← 普鲁塔克

从政指南

§9-10

演说体魄的磨砺与迅速步入政坛之途

文章以声气等身体训练以及加图的拖延战术为论述言辞的篇章收尾,进而探讨步入政坛的两条路径(迅疾辉煌之途与缓慢稳妥之途);文中列举阿拉托斯、庞培、西庇阿等历史典范,并针对缺乏战事的当下,论述了如何通过诉讼、出使、击垮奸佞强权及中立调解等方式开创显赫的从政起点。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9

δεῖ δὲ καὶ φωνῆς εὐεξίᾳ καὶ πνεύματος ῥώμῃ πρὸς οὐ φαῦλον ἀλλὰ πάμμαχον ἀγῶνα τὸν τῆς πολιτείας ἠθληκότα1 κομίζειν τὸν λόγον, ὡς μὴ πολλάκις ἀπαγορεύοντα καὶ σβεννύμενον ὑπερβάλλῃ τις αὐτὸν "ἅρπαξ κεκράκτης, κυκλοβόρου φωνὴν ἔχων." Κάτων δέ, περὶ ὧν οὐκ ἤλπιζε πείσειν τῷ προκατέχεσθαι χάρισι καὶ σπουδαῖς τὸν δῆμον ἢ τὴν βουλήν, ἔλεγε τὴν ἡμέραν ὅλην ἀναστὰς καὶ τὸν καιρὸν οὕτως ἐξέκρουε. περὶ μὲν οὖν τῆς τοῦ λόγου παρασκευῆς καὶ χρείας ἱκανὰ ταῦτα τῷ δυναμένῳ τὸ ἀκόλουθον προσεξευρίσκειν.

此外,应当凭借充沛的嗓音与强健的气息,将言论带入政事这一绝非寻常而是使尽全力的全能竞技之中,作为已经受过磨砺的人;以免由于说话者屡屡气竭声嘶,而被某人压倒: “那高声叫嚣、吼声如山洪暴发的掠夺者。” 而加图在明知民众或元老院已被恩惠和派系热忱预先笼络因而毫无希望予以劝服之事上,则起立演说一整天,以此打破不利的时机。因此,关于言论的准备与运用,对于能够自行推导相应结论之人而言,这些话便已足够了。

