← 普鲁塔克

从政指南

§6-8

政治家应有的演说风格与机智应对

普鲁塔克探讨了适合从政者的演说风格,主张摒弃矫饰与炫技,提倡庄重与简练,并阐明了比喻、机敏辩驳的效用以及临场应变准备的重要性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6

ὁ μέντοι λόγος ἔστω τοῦ πολιτικοῦ μήτε νεαρὸς καὶ θεατρικός, ὥσπερ πανηγυρίζοντος καὶ στεφανηπλοκοῦντος ἐξ ἁπαλῶν καὶ ἀνθηρῶν ὀνομάτων μήτʼ αὖ πάλιν, ὡς ὁ Πυθέας τὸν Δημοσθένους ἔλεγεν, ἐλλυχνίων ὄζων καὶ σοφιστικῆς περιεργίας ἐνθυμήμασι πικροῖς καὶ περιόδοις πρὸς κανόνα καὶ διαβήτην ἀπηκριβωμέναις· ἀλλʼ ὥσπερ οἱ μουσικοὶ τὴν θίξιν ἀξιοῦσι τῶν χορδῶν ἠθικὴν καταφαίνεσθαι μὴ κρουστικήν, οὕτω τῷ λόγῳ τοῦ πολιτευομένου καὶ συμβουλεύοντος καὶ ἄρχοντος ἐπιφαινέσθω μὴ δεινότης μηδὲ πανουργία, μηδʼ εἰς ἔπαινον αὐτοῦ τιθέσθω τὸ ἑκτικῶς ἢ τεχνικῶς ἢ διαιρετικῶς,1 ἀλλʼ ἤθους ἀπλάστου καὶ φρονήματος ἀληθινοῦ καὶ παρρησίας πατρικῆς καὶ προνοίας καὶ συνέσεως κηδομένης ὁ λόγος ἔστω μεστός, ἐπὶ τῷ καλῷ τὸ κεχαρισμένον ἔχων2 καὶ ἀγωγὸν ἔκ τε σεμνῶν ὀνομάτων καὶ νοημάτων ἰδίων καὶ πιθανῶν. δέχεται δʼ ὁ πολιτικὸς λόγος δικανικοῦ μᾶλλον καὶ γνωμολογίας καὶ ἱστορίας καὶ μύθους καὶ μεταφοράς, αἷς μάλιστα κινοῦσιν οἱ χρώμενοι μετρίως καὶ κατὰ καιρόν· ὡς ὁ εἰπὼν μὴ ποιήσητε ἑτερόφθαλμον τὴν Ἑλλάδα καὶ Δημάδης τὰ ναυάγια λέγων πολιτεύεσθαι τῆς πόλεως, καὶ Ἀρχίλοχος "μηδʼ ὁ Ταντάλου λίθος τῆσδʼ ὑπὲρ νήσου κρεμάσθω" καὶ Περικλῆς τὴν λήμην τοῦ Πειραιῶς ἀφελεῖν κελεύων· καὶ Φωκίων ἐπὶ τῆς Λεωσθένους νίκης καλὸν τὸ στάδιον εἶναι, δεδιέναι δὲ τοῦ πολέμου τὸν δόλιχον. καθόλου δʼ ὁ μὲν ὄγκος καὶ τὸ μέγεθος τῷ πολιτικῷ μᾶλλον ἁρμόττει, παράδειγμα δʼ οἵ τε Φιλιππικοὶ καὶ τῶν Θουκυδίδου δημηγοριῶν ἡ Σθενελαΐδα τοῦ Ἐφόρου καὶ Ἀρχιδάμου τοῦ βασιλέως ἐν Πλαταιαῖς καὶ Περικλέους ἡ μετὰ τὸν λοιμόν· ἐπὶ δὲ τῶν Ἐφόρου καὶ Θεοπόμπου καὶ Ἀναξιμένους ῥητορειῶν καὶ περιόδων, ἃς περαίνουσιν ἐξοπλίσαντες τὰ στρατεύματα καὶ παρατάξαντες, ἔστιν εἰπεῖν "οὐδεὶς σιδήρου ταῦτα μωραίνει πέλας."

