- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. V. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1893.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg123.humanitext-grc2:16-20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者指责希罗多德贬损阿尔克迈翁家族、斯巴达英雄奥特律阿达斯、克罗伊斯及德伊奥克斯,并抨击他编造关于伊奥尼亚人起源及各城邦引渡帕克提厄斯的丑闻,引用兰普萨库斯的卡龙之作以资驳斥。
μετὰ ταῦτα τοὺς Ἀλκμεωνίδας, ἄνδρας γενομένους καὶ τὴν πατρίδα τῆς τυραννίδος ἐλευθερώσαντας, εἰς αἰτίαν ἐμβαλὼν προδοσίας δέξασθαί φησι τὸν Πεισίστρατον ἐκ τῆς φυγῆς καὶ συγκαταγαγεῖν ἐπὶ τῷ γάμῳ τῆς Μεγακλέους θυγατρός· τὴν δὲ παῖδα πρὸς τὴν μητέρα φράσαι τὴν ἑαυτῆς ὅτι ὦ μαμμίδιον, ὁρᾷς; οὐ μίγνυταί μοι κατὰ νόμον Πεισίστρατος. ἐπὶ τούτῳ δὲ τοὺς Ἀλκμεωνίδας τῷ παρανομήματι σχετλιάσαντας ἐξελάσαι τὸν τύραννον.
紧接着这些,他将背叛之罪扣在阿尔克迈翁家族头上——他们曾是英勇之士,且将祖国从僭主统治下解放出来——声称他们从流放中接回庇西特拉图,并以与墨伽克勒斯的女儿成婚为条件帮助他复位;而那少女对自己的母亲说道:“母亲啊,你看,庇西特拉图与我同房并不合乎常理。”阿尔克迈翁家族因对这一失常之举深感义愤,便驱逐了这位僭主。
ἵνα τοίνυν μηδʼ οἱ Λακεδαιμόνιοι τῶν Ἀθηναίων ἔλαττον ἔχωσι τῆς κακοηθείας,1 τὸν ἐν αὐτοῖς μάλιστα θαυμαζόμενον καὶ τιμώμενον ὅρα πῶς διαλελύμανται, τὸν Ὀθρυάδαν· τὸν δὲ ἕνα φησὶ τὸν περιλειφθέντα τῶν τριηκοσίων αἰσχυνό μενον ἀπονοστέειν ἐς Σπάρτην, τῶν συλλοχιτέων διεφθαρμένων, αὐτοῦ μιν ἐν τῇσι Θυρέῃσι καταχρήσασθαι ἑωυτόν. ἄνω μὲν γὰρ ἀμφοτέροις ἐπίδικον εἶναι τὸ νίκημά φησιν, ἐνταῦθα δὲ τῇ αἰσχύνῃ τοῦ Ὀθρυάδου ἧτταν τῶν Λακεδαιμονίων κατεμαρτύρησεν ἡττηθέντα μὲν γὰρ ζῆν αἰσχρὸν ἦν, περιγενέσθαι δὲ νικῶντα κάλλιστον.
为了不让拉刻代蒙人从他的恶意中分得少于雅典人,且看他是如何败坏在他们当中最受钦佩和尊崇的奥特律阿达斯的声誉:“那唯一剩余的三百人之一,”他说道,“因同伍战士尽皆阵亡,羞于返回斯巴达,便在梯利亚当地自裁身亡。”因为他在上文固然声称胜利对双方而言尚有争议,但在此处却借奥特律阿达斯的羞耻证实了拉刻代蒙人的败绩;因为战败而偷生固然可耻,战胜而生还却是至高的荣耀。
ἐῶ τοίνυν ὅτι τὸν Κροῖσον ἀμαθῆ καὶ ἀλαζόνα καὶ γελοῖον φήσας ἐν πᾶσιν, ὑπὸ τούτου φησίν, αἰχμαλώτου γενομένου, καὶ παιδαγωγεῖσθαι καὶ νουθετεῖσθαι τὸν Κῦρον, ὃς φρονήσει καὶ ἀρετῇ καὶ μεγαλονοίᾳ πολὺ πάντων δοκεῖ πεπρωτευκέναι τῶν βασιλέων· τῷ δὲ Κροίσῳ μηδὲν ἄλλο καλὸν ἢ τὸ τιμῆσαι τοὺς θεοὺς ἀναθήμασι πολλοῖς καὶ μεγάλοις μαρτυρήσας, αὐτὸ τοῦτο πάντων ἀσεβέστατον ἀποδείκνυσιν ἔργον. ἀδελφὸν γὰρ αὐτῷ Πανταλέοντα περὶ τῆς βασιλείας αὐτῷ διαφέρεσθαι, ζῶντος ἔτι τοῦ πατρός· τὸν οὖν Κροῖσον, ὡς εἰς τὴν βασιλείαν κατέστη, τῶν ἑταίρων καὶ φίλων τοῦ Πανταλέοντος ἕνα τῶν γνωρίμων ἐπὶ γνάφου διαφθεῖραι καταξαινόμενον, ἐκ δὲ τῶν χρημάτων αὐτοῦ ποιησάμενον ἀναθήματα τοῖς θεοῖς ἀποστεῖλαι. Δηιόκην δὲ τὸν Μῆδον ἀρετῇ καὶ δικαιοσύνῃ κτησάμενον τὴν ἡγεμονίαν οὐ φύσει γενέσθαι φησὶ τοιοῦτον, ἐρασθέντα δὲ τυραννίδος ἐπιθέσθαι προσποιήματι δικαιοσύνης.
