← 普鲁塔克

从政指南

§11-12

依傍德高望重的长者立足政坛的稳妥途径

论述了借助声名显赫的长者之提携与庇护而立足政坛的稳妥途径,劝诫初涉政坛者应当选择兼具美德与胸襟的领路人,而非徒具权势者,并通过端正地从属与辅佐来确立自身声望。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§11

τὴν δʼ ἀσφαλῆ καὶ σχολαίαν εἵλοντο πολλοὶ τῶν ἐνδόξων, Ἀριστείδης, Φωκίων, Παμμένης ὁ Θηβαῖος, Λεύκολλος ἐν Ῥώμῃ, Κάτων, Ἀγησίλαος ὁ Λακεδαιμόνιος· τούτων γὰρ ἕκαστος, ὥσπερ οἱ κιττοὶ τοῖς ἰσχύουσι τῶν δένδρων περιπλεκόμενοι συνεξανίστανται, προσδραμὼν ἀνδρὶ πρεσβυτέρῳ νέος ἔτι καὶ ἄδοξος ἐνδόξῳ, κατὰ μικρὸν αἰρόμενος ὑπὸ τῆς περὶ ἐκεῖνον δυνάμεως καὶ συναυξανόμενος ἤρεισε καὶ κατερρίζωσεν ἑαυτὸν εἰς τὴν πολιτείαν. Ἀριστείδην μὲν γὰρ ηὔξησε Κλεισθένης καὶ Φωκίωνα Χαβρίας, Λεύκολλον δὲ Σύλλας Κάτωνα δὲ Μάξιμος, Ἐπαμεινώνδας δὲ Παμμένη καὶ Λύσανδρος Ἀγησίλαον ἀλλʼ οὗτος μὲν ὑπὸ φιλοτιμίας ἀκαίρου καὶ ζηλοτυπίας διὰ δόξαν ὑβρίσας ἀπέρριψε ταχὺ τὸν καθηγεμόνα τῶν πρακτέων· οἱ δʼ ἄλλοι καλῶς καὶ πολιτικῶς καὶ ἄχρι τέλους ἐθεράπευσαν καὶ συνεπεκόσμησαν ὥσπερ τὰ πρὸς ἣλιον ὑφιστάμενα σώματα τὸ λαμπρῦνον αὑτοὺς πάλιν ἀφʼ ἑαυτῶν αὔξοντις καὶ συνεκφωτίζοντες.1 οἱ γοῦν Σκιπίωνι βασκαίνοντες ὑποκριτὴν αὐτὸν ἀπεφαίνοντο τῶν πράξεων ποιητὴν δὲ Λαίλιον τὸν ἑταῖρον, ὁ δὲ Λαίλιος ὑπʼ οὐδενὸς ἐπήρθη τούτων ἀλλʼ ἀεὶ διετέλεσε τῇ Σκιπίωνος ἀρετῇ καὶ δόξῃ συμφιλοτιμούμενος. Ἀφράνιος δὲ Πομπηίου φίλος, εἰ καὶ πάνυ ταπεινὸς ἦν, ὅμως ἐπίδοξος ὢν ὕπατος αἱρεθήσεσθαι, Πομπηίου σπουδάζοντος ἑτέροις, ἀπέστη τῆς φιλοτιμίας εἰπὼν οὐκ ἂν οὕτω λαμπρὸν αὐτῷ γενέσθαι τὸ τυχεῖν ὑπατείας, ὡς ἀνιαρὸν ἅμα καὶ δυσχερές, εἰ Πομπηίου μὴ θέλοντος μηδὲ συμπράττοντος·2 ἐνιαυτὸν οὖν ἀνασχόμενος μόνον οὔτε τῆς ἀρχῆς ἀπέτυχε καὶ τὴν φιλίαν διετήρησε. τοῖς δʼ οὕτω χειραγωγουμένοις ὑφʼ ἑτέρων ἐπὶ δόξαν ἅμα συμβαίνει χαρίζεσθαί τε πολλοῖς, κἄν τι συμβαίνῃ δύσκολον, ἧττον ἀπεχθάνεσθαι διὸ καὶ Φίλιππος Ἀλεξάνδρῳ παρῄνει κτᾶσθαι φίλους, ἕως ἔξεστι, βασιλεύοντος ἑτέρου πρὸς χάριν ὁμιλοῦντα καὶ φιλοφρονούμενον.