然而,从政者的言辞既不可显得稚嫩而戏剧化,仿佛在节日庆典中用柔嫩华美的辞藻编织花冠;又不可如皮忒阿斯论及德摩斯梯尼时所言,散发着油灯气味和智者派的矫揉造作,充斥着尖刻的论证与用规矩精心测度出来的周期句。相反,正如乐师们要求琴弦的触碰应当展现出品格而非仅仅是敲击声一样,在从政、进谏和统治者的言辞中,绝不可显露出狡诈与奸猾,亦不可将机械地、依技艺地或细分条理地论说作为对他赞美的缘由;相反,言辞应当充满质朴的品格、真诚的气节、长者般的坦率以及关切的远见与明智,在善美之上兼具悦人之魅力与吸引力,这种魅力源于庄重的词句以及独特而具说服力的思想。 此外,政治言论比起法庭辩护更适宜容纳格言、历史、神话与比喻,那些适度且适时运用这些手段的人最能打动人心。例如有人说“不要让希腊变成独眼”;德马德斯说自己是在为城邦的残骸当政;阿尔基洛科斯说:“愿坦塔罗斯的巨石不要悬挂在这座岛屿之上”;伯里克利命令去除比雷埃夫斯的眼疾;以及福基翁在莱奥斯梯尼获胜时说,短跑虽好,但他担忧这场战争的长跑。总的来说,庄重与崇高更为切合从政者;其典范有《反腓力辞》,以及修昔底德所记载的演说中监察官斯忒涅拉伊达的讲话、国王阿基达马斯在普拉提亚的演说,以及瘟疫之后伯里克利的演说。然而对于埃福罗斯、忒奥蓬波斯与阿那克西墨涅斯在军队披甲列阵之后所宣读的那些修辞演说与周期句,人们大可以说: “在刀剑临近之际,无人会玩弄这等愚行。”

§7

οὐ μὴν ἀλλὰ καὶ σκῶμμα καὶ γελοῖον ἔστιν ὅτε γίγνεται πολιτικοῦ λόγου μέρος, εἰ μὴ πρὸς ὕβριν ἢ βωμολοχίαν, ἀλλὰ χρησίμως ἐπιπλήττοντος ἢ διασύροντος λέγοιτο. μάλιστα δʼ εὐδοκιμεῖ τὰ τοιαῦτα περὶ τὰς ἀμείψεις καὶ τὰς ἀπαντήσεις· τὸ γὰρ ἐκ παρασκευῆς καὶ κατάρχοντα γελωτοποιοῦντος ἐστι3 καὶ δόξα κακοηθείας πρόσεστιν, ὡς προσῆν τοῖς Κικέρωνος σκώμμασι καὶ τοῖς Κάτωνος τοῦ πρεσβυτέρου καὶ Εὐξιθέου τοῦ Ἀριστοτέλους συνήθους οὗτοι γὰρ ἔσκωπτον ἀρχόμενοι πολλάκις. ἀμυνομένῳ δὲ συγγνώμην ἅμα καὶ χάριν ὁ καιρὸς δίδωσι, καθάπερ Δημοσθένει πρὸς τὸν αἰτίαν ἔχοντα κλέπτειν χλευάζοντα δʼ αὐτοῦ τὰς νυκτογραφίας, οἶδʼ ὅτι σε λυπῶ λύχνον καίων· καὶ πρὸς Δημάδην βοῶντα Δημοσθένης ἐμὲ βούλεται διορθοῦν ἡ ὗς τὴν Ἀθηνᾶν, αὕτη μέντοι πέρυσιν ἡ Ἀθηνᾶ μοιχεύουσα ἐλήφθη χάριεν δὲ καὶ τὸ Ξεναινέτου πρὸς τοὺς πολίτας λοιδοροῦντας αὐτὸν ὅτι στρατηγὸς ὢν πέφευγε, μεθʼ ὑμῶν γʼ, ὦ φίλαι κεφαλαί. τὸ δʼ ἄγαν φυλακτέον ἐν τῷ γελοίῳ καὶ τὸ λυποῦν ἀκαίρως τοὺς ἀκούοντας ἢ τὸν λέγοντα ποιοῦν ἀγεννῆ καὶ ταπεινόν, ὥσπερ τὰ Δημοκράτους· ἀναβαίνων μὲν γὰρ εἰς τὴν ἐκκλησίαν ἔφη, καθάπερ ἡ πόλις, μικρὸν ἰσχύειν καὶ μέγα φυσᾶν ἐν δὲ τοῖς Χαιρωνικοῖς παρελθὼν εἰς τὸν δῆμον, οὐκ ἂν ἐβουλόμην κακῶς οὕτω πεπραγέναι τὴν πόλιν,4 ὥστε κἀμοῦ συμβουλεύοντος ὑμᾶς ἀκούειν· καὶ γὰρ καὶ τοῦτο μικροῦ κἀκεῖνο μανικοῦ, πολιτικῷ δʼ οὐδέτερον ἁρμόττον. Φωκίωνος δὲ καὶ τὴν βραχυλογίαν ἐθαύμαζον ὁ γοῦν Πολύευκτος ἀπεφαίνετο ῥήτορα μέγιστον εἶναι Δημοσθένην, δεινότατον δʼ εἰπεῖν Φωκίωνα πλεῖστον γὰρ αὐτοῦ τὸν λόγον ἐν λέξει βραχυτάτῃ νοῦν περιέχειν. καὶ ὁ Δημοσθένης τῶν ἄλλων καταφρονῶν εἰώθει λέγειν, ἀνισταμένου Φωκίωνος, ἡ τῶν ἐμῶν λόγων κοπὶς ἀνίσταται .

