← 普鲁塔克

从政指南

§4

政治家的自我修养与对品格的信任

作者结合诸多历史事例论述道,从政者必须严于律己,连私生活也当光明磊落,并指出对个人品格的信任在政治中具有决定性的力量。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4

τὸ μὲν οὖν τῶν πολιτῶν ἦθος ἰσχύοντα δεῖ καὶ πιστευόμενον ἤδη πειρᾶσθαι ῥυθμίζειν1 ἀτρέμα πρὸς τὸ βέλτιον ὑπάγοντα καὶ πράως μεταχειριζόμενον· ἐργώδης γὰρ ἡ μετάθεσις τῶν πολλῶν. αὐτὸς δʼ ὥσπερ ἐν θεάτρῳ τὸ λοιπὸν ἀναπεπταμένῳ βιωσόμενος, ἐξάσκει καὶ κατακόσμει τὸν τρόπον·2 εἰ δὲ μὴ ῥᾴδιον ἀπαλλάξαι παντάπασι τῆς ψυχῆς τὴν κακίαν, ὅσα γοῦν ἐπανθεῖ μάλιστα καὶ προπίπτει τῶν ἁμαρτημάτων ἀφαιρῶν καὶ κολούων.3 ἀκούεις γάρ, ὅτι καὶ Θεμιστοκλῆς ἅπτεσθαι τῆς πολιτείας διανοούμενος ἀπέστησε τῶν πότων καὶ τῶν κώμων ἑαυτόν, ἀγρυπνῶν δὲ καὶ νήφων καὶ πεφροντικὼς ἔλεγε πρὸς τοὺς συνήθεις, ὡς οὐκ ἐᾷ καθεύδειν αὐτὸν τὸ Μιλτιάδου τρόπαιον· Περικλῆς δὲ καὶ περὶ τὸ σῶμα καὶ τὴν δίαιταν ἐξήλλαξεν αὑτὸν ἠρέμα βαδίζειν καὶ πράως διαλέγεσθαι καὶ τὸ πρόσωπον ἀεὶ συνεστηκὸς ἐπιδείκνυσθαι καὶ τὴν χεῖρα συνέχειν ἐντὸς τῆς περιβολῆς καὶ μίαν ὁδὸν πορεύεσθαι τὴν ἐπὶ τὸ βῆμα καὶ τὸ βουλευτήριον. οὐ γὰρ εὐμεταχείριστον οὐδὲ ῥᾴδιον ἁλῶναι τὴν σωτήριον ἅλωσιν ὑπὸ τοῦ τυχόντος ὄχλος, ἀλλʼ ἀγαπητόν, εἰ μήτʼ ὄψει μήτε φωνῇ πτυρόμενος ὥσπερ θηρίον ὕποπτον καὶ ποικίλον ἐνδέχοιτο τὴν ἐπιστασίαν. ᾧ τοίνυν οὐδὲ τούτων ἐπιμελητέον ἐστὶ παρέργως, ἦπου τῶν περὶ τὸν βίον καὶ τὸ ἦθος ἀμελητέον4 ὅπως ψόγου καθαρὰ καὶ διαβολῆς ἁπάσης; οὐ γὰρ ὧν λέγουσιν ἐν κοινῷ καὶ πράττουσιν οἱ πολιτευόμενοι μόνον εὐθύνας διδόασιν, ἀλλὰ καὶ δεῖπνον αὐτῶν πολυπραγμονεῖται καὶ κοίτη καὶ γάμος καὶ παιδιὰ καὶ σπουδὴ πᾶσα. τί γὰρ δεῖ λέγειν Ἀλκιβιάδην; ὃν περὶ τὰ κοινὰ πάντων ἐνεργότατον ὄντα καὶ στρατηγὸν ἀήττητον ἀπώλεσεν ἡ περὶ τὴν δίαιταν ἀναγωγία καὶ θρασύτης, καὶ τῶν ἄλλων ἀγαθῶν αὐτοῦ τὴν πόλιν ἀνόνητον ἐποίησε διὰ τὴν πολυτέλειαν καὶ τὴν ἀκολασίαν ὅπου καὶ Κίμωνος οὗτοι τὸν οἶνον, καὶ Ῥωμαῖοι Σκιπίωνος οὐδὲν ἄλλο ἔχοντες λέγειν τὸν ὕπνον ᾐτιῶντο· Πομπήιον δὲ Μάγνον ἐλοιδόρουν οἱ ἐχθροί, παραφυλάξαντες ἑνὶ δακτύλῳ τὴν κεφαλὴν κνώμενον. ὡς γὰρ ἐν προσώπῳ φακὸς καὶ ἀκροχορδὼν δυσχεραίνεται μᾶλλον ἢ στίγματα