← 普鲁塔克

从政指南

§5

领导民众中言辞的力量与劝导的必要性

作者论述了言辞的力量与德性同为政治领导所必需,援引荷马史诗中的君王与伯里克利等例,指出真正的平民领袖应当依靠言辞进行理性的劝导,而非借助物质手段谄媚大众。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5

οὐ μὴν ἀμελητέον γε διὰ τοῦτο τῆς περὶ τὸν λόγον χάριτος καὶ δυνάμεως ἐν ἀρετῇ θεμένους τὸ σύμπαν,1 ἀλλὰ τὴν ῥητορικὴν νομίσαντας μὴ δημιουργὸν ἀλλά τοι συνεργὸν εἶναι πειθοῦς, ἐπανορθωτέον τὸ τοῦ Μενάνδρου "τρόπος ἔσθʼ ὁ πείθων τοῦ λέγοντος, οὐ λόγος·" καὶ γὰρ ὁ τρόπος καὶ ὁ λόγος εἰ μὴ νὴ Δία φήσει τις, ὡς τὸν κυβερνήτην ἄγειν τὸ πλοῖον οὐ τὸ πηδάλιον, καὶ τὸν ἱππέα στρέφειν τὸν ἵππον οὐ τὸν χαλινόν, οὕτω πόλιν πείθειν οὐ λόγῳ, ἀλλὰ τρόπῳ2 χρωμένην ὥσπερ οἴακι καὶ χαλινῷ τὴν πολιτικὴν ἀρετήν, ὅπερ εὐστροφώτατον ζῷον, ὥς φησι Πλάτων, οἷον ἐκ πρύμνης ἁπτομένην καὶ κατευθύνουσαν. ὅπου γὰρ οἱ μεγάλοι βασιλεῖς ἐκεῖνοι καὶ διογενεῖς, ὡς Ὅμηρός φησιν, ἁλουργίσι καὶ σκήπτροις καὶ δορυφόροις καὶ θεῶν χρησμοῖς ἐξογκοῦσιν ἑαυτούς, καὶ δουλούμενοι τῇ σεμνότητι τοὺς πολλοὺς ὡς κρείττονες, ὅμως ἐβούλοντο μύθων ῥητῆρες εἶναι καὶ οὐκ ἠμέλουν τῆς τοῦ λέγειν χάριτος οὐδʼ ἀγορέων, ἵνα τʼ ἄνδρες ἀριπρεπέες τελέθουσιν οὐδὲ Διὸς Βουλαίου μόνον ἔχρῃζον οὐδʼ Ἄρεος Ἐνυαλίου καὶ Στρατίας Ἀθηνᾶς, ἀλλὰ καὶ τὴν Καλλιόπην παρεκάλουν "ἣ δὴ βασιλεῦσιν ἅμʼ αἰδοίοισιν ὀπηδεῖ" πραΰνουσα πειθοῖ καὶ κατᾴδουσα τῶν δήμων τὸ αὔθαδες καὶ βίαιον· ἦ που δυνατὸν ἄνθρωπον ἰδιώτην ἐξ ἱματίου καὶ σχήματος δημοτικοῦ πόλιν ἄγειν βουλόμενον ἐξισχῦσαι καὶ κρατῆσαι τῶν πολλῶν, εἰ μὴ λόγον ἔχοι συμπείθοντα καὶ προσαγόμενον; οἱ μὲν οὖν τὰ πλοῖα κυβερνῶντες ἑτέροις χρῶνται κελευσταῖς, ὁ δὲ πολιτικὸς ἐν ἑαυτῷ μὲν ὀφείλει τὸν κυβερνῶντα νοῦν ἔχειν ἐν ἑαυτῷ δὲ τὸν ἐγκελευόμενον λόγον, ὅπως μὴ δέηται φωνῆς ἀλλοτρίας μηδʼ ὥσπερ Ἰφικράτης ὑπὸ τῶν περὶ Ἀριστοφῶντα καταρρητορευόμενος λέγῃ βελτίων μὲν ὁ τῶν ἀντιδίκων ὑποκριτὴς δρᾶμα δὲ τοὐμὸν ἄμεινον μηδὲ πολλάκις δέηται τῶν Εὐριπιδείων ἐκείνων "εἴθʼ ἦν ἄφωνον σπέρμα δυστήνων βροτῶν·" καὶ "φεῦ φεῦ, τὸ μὴ τὰ πράγματʼ ἀνθρώποις ἔχειν φωνήν, ἵνʼ ἦσαν μηδὲν οἱ δεινοὶ λέγειν." ταῦτα μὲν γὰρ ἴσως Ἀλκαμένει καὶ Νησιώτῃ καὶ Ἰκτίνῳ καὶ πᾶσι τοῖς βαναύσοις καὶ χειρώναξι