话虽如此,诙谐与讽喻有时也会成为政治言辞的一部分,前提是其说出并非出于侮辱或粗鄙的丑角行径,而是出于有益的规诫或嘲讽。这类言辞尤其在应对与辩驳时最为人称道;因为预先准备且主动挑起讽刺乃是弄臣的勾当,并带有恶毒的名声,正如西塞罗的嘲讽、老加图以及亚里士多德的密友欧克西忒奥斯的嘲讽所招致的那样,因为这些人常常主动发起嘲笑。但对于自卫者而言,适宜的时机既赋予其辩解又增添其魅力,正如德摩斯梯尼面对那个身负盗窃嫌疑却嘲讽他深夜写作的人时所说:“我知道我点着油灯让你感到烦恼”;又如面对德马德斯高喊“德摩斯梯尼竟想纠正我,真如母猪教导雅典娜”时,德摩斯梯尼答道:“不过这位雅典娜去年通奸被当场抓获了呢”;再如克塞奈涅托斯面对市民因他身为将军却逃跑而辱骂他时,机智地回应道:“是与诸位同胞一起逃的啊,亲爱的头颅们!” 但在诙谐之中必须防范过度,防范不合时宜地触怒听众或使说话者显得卑微下贱,正如德谟克拉忒斯的言论那般。他登上民众大会时说道,正如城邦一样,自己实力微弱却狂妄自大;在喀罗尼亚战役时期走到民众面前时又说:“我真不希望城邦落入如此凄惨的境地,以致你们竟得听取我这样的人的建言。”因为后者乃猥琐之人所为,前者乃癫狂之人所为,二者皆不适合从政者。人们也赞赏福基翁的简练;至少波吕厄克托斯断言,德摩斯梯尼是最伟大的演说家,但福基翁是最卓越的说话者,因为他的言辞在最短的话语中蕴含了最深的思想。而向来轻视他人的德摩斯梯尼,每当福基翁站起身来,也常常说道: “切断我言辞的斩刀站起来了。”

§8

μάλιστα μὲν οὖν ἐσκεμμένῳ πειρῶ καὶ μὴ διακένῳ τῷ λόγῳ χρῆσθαι πρὸς τοὺς πολλοὺς μετʼ ἀσφαλείας, εἰδὼς ὅτι καὶ Περικλῆς ἐκεῖνος εὔχετο πρὸ τοῦ δημηγορεῖν μηδὲ ῥῆμα μηδὲν ἀλλότριον τῶν πραγμάτων ἐπελθεῖν αὐτῷ. δεῖ δʼ ὅμως καὶ πρὸς τὰς ἀπαντήσεις τὸν λόγον εὔστροφον ἔχειν καὶ γεγυμνασμένον ὀξεῖς γὰρ οἱ καιροὶ καὶ πολλὰ φέροντες ἐν ταῖς πολιτείαις αἰφνίδια. διὸ καὶ Δημοσθένης ἠλαττοῦτο πολλῶν, ὥς φασι, παρὰ τὸν καιρὸν ἀναδυόμενος καὶ κατοκνῶν· Ἀλκιβιάδην δʼ ὁ Θεόφραστος ἱστορεῖ, μὴ μόνον ἃ δεῖ λέγειν ἀλλὰ καὶ ὡς δεῖ βουλευόμενον, πολλάκις ἐν αὐτῷ τῷ λέγειν ζητοῦντα καὶ συντιθέντα τὰς λέξεις ἐνίσχεσθαι καὶ διαπίπτειν. ὁ δʼ ὑπὸ τῶν πραγμάτων αὐτῶν ἀνιστάμενος καὶ ὑπὸ τῶν καιρῶν ἐκπλήττει μάλιστα καὶ προσάγεται τοὺς πολλοὺς καὶ μετατίθησιν οἷον ὁ Βυζάντιος Λέων ἧκε δή ποτε τοῖς Ἀθηναίοις στασιάζουσι διαλεξόμενος· ὀφθεὶς δὲ μικρὸς καὶ γελασθεὶς τί δʼ εἶπεν εἰ τὴν γυναῖκά μου θεάσαισθε μόλις ἐξικνουμένην πρὸς τὸ γόνυ; πλείων οὖν ἐγένετο γέλως· ἀλλʼ ἡμᾶς ἔφη μικροὺς οὕτως ὄντας, ὅταν διαφερώμεθα πρὸς ἀλλήλους, ἡ Βυζαντίων πόλις οὐ χωρεῖ. Πυθέας δʼ ὁ ῥήτωρ, ὅτε πρὸς τὰς Ἀλεξάνδρου τιμὰς ἀντέλεγεν, εἰπόντος τινὸς οὕτω σὺ νέος ὢν περὶ πραγμάτων τολμᾷς λέγειν τηλικούτων; καὶ μὴν Ἀλέξανδρος εἶπεν ἐμοῦ νεώτερός ἐστιν, ὃν ψηφίζεσθε θεὸν εἶναι.