καὶ κολοβότητες καὶ οὐλαὶ τοῦ λοιποῦ σώματος, οὕτω τὰ μικρὰ φαίνεται μεγάλα τῶν ἁμαρτημάτων ἐν ἡγεμονικοῖς καὶ πολιτικοῖς ὁρώμενα βίοις διὰ δόξαν, ἣν οἱ πολλοὶ περὶ ἀρχῆς καὶ πολιτείας ἔχουσιν, ὡς πράγματος μεγάλου καὶ καθαρεύειν ἀξίου πάσης ἀτοπίας καὶ πλημμελείας. εἰκότως οὖν Λιούιος Δροῦσος ὁ δημαγωγὸς εὐδοκίμησεν ὅτι, τῆς οἰκίας αὐτοῦ πολλὰ μέρη κάτοπτα τοῖς γειτνιῶσιν ἐχούσης καὶ τῶν τεχνιτῶν τινος ὑπισχνουμένου ταῦτʼ ἀποστρέψειν καὶ μεταθήσειν ἀπὸ πέντε μόνων ταλάντων,5 δέκα ἔφη λαβὼν ὅλην μου ποίησον καταφανῆ τὴν οἰκίαν, ἵνα πάντες ὁρῶσιν οἱ πολῖται πῶς διαιτῶμαι· καὶ γὰρ ἦν ἀνὴρ σώφρων καὶ κόσμιος. ἴσως δὲ ταύτης οὐδὲν ἔδει τῆς καταφανείας αὐτῷ· διορῶσι γὰρ οἱ πολλοὶ καὶ τὰ πάνυ βαθέως περιαμπέχεσθαι δοκοῦντα τῶν πολιτευομένων ἤθη καὶ βουλεύματα καὶ πράξεις καὶ βίους, οὐχ ἧττον ἀπὸ τῶν ἰδίων ἢ τῶν δημοσίων ἐπιτηδευμάτων τὸν μὲν φιλοῦντες καὶ θαυμάζοντες τὸν δὲ δυσχεραίνοντες καὶ καταφρονοῦντες. τί οὖν δή; οὐχὶ καὶ τοῖς ἀσελγῶς καὶ τεθρυμμένως ζῶσιν αἱ πόλεις χρῶνται; καὶ γὰρ αἱ κιττῶσαι λίθους καὶ οἱ ναυτιῶντες ἁλμυρίδας καὶ τὰ τοιαῦτα βρώματα διώκουσι πολλάκις, εἶτʼ ὀλίγον ὕστερον ἐξέπτυσαν καὶ ἀπεστράφησαν· οὕτω καὶ οἱ δῆμοι διὰ τρυφὴν καὶ ὕβριν βελτιόνων ἀπορίᾳ δημαγωγῶν χρῶνται τοῖς ἐπιτυχοῦσι βδελυττόμενοι καὶ καταφρονοῦντες, εἶτα χαίρουσι τοιούτων εἰς αὐτοὺς λεγομένων, οἷα Πλάτων ὁ κωμικὸς τὸν Δῆμον αὐτὸν λέγοντα ποιεῖ "λαβοῦ, λαβοῦ τῆς χειρὸς ὡς τάχιστά μου, μέλλω στρατηγὸν χειροτονεῖν Ἀγύρριον" καὶ πάλιν αἰτοῦντα λεκάνην καὶ πτερόν, ὅπως ἐμέσῃ, λέγοντα "προσίσταταί μου πρὸς τὸ βῆμα Μαντίας" καὶ "βόσκει δυσώδη Κέφαλον, ἐχθίστην νόσον." ὁ δὲ Ῥωμαίων δῆμος, ὑπισχνουμένου τι Κάρβωνος καὶ προστιθέντος ὅρκον δή τινα καὶ ἀράν, ἀντώμοσεν ὁμοῦ μὴ πιστεύειν. ἐν δὲ Λακεδαίμονι τινὸς Δημοσθένους ἀνδρὸς ἀκολάστου γνώμην εἰπόντος ἁρμόζουσαν, ἀπέρριψεν ὁ δῆμος, οἱ δʼ Ἔφοροι κληρώσαντες ἕνα τῶν γερόντων ἐκέλευσαν εἰπεῖν τὸν αὐτὸν λόγον ἐκεῖνον, ὥσπερ εἰς καθαρὸν ἀγγεῖον ἐκ ῥυπαροῦ μετεράσαντες, ὅπως εὐπρόσδεκτος γένηται τοῖς πολλοῖς. οὕτω μεγάλην ἔχει ῥοπὴν ἐν πολιτείᾳ πίστις ἤθους καὶ τοὐναντίον.