τὸ δύνασθαι λέγειν ἀπομνυμένοις δοτέον ἀποδιδράσκειν· ὥσπερ Ἀθήνησιν ἀρχιτεκτόνων ποτὲ δυεῖν ἐξεταζομένων πρὸς δημόσιον ἔργον ὁ μὲν αἱμύλος καὶ κομψὸς εἰπεῖν λόγον τινὰ διελθὼν περὶ τῆς κατασκευῆς μεμελετημένον ἐκίνησε τὸν δῆμον, ὁ δὲ βελτίων τῇ τέχνῃ λέγειν δʼ ἀδύνατος, παρελθὼν εἰς μέσον εἶπεν ἄνδρες Ἀθηναῖοι, ὡς οὗτος εἴρηκεν, ἐγὼ ποιήσω τὴν γὰρ Ἐργάνην οὗτοι μόνον θεραπεύουσιν, ὥς φησι Σοφοκλῆς, οἱ παρʼ ἄκμονι τυπάδι βαρείᾳ καὶ πληγαῖς ὑπακούουσαν ὕλην ἄψυχον δημιουργοῦντες· ὁ δὲ τῆς Πολιάδος Ἀθηνᾶς καὶ τῆς Βουλαίας Θέμιδος "ἣ τʼ ἀνδρῶν ἀγορὰς ἠμὲν λύει ἠδὲ καθίζει" προφήτης, ἑνὶ χρώμενος ὀργάνῳ τῷ λόγῳ τὰ μὲν πλάττων καὶ συναρμόττων, τὰ δʼ ἀντιστατοῦντα πρὸς τὸ ἔργον ὥσπερ ὄζους τινὰς ἐν ξύλῳ καὶ διπλόας ἐν σιδήρῳ μαλάσσων καὶ καταλεαίνων, κοσμεῖ τὴν πόλιν. διὰ τοῦτʼ ἦν ἡ κατὰ Περικλέα πολιτεία, λόγῳ μέν ὥς φησι Θουκυδίδης δημοκρατία, ἔργῳ δʼ ὑπὸ τοῦ πρώτου ἀνδρὸς ἀρχὴ διὰ τὴν τοῦ λόγου δύναμιν. ἐπεὶ καὶ Κίμων ἀγαθὸς ἦν καὶ Ἐφιάλτης καὶ Θουκυδίδης, ἀλλʼ ἐρωτηθεὶς οὗτος ὑπʼ Ἀρχιδάμου τοῦ βασιλέως τῶν Σπαρτιατῶν πότερον αὐτὸς ἢ Περικλῆς παλαίει βέλτιον οὐκ ἂν εἰδείη τις εἶπεν· ὅταν γὰρ ἐγὼ καταβάλω παλαίων, ἐκεῖνος λέγων μὴ πεπτωκέναι, νικᾷ καὶ πείθει τοὺς θεωμένους. τοῦτο δʼ οὐκ αὐτῷ μόνον ἐκείνῳ δόξαν ἀλλὰ καὶ τῇ πόλει σωτηρίαν ἔφερε· πειθομένη γὰρ αὐτῷ τὴν ὑπάρχουσαν εὐδαιμονίαν ἔσῳζε, τῶν δʼ ἐκτὸς ἀπείχετο. Νικίας δὲ τὴν αὐτὴν προαίρεσιν ἔχων, πειθοῦς δὲ τοιαύτης ἐνδεὴς ὢν καὶ καθάπερ ἀμβλεῖ χαλινῷ τῷ λόγῳ πειρώμενος ἀποστρέφειν τὸν δῆμον, οὐ κατέσχεν οὐδʼ ἐκράτησεν, ἀλλʼ ᾤχετο βίᾳ φερόμενος εἰς Σικελίαν καὶ συνεκτραχηλιζόμενος. τὸν μὲν οὖν λύκον οὔ φασι τῶν ὤτων κρατεῖν,3 δῆμον δὲ καὶ πόλιν ἐκ τῶν ὤτων ἄγειν δεῖ μά λιστα, μή, καθάπερ ἔνιοι τῶν ἀγυμνάστων περὶ λόγον λαβὰς ἀμούσους καὶ ἀτέχνους ζητοῦντες ἐν τοῖς πολλοῖς τῆς γαστρὸς ἕλκουσιν εὐωχοῦντες ἢ τοῦ βαλλαντίου διδόντες, ἢ πυρρίχας τινὰς ἢ μονομάχων θεάματα παρασκευάζοντες ἀεὶ δημαγωγοῦσι, μᾶλλον δὲ δημοκοποῦσι. δημαγωγία γὰρ ἡ διὰ λόγου πειθομένων ἐστίν, αἱ δὲ τοιαῦται τιθασεύσεις τῶν ὄχλων οὐδὲν ἀλόγων ζῴων ἄγρας καὶ βουκολήσεως διαφέρουσιν.