因此,最为紧要的是稳妥行事,力求对大众运用深思熟虑而非空洞无物的言辞,要知晓就连当年的伯里克利在发表公众演说之前,都会祈求不要有任何脱离事务本身的字句闪现在自己脑海中。然而,仍有必要使言辞变得机敏且训练有素以应对突发诘难,因为政治中的时机瞬息万变,往往带来诸多突发事件。正因如此,据说德摩斯梯尼在许多人面前处于下风,正是因为在关键时刻临阵退缩、犹疑不决;而忒奥弗拉斯托斯记载,阿尔西比亚德不仅思虑应当讲什么,还思虑应当如何讲,因而在实际说话的过程中,常常因搜寻和组合字句而卡壳受阻。相反,那些由事务本身与时机所激发的演说者,最能使大众震动、折服并改变心意。例如拜占庭的莱昂曾来到发生内讧的雅典人面前发表演说;由于身材矮小受到嘲笑,他便说道:“如果你们看到我的妻子几乎只能碰到我的膝盖,你们会怎么想呢?”于是众人笑得更厉害了;但他接着说:“然而,即便像我们这样矮小,一旦彼此发生争执,拜占庭整个城邦都容不下我们。”而演说家皮忒阿斯在反对给予亚历山大荣誉时,有人对他说:“你年纪如此之轻,竟敢谈论这等重大事务?”皮忒阿斯回答说:“然而,你们投票立为神明的亚历山大,比我还年轻呢。”

语法注4 条
  1. 6μηδʼ εἰς ἔπαινον αὐτοῦ τιθέσθω τὸ ἑκτικῶς ἢ τεχνικῶς ἢ διαιρετικῶς

    中性单数冠词 τό 将一连串副词 ἑκτικῶς(习惯性地/熟练地)、τεχνικῶς(依技艺地)与 διαιρετικῶς(细分条理地)名词化,省略了动词或不定词,直接以副词所指代的修辞方式作为主语。τιθέσθω εἰς ἔπαινον αὐτοῦ 为惯用表达,意为“被归为对他的赞誉”。

  2. 803aἐπὶ τῷ καλῷ τὸ κεχαρισμένον ἔχων

    介词短语 ἐπὶ τῷ καλῷ(ἐπί 接与格)在此表示“在……之上/以……为基础”。中性分词 τὸ κεχαρισμένον(讨喜、魅力)作 ἔχων 的直接宾语,整个结构意指“以善美(τὸ καλόν)为依托,并在其上兼具愉悦动人的魅力”。

  3. 803cτὸ γὰρ ἐκ παρασκευῆς καὶ κατάρχοντα γελωτοποιοῦντος ἐστι

    冠词 τό 统领了介词短语 ἐκ παρασκευῆς(出于准备)与宾格分词 κατάρχοντα(主动发起者),将其转化为名词性主语短语(“预先筹划且主动挑头发难”)。系词 ἐστι 搭配所有格 γελωτοποιοῦντος,为表特征的属格结构,意为“乃是弄臣/小丑的行径”。

  4. 803dοὐκ ἂν ἐβουλόμην κακῶς οὕτω πεπραγέναι τὴν πόλιν

    ἄν 搭配未完成过去式直陈式 ἐβουλόμην 构成与过去事实相反或委婉的非真实愿望结构(“我绝不曾希望……”)。它支配带宾格的完成时不定式 κακῶς... πεπραγέναι 作为愿望内容,意为“城邦竟落入如此不幸的境地”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg118.humanitext-grc2:6-8