§10

εἰσβολαὶ δὲ καὶ ὁδοὶ δύο τῆς πολιτείας εἰσίν, ἡ μὲν ταχεῖα καὶ λαμπρὰ πρὸς δόξαν οὐ μὴν ἀκίνδυνος, ἡ δὲ πεζοτέρα καὶ βραδυτέρα τὸ δʼ ἀσφαλὲς ἔχουσα μᾶλλον. οἱ μὲν γὰρ εὐθὺς ὥσπερ ἐξ ἄκρας πελαγίου πράξεως ἐπιφανοῦς καὶ μεγάλης ἐχούσης δὲ τόλμαν ἄραντες ἀφῆκαν ἐπὶ τὴν πολιτείαν, ἡγούμενοι λέγειν ὀρθῶς τὸν Πίνδαρον ὡς "ἀρχομένου δʼ ἔργου πρόσωπον χρὴ θέμεν τηλαυγές·" καὶ γὰρ δέχονται προθυμότερον οἱ πολλοὶ κόρῳ τινὶ καὶ πλησμονῇ τῶν συνήθων τὸν ἀρχόμενον, ὥσπερ ἀγωνιστὴν θεαταί, καὶ τὸν φθόνον ἐκπλήττουσιν αἱ λαμπρὰν ἔχουσαι καὶ ταχεῖαν αὔξησιν ἀρχαὶ καὶ δυνάμεις. οὔτε γὰρ πῦρ φησιν ὁ Ἀρίστων καπνὸν ποιεῖν οὔτε δόξαν φθόνον, ἢν εὐθὺς ἐκλάμψῃ καὶ ταχέως, ἀλλὰ τῶν κατὰ μικρὸν αὐξανομένων καὶ σχολαίως ἄλλον ἀλλαχόθεν ἐπιλαμβάνεσθαι διὸ πολλοὶ πρὶν ἀνθῆσαι περὶ τὸ βῆμα κατεμαράνθησαν. ὅπου δʼ, ὥσπερ ἐπὶ τοῦ Λάδα λέγουσιν, "ὁ ψόφος ἦν ὕσπληγος ἐν οὔασιν," ἔνθα κἀστεφανοῦτο πρεσβεύων ἢ θριαμβεύων ἢ στρατηγῶν ἐπιφανῶς, οὔθʼ οἱ φθονοῦντες οὔθʼ οἱ καταφρονοῦντες ὁμοίως ἐπὶ τοιούτων ἰσχύουσιν. οὕτω παρῆλθεν εἰς δόξαν Ἄρατος, ἀρχὴν ποιησάμενος πολιτείας τὴν Νικοκλέους τοῦ τυράννου κατάλυσιν· οὕτως Ἀλκιβιάδης, τὰ Μαντινικὰ συστήσας ἐπὶ Λακεδαιμονίους. Πομπήιος δὲ καὶ θριαμβεύειν ἠξίου μήπω παριὼν εἰς σύγκλητον οὐκ ἐῶντος δὲ Σύλλα, πλείονες ἔφη τὸν ἥλιον ἀνατέλλοντα προσκυνοῦσιν ἢ δυόμενον· καὶ Σύλλας ὑπεῖξε τοῦτʼ ἀκούσας. καὶ Σκιπίωνα δὲ Κορνήλιον οὐκ ἀφʼ ἧς ἔτυχεν ἀρχῆς ὁ Ῥωμαίων δῆμος ἀγορανομίαν μετερχόμενον ἐξαίφνης ὕπατον ἀπέδειξε παρὰ τὸν νόμον, ἀλλὰ θαυμάσας αὐτοῦ μειρακίου μὲν ὄντος τὴν ἐν Ἰβηρίᾳ μονομαχίαν καὶ νίκην, μικρὸν δʼ ὕστερον τὰ πρὸς Καρχηδόνι χιλιαρχοῦντος ἔργα, περὶ ὧν καὶ Κάτων ὁ πρεσβύτερος ἀνεφώνησεν "οἶος πέπνυται, τοὶ δὲ σκιαὶ ἀίσσουσιν." νῦν οὖν ὅτε τὰ πράγματα τῶν πόλεων οὐκ ἔχει πολέμων ἡγεμονίας οὐδὲ τυραννίδων καταλύσεις οὐδὲ συμμαχικὰς πράξεις, τίνʼ ἄν τις ἀρχὴν ἐπιφανοῦς λάβοι καὶ λαμπρᾶς πολιτείας; αἱ δίκαι τε λείπονται