那么,我姑且不论他一方面断言克罗伊斯在一切事上都是无知、自大且可笑的,另一方面却说被认为在审慎、美德和恢弘气度上远迈一切列王的居鲁士,在克罗伊斯成为俘虏之后竟然受其教导和规谏;他又证明克罗伊斯除了以众多宏大的奉献物尊奉神明之外别无善举,却将这一举动本身证明为最不敬神的行径。因为他说,在父亲尚在世时,其弟庞达利昂曾与他争夺王位;因此克罗伊斯一旦即位,便把庞达利昂的同伴与好友中的一位显贵之士置于梳毛机上撕碎处死,并用其财产制成奉献物送给神明。至于凭借美德与正义取得统治权的米底人德伊奥克斯,他也声称其并非天性如此,而是因觊觎僭主之位,才假托正义之名行其图谋。
ἀλλʼ ἀφίημι τὰ τῶν βαρβάρων ἀφθονίαν γὰρ αὐτὸς ἐν τοῖς Ἑλληνικοῖς πεποίηκεν. Ἀθηναίους τοίνυν καὶ τοὺς πολλοὺς τῶν ἄλλων Ἰώνων ἐπαισχύνεσθαι τῷ ὀνόματι τούτῳ, μὴ βουλομένους ἀλλὰ φεύγοντας Ἴωνας κεκλῆσθαι, τοὺς δὲ νομίζοντας αὐτῶν γενναιοτάτους εἶναι καὶ ὁρμηθέντας ἀπὸ τοῦ πρυτανηίου τῶν Ἀθηναίων ἐκ βαρβάρων παιδοποιήσασθαι γυναικῶν,2 πατέρας αὐτῶν καὶ ἄνδρας καὶ παῖδας φονεύσαντας· διὸ τὰς γυναῖκας νόμον θέσθαι καὶ ὅρκους ἐπελάσαι καὶ παραδοῦναι ταῖς θυγατράσι, μήποτε ὁμοσιτῆσαι τοῖς ἀνδράσι μηδʼ ὀνομαστὶ βοῆσαι τὸν αὑτῆς ἄνδρα, καὶ τοὺς νῦν ὄντας Μιλησίους ἐξ ἐκείνων γεγονέναι τῶν γυναικῶν ὑπειπὼν δὲ καθαρῶς Ἴωνας γεγονέναι τοὺς Ἀπατούρια ἄγοντας ἑορτὴν ἄγουσι δὲ πάντες φησὶ πλὴν Ἐφεσίων καὶ Κολοφωνίων. τούτους μὲν οὖν οὕτως ἐκκέκλεικε τῆς εὐγενείας.