然而,绝不能因此便将一切托付给德性,而忽视言辞的优美与力量;相反,应当将修辞视为劝导的协力者而非创造者,进而修正米南德的诗句: “劝导人的是说话者的品格,而非言辞。” 因为劝导人的是品格与言辞二者;除非有人竟指天发誓说,正如引领船只的是舵手而非舵,调转马头的是骑手而非马嚼子一样,去劝导城邦依靠的也不是言辞而是品格——即政治德性将言辞用作舵和马嚼子,从船尾掌舵并操控这头被柏拉图称为最易转向的活物。 因为那些伟大且如荷马所言由宙斯所生的君王们,尽管凭借紫袍、王杖、卫士和神谕抬高身价,并作为更优越者以其尊严奴役民众,却依然渴望成为“言辞的述说者”,不曾忽视说话的优美,也不曾懈怠于能使男儿名扬四方的公众集会;他们不仅祈求谋议之神宙斯、战斗之神阿瑞斯和统军之神雅典娜,还祈求卡利俄佩——“正是她陪伴着受人敬重的君王” ——以劝导平息并以歌声驯服民众的狂暴与刚愎。那么,一个身着粗糙外套、保持平民装束的平民若想引领城邦,如果没有能够共同说服并吸引民众的言辞,难道真能掌控并支配大众吗? 驾船的舵手尚且使用他人作为号令员,但从政者却应当在自身内部拥有操舵的理智,在自身内部拥有发号施令的言辞,以免需要借助他人的声音,免得像伊菲克拉特斯在辩论中被阿里斯托丰一派击败时那样说:“对手的演员更出色,但我的剧本更优秀”;也不必屡屡求助于欧里庇得斯的那些诗句: “但愿悲惨的凡人一族原本不具声音!” 以及: “呜呼哀哉,事情对人竟没有声音,〔若有声音〕好让能言善辩之辈算不得什么。” 因为对于阿尔卡梅内斯、奈西奥特斯、伊克蒂诺斯以及所有放弃言说能力的工匠与体力劳动者而言,或许可以允许他们以此作为逃避的借口;正如昔日在雅典,当两位建筑师为一项公共工程接受考察时,那位口齿伶俐、言辞精妙者发表了一篇关于施工的精心准备的演说,打动了民众,而另一位技艺更精湛却不善言辞者走上前来说道:“雅典人啊,凡他所说的,我都将付诸实行。”因为正如索福克勒斯所言,这些人侍奉的只是工匠雅典娜,“在铁砧旁以沉重的铁锤和敲击,锻造顺从的无生命质料”;然而,城邦守护神雅典娜与谋议女神忒弥斯——“正是她解散并召集男儿的集会”——的宣谕者,却唯独将言辞用作工具,塑造并调和各项事务,将那些阻碍工程的事物——宛如木材中的节疤与铁器中的重叠瑕疵一般——加以软化并磨砺平整,以此妆点城邦。 正因如此,如修昔底德所言,伯里克利治下的政制“名义上是民主制,实质上是由第一公民实行的统治”,这正是凭借言辞的力量。因为客蒙、厄菲阿尔特斯与修昔底德也是杰出之士,但当这位修昔底德被斯巴达国王阿基达马斯问及究竟是他还是伯里克利更善于角力时,他回答道:“谁能知晓呢;因为每次我在角力中将他摔倒,他都坚称自己没有倒下,反倒赢得了胜利并说服了观众。”这不仅给伯里克利本人带来了声誉,也给城邦带来了拯救;因为城邦遵从于他,保全了现有的繁荣,克制而不进行对外扩张。相反,尼西亚斯虽抱有同样的政治方针,却缺乏这种劝导力,试图用言辞这柄迟钝的马嚼子来拽回民众,结果既未能抑制也未能驾驭他们,反而身不由己地被裹挟至西西里,与众人一同坠入深渊。 人们常说“狼耳朵抓不住”,但民众与城邦却最必须从耳朵来加以引导。切不可像某些未经言辞训练的人那样,在大众身上寻求粗俗而笨拙的抓手,通过宴请从胃袋上拉扯他们,或通过赏赐从钱袋上拉拢他们,又或通过置办皮里克战舞与角斗士表演来不断操弄民众——倒不如说是媚迎群氓。因为真正的平民领袖是通过言辞来引导被说服之人,而这等对乌合之众的驯化,与捕猎和牧放无理性的牲畜毫无分别。