αἱ δημόσιαι καὶ πρεσβεῖαι πρὸς αὐτοκράτορα ἀνδρὸς διαπύρου καὶ θάρσος ἅμα καὶ νοῦν ἔχοντος δεόμεναι. πολλὰ δʼ ἔστι καὶ τῶν παρειμένων ἐν ταῖς πόλεσι καλῶν ἀναλαμβάνοντα καὶ τῶν ἐξ ἔθους φαύλου παραδυομένων ἐπʼ αἰσχύνῃ τινὶ τῆς πόλεως ἢ βλάβῃ μεθιστάντα πρὸς αὑτὸν ἐπιστρέφειν. ἤδη δὲ καὶ δίκη μεγάλη καλῶς δικασθεῖσα καὶ πίστις ἐν συνηγορίᾳ πρὸς ἀντίδικον ἰσχυρὸν ὑπὲρ ἀσθενοῦς καὶ παρρησία πρὸς ἡγεμόνα μοχθηρὸν ὑπὲρ τοῦ δικαίου κατέστησεν ἐνίους εἰς ἀρχὴν πολιτείας ἔνδοξον. οὐκ ὀλίγοι δὲ καὶ διʼ ἔχθρας ηὐξήθησαν, ἐπιχειρήσαντες ἀνθρώποις ἐπίφθονον ἔχουσιν ἀξίωμα καὶ φοβερόν· εὐθὺς γὰρ ἡ τοῦ καταλυθέντος ἰσχὺς τῷ κρατήσαντι μετὰ βελτίονος δόξης ὑπάρχει. τὸ μὲν γὰρ ἀνδρὶ χρηστῷ καὶ διʼ ἀρετὴν πρωτεύοντι προσμάχεσθαι κατὰ φθόνον, ὡς Περικλεῖ Σιμμίας, Ἀλκμέων δὲ Θεμιστοκλεῖ, Πομπηίῳ δὲ Κλώδιος, Ἐπαμεινώνδᾳ δὲ Μενεκλείδης ὁ ῥήτωρ, οὔτε πρὸς δόξαν καλὸν οὔτʼ ἄλλως συμφέρον· ὅταν γὰρ ἐξαμαρτόντες οἱ πολλοὶ πρὸς ἄνδρα χρηστόν, εἶθʼ ὃ γίγνεται ταχέως ἐπʼ ὀργῇ μετανοήσωσι, πρὸς τοῦτο τὴν ῥᾴστην ἀπολογίαν δικαιοτάτην νομίζουσιν, ἐπιτρῖψαι τὸν ἀναπείσαντα καὶ καταρξάμενον.2 τὸ μέντοι φαῦλον ἄνθρωπον, ἀπονοίᾳ δὲ καὶ δεινότητι πεποιημένον ὑφʼ αὑτῷ τὴν πόλιν, οἷος ἦν Κλέων Ἀθήνησι καὶ Κλεοφῶν, ἐπαναστάντα καθελεῖν καὶ ταπεινῶσαι λαμπρὰν ποιεῖται τὴν πάροδον ὥσπερ δράματος τῆς πολιτείας. οὐκ ἀγνοῶ δʼ ὅτι καὶ βουλήν τινες ἐπαχθῆ καὶ ὀλιγαρχικὴν κολούσαντες, ὥσπερ Ἐφιάλτης Ἀθήνησι καὶ Φορμίων παρʼ Ἠλείοις, δύναμιν ἅμα καὶ δόξαν ἔσχον· ἀλλὰ μέγας ἀρχομένῳ πολιτείας οὗτος ὁ κίνδυνός ἐστι. διὸ καὶ βελτίονα Σόλων ἔλαβεν ἀρχήν, διεστώσης ἐς τρία μέρη τῆς πόλεως, τὸ τῶν Διακρίων λεγομένων καὶ τὸ τῶν Πεδιέων καὶ τὸ τῶν Παραλίων οὐδενὶ γὰρ ἐμμίξας ἑαυτόν, ἀλλὰ κοινὸς ὢν πᾶσι καὶ πάντα λέγων καὶ πράττων πρὸς ὁμόνοιαν ᾑρέθη νομοθέτης ἐπὶ τὰς διαλύσεις καὶ κατέστησεν οὕτω τὴν ἀρχήν. ἡ μὲν οὖν ἐπιφανεστέρα πάροδος εἰς τὴν πολιτείαν τοσαύτας ἔχει καὶ τοιαύτας ἀρχάς.