另一方面,许多名士选择了稳妥而平缓的道路,如阿里斯提德、福基翁、忒拜的潘墨涅斯、罗马的卢库鲁斯、加图、斯巴达的阿格西劳斯。盖因他们之中的每一个人,正如常春藤缠绕在强固的树木上共同拔地而起那般,在年轻尚无名望之时便投奔年长显贵之人,借由围绕在那位长者身旁的权势逐渐受到提携并与之共同成长,从而在政事中站稳脚跟并深深扎根。事实上,提携阿里斯提德的是克里斯提尼,提携福基翁的是沙布里亚斯;苏拉提携了卢库鲁斯,马克西穆斯提携了加图;伊巴密浓达提携了潘墨涅斯,吕山德则提携了阿格西劳斯。然而唯独阿格西劳斯出于不合时宜的野心以及对声名的妒忌,蛮横无理地迅速抛弃了自己行为的领路人;而其余的人则以美好而具公人风度的方式侍奉其长者直至终局,并增添了彼此的光彩,正如置身于阳光之下的物体,反过来从自身增加照耀它们的光辉并一同交相辉映。至少,那些妒忌西庇阿的人曾声称,他不过是功业的扮演者,真正的创作者则是他的同伴莱利乌斯;然而莱利乌斯并未因此而沾沾自喜,反而始终致力于配合西庇阿的美德与声望。而庞培的友人阿弗拉尼乌斯,尽管出身极其卑微,却有望当选执政官;当得知庞培正全力支持他人时,他便放弃了这份野心,声称若在庞培不情愿且不支持的情况下取得执政官职位,对他而言与其说是荣耀,不如说是一件既痛苦又棘手之事;因此他仅仅等待了一年,既未错失该职位,亦维系了友谊。对于这般由他人携手引向名声的人而言,与此同时往往能够取悦众人,且即便发生某种困难之事,亦较少招致怨恨。正因如此,腓力亦曾劝告亚历山大,当在尚有可能之时结交朋友,在他人为王之际以悦人的言谈相处并示以友善。

§12

αἱρεῖσθαι δὲ δεῖ τὸν ἀρχόμενον πολιτείας ἡγεμόνα μὴ ἁπλῶς τὸν ἔνδοξον καὶ δυνατόν, ἀλλὰ καὶ τὸν διʼ ἀρετὴν τοιοῦτον. ὡς γὰρ οὐ πᾶν δένδρον ἐθέλει προσίεσθαι καὶ φέρειν περιπλεκομένην τὴν ἄμπελον ἀλλʼ ἔνια καταπνίγει καὶ διαφθείρει τὴν αὔξησιν αὐτῆς, οὕτως ἐν ταῖς πόλεσιν οἱ μὴ φιλόκαλοι, φιλότιμοι δὲ καὶ φίλαρχοι μόνον, οὐ προΐενται τοῖς νέοις πράξεων ἀφορμάς, ἀλλʼ ὥσπερ τροφὴν ἑαυτῶν τὴν δόξαν ἀφαιρουμένους πιέζουσιν ὑπὸ φθόνου καὶ καταμαραίνουσιν ὡς Μάριος ἐν Λιβύῃ καὶ πάλιν ἐν Γαλατίᾳ πολλὰ διὰ Σύλλα κατορθώσας ἐπαύσατο χρώμενος, ἀχθεσθεὶς μὲν αὐτοῦ τῇ αὐξήσει, πρόφασιν δὲ τὴν σφραγῖδα ποιησάμενος ἀπέρριψεν ὁ γὰρ Σύλλας, ὅτε τῷ Μαρίῳ στρατηγοῦντι συνῆν ταμιεύων ἐν Λιβύῃ, πεμφθεὶς ὑπʼ αὐτοῦ πρὸς Βῶκχον ἤγαγεν Ἰογόρθαν αἰχμάλωτον οἷα δὲ νέος φιλότιμος, ἄρτι δόξης γεγευμένος, οὐκ ἤνεγκε μετρίως τὸ εὐτύχημα, γλυψάμενος δʼ εἰκόνα τῆς πράξεως ἐν σφραγῖδι τὸν Ἰογόρθαν αὐτῷ παραδιδόμενον ἐφόρει καὶ τοῦτʼ ἐγκαλῶν ὁ Μάριος ἀπέρριψεν αὐτόν· ὁ δὲ πρὸς Κάτουλον καὶ Μέτελλον ἄνδρας ἀγαθοὺς καὶ Μαρίῳ διαφόρους μεταστὰς ταχὺ τὸν Μάριον ἐξήλασε καὶ κατέλυσε τῷ ἐμφυλίῳ πολέμῳ μικροῦ δεήσαντα τὴν Ῥώμην ἀνατρέψαι. Σύλλας μέντοι καὶ Πομπήιον ἐκ νέου μὲν ἦρεν ὑπεξανιστάμενος αὐτῷ καὶ τὴν κεφαλὴν ἀποκαλυπτόμενος ἐπιόντι, καὶ τοῖς ἄλλοις νέοις πράξεων ἡγεμονικῶν μεταδιδοὺς ἀφορμάς, ἐνίους δὲ καὶ παροξύνων ἄκοντας, ἐνέπλησε φιλοτιμίας καὶ ζήλου τὰ στρατεύματα· καὶ πάντων ἐκράτησε βουλόμενος εἶναι μὴ μόνος ἀλλὰ πρῶτος καὶ μέγιστος ἐν πολλοῖς καὶ μεγάλοις. τούτων οὖν ἔχεσθαι δεῖ τῶν ἀνδρῶν καὶ τούτοις ἐμφύεσθαι, μή, καθάπερ ὁ Αἰσώπου βασιλίσκος ἐπὶ τῶν ὤμων τοῦ ἀετοῦ κομισθεὶς αἰφνίδιον ἐξέπτη καὶ προέφθασεν, οὕτω τὴν ἐκείνων δόξαν ὑφαρπάζοντας αὐτοὺς ἀλλὰ παρʼ ἐκείνων ἅμα μετʼ εὐνοίας καὶ φιλίας λαμβάνοντας, ὡς οὐδʼ ἄρξαι καλῶς τοὺς μὴ πρότερον ὀρθῶς δουλεύσαντας, ᾗ φησιν ὁ Πλάτων, δυναμένους.3