语法注3 条
  1. 5ἐν ἀρετῇ θεμένους τὸ σύμπαν

    阳性宾格复数分词 θεμένους 以及后文的 νομίσαντας 与动词性形容词 ἀμελητέον 和 ἐπανορθωτέον 所隐含的逻辑主语(即“我们”或泛指的“从政者”)保持语法一致。短语意为“将一切寄托/托付于德性之中”。

  2. 5εἰ μὴ νὴ Δία φήσει τις, ὡς τὸν κυβερνήτην ἄγειν τὸ πλοῖον οὐ τὸ πηδάλιον, καὶ τὸν ἱππέα στρέφειν τὸν ἵππον οὐ τὸν χαλινόν, οὕτω πόλιν πείθειν οὐ λόγῳ, ἀλλὰ τρόπῳ

    由 φήσει 引出的长句,其宾语采用由 ὡς 与 οὕτω 呼应的比较构式以及与之平行的宾格不定词(ἄγειν, στρέφειν, πείθειν)。πείθειν 的逻辑主语为 τὴν πολιτικὴν ἀρετήν(政治德性),随后的阴性宾格分词 χρωμένην、ἁπτομένην 与 κατευθύνουσαν 均与其保持一致,反驳了“无需言辞这一工具、单凭品格即可说服城邦”的谬论。

  3. 802dτὸν μὲν οὖν λύκον οὔ φασι τῶν ὤτων κρατεῖν

    引用了古希腊谚语“狼的耳朵是抓不住的”(进退维谷之意)。动词 κρατεῖν 支配表示接触部位的部分属格(τῶν ὤτων)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg118.humanitext-grc2:5