投身政事有两条切入之途:其一是通往声名迅疾而辉煌的道路,然而绝非毫无风险;其二则较为平缓迟缓,却更为稳妥。前者仿佛从伸入大海的岬角扬帆启航,直接借由包含胆略的显赫伟绩投身政务,认为品达所言极是: “事业初创之时,其门面 须置于远瞩辉耀之处。” 事实上,大众出于对熟悉面孔的某种厌倦与腻烦,会更加热忱地接纳初入政坛者,宛如观众对待参赛选手;而拥有迅猛显赫势头的官职与权能,亦能压倒嫉妒。正如阿里斯同所言,只要立即迅猛地迸发光芒,火便不会产生烟雾,声名也不会产生嫉妒;但对于细水长流、缓慢增长之物,人们却会从四面八方向其发难。正因如此,许多人在讲坛周围尚未绽放便已凋谢。然而正如人们谈及拉达斯那样,哪里“起跑索的响声仍在耳畔回荡”,哪里他在奉使、凯旋或显赫地统军时便已受封冠冕,嫉妒者与藐视者在这些人面前便同样无法施展威能。阿拉托斯便是如此名扬四方,他将推翻僭主尼科克勒斯作为从政的开端;阿尔西比亚德亦是如此,他促成了针对斯巴达人的曼提尼亚同盟。庞培甚至在尚未进入元老院时便要求举行凯旋式;当苏拉不允时,他说道:“敬拜升起之日者多于敬拜下沉之日者。”苏拉闻听此言遂予以让步。而罗马民众亦非从寻常官职中提拔,而是在科尔内利乌斯·西庇阿竞选市政官时违背法律骤然推举其为执政官,盖因赞赏他年少时在伊比利亚的单骑决斗与胜利,以及不久后在迦太基附近担任军事保民官时的战功;老加图对此亦曾惊叹道: “唯他独具灵智,余者皆如幽影飘飞。” 如今,各城邦的局势既无战争的统帅权,亦无推翻僭主或结盟之举,那么人们当从何处获取显赫辉煌的政治开端呢?剩下的只有公众诉讼,以及需要满怀热忱、兼备胆略与智慧之士的出使皇帝之行。此外,亦大可通过重振城邦中被荒废的善行,革除因恶劣习俗而潜滋暗长、致使城邦蒙羞受损的弊端,将众人的目光吸引至自身。事实上有若干人,正是凭借审理得当的重大案件、在对阵强敌时为弱者辩护的忠信,或是为了公义直面劣迹官员的抗颜直谏,确立了声名显赫的从政开端。亦有不少人通过树敌而崛起,他们向那些享有令人嫉羡且生畏之威望的人发起挑战;因为被推翻者的权势便立即伴随着更佳的声誉归于胜者。盖因出于嫉妒而向凭借美德位居前列的善人发起攻击——正如西米阿斯对抗伯里克利,阿尔克迈翁对抗地米斯托克利,克罗狄乌斯对抗庞培,演说家墨涅克利得斯对抗伊巴密浓达那般——既无益于声誉,于他事亦无助益。因为大众在冒犯善人之后,一旦怒气平息便会迅速转为悔恨,此时他们认为最省力且最正当的自辩,便是彻底毁灭那个劝说并带头挑唆之人。然而,若是挺身而出,推翻并贬抑那个凭借鲁莽与狡诈使城邦屈服于其下的卑劣之徒——如雅典的克里昂与克莱奥芬——便能使人步入政坛的开端犹如戏剧登场般绚丽夺目。我亦并非不知,某些人通过削弱专横的寡头评议会而同时获得了权势与声望,正如雅典的厄菲阿尔特斯与厄利斯人当中的福尔米昂所为;然而对于初涉政坛者而言,此举风险极大。因此梭伦获取了更为稳妥的开端:当时城邦分裂为所谓的山区派、平原派与海岸派三方,他并未依附其中任何一方,而是不偏不倚,言行皆致力于促成和睦,因而被选为调解纷争的立法者,并以此确立了权能。由此可见,通往政坛更为显赫的登场之路,便拥有如此之多且这般的开端。

语法注2 条
  1. 804cἠθληκότα

    完成体主动分词阳性单数宾格。在非人称动词 δεῖ 所统辖的不定词 κομίζειν 结构中,它与隐含的宾格逻辑主语(即从政者自身)一致,意为“作为已经为政事竞技磨砺好的人”。虽然从语法上亦可视为修饰直接宾语 τὸν λόγον 的拟人用法(“携来受过磨砺的言论”),但考虑到 ἀθλέω 本义指人的体育竞技锻炼,且前文提及的“充沛的嗓音与强健的气息”皆针对演说者自身的体能准备,故将其理解为修饰从政者更为顺畅自然。

  2. 805cἐπιτρῖψαι τὸν ἀναπείσαντα καὶ καταρξάμενον

    不定过去时主动不定词 ἐπιτρῖψαι 在此作同位语(解释性不定词),具体说明前文名片语 τὴν ῥᾴστην ἀπολογίαν(“最省力的自辩”)的内容。它揭示了大众在冒犯善人并感到后悔时所采取的辩解方式:即彻底毁灭那个当初劝说并带头挑唆他们的人。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg118.humanitext-grc2:9-10