Ἀντήνωρ ἐν τοῖς Κρητικοῖς ἱστόρηκε καὶ Διονύσιος ὁ Χαλκιδεὺς ἐν ταῖς Κτίσεσιν. ὅτι δʼ οὐ τιμωρούμενοι Σαμίους ἀλλʼ ἐλευθεροῦντες ἀπὸ τοῦ τυράννου καὶ σῴζοντες ἐστράτευσαν οἱ Λακεδαιμόνιοι, Σαμίοις αὐτοῖς ἔστι χρήσασθαι μάρτυσιν. Ἀρχίᾳ γὰρ ἀνδρὶ Σπαρτιάτῃ λαμπρῶς ἀγωνισαμένῳ τότε καὶ πεσόντι τάφον εἶναι δημοσίᾳ κατεσκευασμένον ἐν Σάμῳ καὶ τιμώμενον ὑπʼ αὐτῶν λέγουσι· διὸ καὶ τοὺς ἀπογόνους τἀνδρὸς ἀεὶ διατελεῖν Σαμίοις οἰκείως καὶ φιλανθρώπως προσφερομένους, ὡς αὐτὸς Ἡρόδοτος ταῦτα γοῦν ἀπομεμαρτύρηκεν.

不仅如此,拉刻代蒙人固然算是以某种方式落在他的笔下而蒙受了污蔑,但他甚至把在此处原本无关涉的科林斯城邦也卷了进来,正如俗话所说“在途顺带之劳”,使其蒙受了可怕的指控和最恶劣的诽谤。 “因为科林斯人,”他说道,“也热切地促成了对萨摩斯的远征,因为此前萨摩斯人曾对他们犯下侮辱之举。”那事是这样的:科林斯的僭主佩里安德曾把科孚显贵的幼子三百人送往阿吕阿特斯处进行阉割;萨摩斯人在他们登岛后,教导他们在阿耳忒弥斯神庙中作为求护者坐下,并通过每日向他们提供芝麻与蜂蜜做成的甜食而保全了他们的性命。 这位历史学家将此举称为萨摩斯人对科林斯人的“侮辱”,并声称正因如此,多年之后科林斯人借口萨摩斯人保全了三百名希腊男孩使其成年,一同挑唆拉刻代蒙人对抗他们。然而,他将这等耻辱强加于科林斯人,恰恰表明这座城邦比那位僭主更加恶毒;因为那位僭主尚且是为了报复杀害其子的科孚人,但科林斯人究竟遭遇了何事,竟然要去惩罚阻拦了如此残暴与不法之举的萨摩斯人,甚至在三代之后,为了一个僭主政权重新挑起愤怒与怨恨呢?要知道在该政权被推翻后,因其严苛沉重,科林斯人曾不断抹除并销毁其一切纪念物与痕迹。退一步讲,萨摩斯人对科林斯人的“侮辱”固然如此,科林斯人对萨摩斯人的报复又算什么呢?因为若他们真对萨摩斯人怀恨在心,理应劝阻而非挑唆拉刻代蒙人出征波吕克拉底,以免僭主被推翻后萨摩斯人获得自由而不再为奴。最重要的是:科林斯人为何竟对希望拯救科孚儿童却未能做到的萨摩斯人怀恨在心,却对真正拯救并送回儿童的克尼多斯人毫无指责?然而科孚人对此事并不甚看重萨摩斯人,却铭记克尼多斯人,克尼多斯人在他们那里享有崇高荣誉、免税权与法令嘉奖;因为正是克尼多斯人航行赶来,将佩里安德的卫兵驱逐出神庙,亲自带上男孩们将他们送回科孚,正如安忒诺尔在《克里特纪》中所述,卡尔基斯的狄奥尼修斯在《建城史》中所记。此外,拉刻代蒙人出兵并非为了报复萨摩斯人,而是为了将他们从僭主手中解放并拯救他们,关于这一点,萨摩斯人自己便可作为证人。因为人们说,当时英勇奋战而阵亡的斯巴达人阿耳基阿斯,在萨摩斯建有公墓并受到他们的尊奉;这也就是为什么该男子的后裔始终与萨摩斯人保持亲近与仁善的关系,正如希罗多德自己至少也证明了这些事实。

语法注3 条
  1. 859cὡς χάριν ἐκτίνοντες αὐτοῖς τῆς ἐπὶ Μεσσηνίους βοηθείας στρατεύσειαν

    στρατεύσειαν 为由从属连词 ὡς 引导的间接引语中的间接引语希求法(optativus obliquus),表达萨摩斯人主观陈述的理由。下文 ἀρνεῖσθαι δὲ ... καὶ λέγειν, ὡς ... στρατεύσαιντο 中的 στρατεύσαιντο 结构完全对称,均表示转述双方各自的说辞。

  2. 859eὁδοῦ, φασί, πάρεργον

    意为“顺道之旁务/路途顺带之事”的惯用表达,此处用作状语性宾格(或同位状语短语),生动形容希罗多德顺便把本在主线之外的科林斯城邦也卷进来进行攻击中伤。

  3. 859eτί παθόντες ἐτιμωροῦντο

    分词 παθόντες 属于希腊语惯用表达 τί παθών / τί παθόντες(“受何驱使?”、“究竟因遭遇何事?”)。此处表达强烈的反问与质疑语气:“科林斯人究竟遭遇了什么,竟然要去报复萨摩斯人?”

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg123.humanitext-grc2:21-22