但我姑且不论异族之事,因为他在希腊人的事迹中已提供了过多的恶意材料。他说雅典人以及其他大多数伊奥尼亚人都以此名为耻,不愿且回避被称为伊奥尼亚人;而那些自以为是其中最高贵者、从雅典普吕塔内翁出发之人,在杀害了异族妇女的父亲、丈夫和儿子之后,竟与这些异族妇女繁衍后代。因此这些妇女立下规矩,起誓并传于女儿,绝不与丈夫同席进食,亦不直呼自己丈夫之名,而现今的米利多人便是这些妇女的后裔。他又暗示唯有庆祝阿帕图利亚节者方是纯正的伊奥尼亚人,并声称:“除以弗所人和科洛封人外,所有人皆庆祝之”;于是就这样将这些人逐出了高贵出身之列。
Πακτύην δʼ ἀποστάντα Κύρου φησὶ Κυμαίους καὶ Μυτιληναίους ἐκδιδόναι παρασκευάζεσθαι τὸν ἄνθρωπον ἐπὶ μισθῷ ὅσῳ δή, οὐ γὰρ ἔχω γε εἰπεῖν ἀτρεκέως· ʽ εὖ τὸ μὴ διαβεβαιοῦσθαι πόσος ἦν ὁ μισθός, τηλικοῦτο δʼ Ἑλληνίδι πόλει προσβαλεῖν ὄνειδος, ὡς δὴ σαφῶς εἰδότα3 Χίους μέντοι τὸν Πακτύην κομισθέντα πρὸς αὐτοὺς ἐξ ἱροῦ Ἀθηναίης πολιούχου ἐκδοῦναι, καὶ ταῦτα ποιῆσαι τοὺς Χίους τὸν Ἀταρνέα μισθὸν λαβόντας καίτοι Χάρων ὁ Λαμψακηνός ἀνὴρ πρεσβύτερος, ἐν τοῖς περὶ Πακτύην λόγοις γενόμενος, τοιοῦτον οὐδὲν οὔτε Μυτιληναίοις οὔτε Χίοις ἄγος προστέτριπται ταυτὶ δὲ κατὰ λέξιν γέγραφε Πακτύης δʼ ὡς ἐπύθετο προσελαύνοντα τὸν στρατὸν τὸν Περσικὸν ᾤχετο φεύγων ἄρτι μὲν εἰς Μυτιλήνην, ἔπειτα δʼ εἰς Χίον· καὶ αὐτοῦ ἐκράτησε Κῦρος.
他又声称,反叛居鲁士的帕克提厄斯,屈墨人和密提林人曾打算为了一笔酬金引渡此人——“至于酬金是多少,我确实无法确切言明”;多么妙啊,不确定酬金多少,却宛如确切知晓一般将如此巨大的耻辱加于一座希腊城邦!他又声称奇俄斯人将送至其处的帕克提厄斯从城邦守卫神雅典娜的神庙中拖出并引渡,且奇俄斯人做下此事是因为收受了阿塔耳纽斯作为报酬。然而,兰普萨库斯的卡龙作为一位更为年长的前辈,在叙述帕克提厄斯的事迹时,从未将这种罪愆强加于密提林人或奇俄斯人,而是逐字逐句地写道:“帕克提厄斯一得知波斯军队开来,便逃亡而去,起初逃往密提林,其后逃往奇俄斯;居鲁士将他捕获。”
- 858cἵνα τοίνυν μηδʼ οἱ Λακεδαιμόνιοι τῶν Ἀθηναίων ἔλαττον ἔχωσι τῆς κακοηθείας
ἵνα 从句在形式上为目的从句,属于修辞性的讽刺用法,作者藉此代拟希罗多德的阴暗动机。属格 τῆς κακοηθείας 作 ἔλαττον ἔχωσι 的部分属格,意为“使拉刻代蒙人分得的恶意不比雅典人更少”。
- 858eτοὺς δὲ νομίζοντας αὐτῶν γενναιοτάτους εἶναι καὶ ὁρμηθέντας ἀπὸ τοῦ πρυτανηίου τῶν Ἀθηναίων ἐκ βαρβάρων παιδοποιήσασθαι γυναικῶν
延续前文间接引语的长大宾格不定式结构。主语为带定冠词的分词短语 τοὺς δὲ νομίζοντας... καὶ ὁρμηθέντας(“那些自视最高贵且出发的人”),统摄不定式 παιδοποιήσασθαι(“繁育后代”)。
- 859aεὖ τὸ μὴ διαβεβαιοῦσθαι πόσος ἦν ὁ μισθός, τηλικοῦτο δʼ Ἑλληνίδι πόλει προσβαλεῖν ὄνειδος, ὡς δὴ σαφῶς εἰδότα
εὖ 之后省略了系动词(如 ἐστί),构成反语式的感叹表达(“……可真是妙极了!”)。宾格分词 ὡς δὴ σαφῶς εἰδότα 在句法上不与主句主语直接一致,相当于状语性或宾格绝对分词的用法,指希罗多德本人,“宛如确凿知晓一般”,极具讽刺意味。