然而,初涉政坛者所选择的领路人,不应仅仅是显赫而有力者,更应当是因美德而成为显赫有力之人。因为正如并非每棵树木都甘愿接纳并承载缠绕其上的葡萄藤,反而有些树木会窒息并摧毁其成长一样,在城邦之中,那些不爱善行而只爱荣誉与权位之人,亦不肯将立功的机会拱手让予年轻人;相反,仿佛〔年轻人〕正夺走他们那如同自身养分般的声望,出于嫉妒而压制并摧折他们。正如马略在利比亚以及随后在高卢借由苏拉成就了诸多功业,却停止任用他,盖因对其崛起感到不快,遂以印章为借口将其排挤。盖因苏拉在利比亚担任马略将军帐下的财务官时,受其派遣前往鲍克胡斯处,将朱古达作为俘虏带回;然而作为一个初尝声名滋味的野心勃勃的青年,他未能克制地面对这份幸运,反而在印章上雕刻了这一事迹的图像——朱古达被引渡予他——并将其佩戴在身。马略以此为由谴责并将他排斥;而苏拉转投卡图卢斯与梅特卢斯——此二人皆为善人且与马略不睦——迅速驱逐了马略,并在内战中击垮了险些颠覆罗马的马略。然而苏拉本人却从青年时期便拔擢庞培,每逢庞培走来便起立相迎并脱帽致意;他亦将统领大任的机会分予其他年轻人,甚至勉励某些犹豫不决者,使整支军队充满了野心与热忱;他渴望的不是独自一人,而是在众多伟大人物中居于首位且最显赫,因而征服了所有人。因此,初涉政坛者应当依附于这般人物并与其紧密相连,切不可如伊索寓言中的鹪鹩那般,伏于雄鹰之肩被携上高空后骤然飞出抢占先机,以此盗取长者的荣耀;而是应当在好意与友谊中从长者那里领受声誉;因为正如柏拉图所言,未曾以正道服从者,亦断无可能善于统治。

语法注3 条
  1. 806aὥσπερ τὰ πρὸς ἣλιον ὑφιστάμενα σώματα τὸ λαμπρῦνον αὑτοὺς πάλιν ἀφʼ ἑαυτῶν αὔξοντις καὶ συνεκφωτίζοντες

    分词 αὔξοντες 与 συνεκφωτίζοντες(底本误作 αὔξοντις)与前文的主语 οἱ δʼ ἄλλοι 保持一致。虽置于由 ὥσπερ 引导的比喻结构中,但其动作直接落于主语之人。比喻的核心在于:正如受日光照射的物体将照亮自身的光芒反射出去并增添明朗一样,青年政治家在接受提携的同时亦反哺并光大了领路人的声望。

  2. 806bοὐκ ἂν οὕτω λαμπρὸν αὐτῷ γενέσθαι τὸ τυχεῖν ὑπατείας, ὡς ἀνιαρὸν ἅμα καὶ δυσχερές, εἰ Πομπηίου μὴ θέλοντος μηδὲ συμπράττοντος

    此句为间接引语中的 ἄν + 不定式(οὐκ ἂν ... γενέσθαι)结构,在直接引语中对应条件句的归结从句(οὐκ ἂν ... γένοιτο 或 ἐγένετο)。其条件从句采用了后世希腊语中可见的 εἰ + 独立属格(εἰ Πομπηίου μὴ θέλοντος...)的复合用法,表假设条件:“倘若庞培不愿且不予协助的话”。

  3. 806eὡς οὐδʼ ἄρξαι καλῶς τοὺς μὴ πρότερον ὀρθῶς δουλεύσαντας, ᾗ φησιν ὁ Πλάτων, δυναμένους

    此为 ὡς + 宾格分词(δυναμένους)结构,表达主句行为所依据的想法或理由(“鉴于/基于……的认识”)。实质化分词 τοὺς μὴ πρότερον ὀρθῶς δουλεύσαντας 作为 δυναμένους 的逻辑主语,而 δυναμένους 则统辖不定式 ἄρξαι。此处引述柏拉图的名言,说明未曾服从者不能执政的道理。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg118.humanitext-grc2:11-12