因此,对于公民的品格,应当在自己已经拥有力量并获得信任时,才尝试在缓缓引导其趋向更善、宽和地加以对待的同时予以调理;因为改变大众是一件极其艰巨的劳作。至于你自己,则应当如同今后将生活在豁然敞开的剧场之中一般,锤炼并端正自己的行止;即使不易将恶习从灵魂中彻底根除,至少也要削去并遏止那些最显露于外且最易发作的过错。 因为你听闻,地米斯托克利在打算投身政治时,也曾断绝了豪饮与狂欢,彻夜不眠、保持清醒且深思熟虑地对密友们说,米太亚德的胜利碑让他无法入眠;伯里克利在仪态和起居习惯上也彻底改变了自己,步履从容,言语温和,始终展现出庄重的面容,双手收敛在袍服之内,只走唯一的一条道路——通向讲坛与议事厅的路。因为对于随便什么人来说,乌合之众绝非易于驾驭,也绝非轻易就能被那拯救性的捕获所收服;相反,若其不因容貌或声音而受惊,宛如多疑而变幻莫测的野兽般接受引导,便已是万幸。 既然对此类琐事尚且不可漫不经心地对待,难道对于生活与品格方面的事项,就可以疏忽而不去保持洁净、远离一切指责与诋毁吗?因为从政者不仅要为自己在公共场合的言行负责,他们的晚餐、卧榻、婚姻、嬉戏以及一切严肃的追求,都会受到细致的探究。 何必多提阿尔西比亚德呢?他在公事上虽是众人中最具干才之人,也是一位未尝败绩的统帅,但日常生活的无节与狂妄毁了他,奢靡与放纵使得他的其他美德对城邦毫无益处;须知这些人〔雅典人〕连客蒙的饮酒都要指责,而罗马人无别事可说便怪罪西庇阿的嗜睡;至于庞培大帝,政敌们因窥见他只用一根手指挠头,便以此对他进行辱骂讥讽。因为正如脸上的雀斑和疣子比身体其余部位的刺青、残疾与伤疤更令人厌恶一样,领袖与从政者生活中的小过错之所以显得巨大,正是由于众人对统治与政务所抱有的看法,即认为这是一件崇高之事,理应远离一切荒谬与过失。 因此,民众领袖利维乌斯·德鲁苏斯备受称赞也是理所当然的。因为他的房屋有许多部分暴露在邻人的视线之中,当一名工匠许诺只需五塔兰同就能将这些视线隔断并改建时,他说: “拿走十个塔兰同, 把我的整座房屋都建成透明敞亮的吧,好让所有公民都能看到我平日如何生活;”因为他本就是一位节制而端正的人。然而也许他根本不需要这种明敞;因为众人早已看穿从政者那些看似遮蔽极深的品格、谋略、行径与私生活,不单从公事,同样也从私生活出发,去爱戴与赞美某些人,嫌恶与鄙弃另一些人。 那么究竟该如何看?难道城邦就不任用那些生活放荡、举止轻浮之人吗?事实上,正如害喜的孕妇常常想吃石子,晕船者往往渴望咸物和类似的食品,但稍后便会吐出并避之不及;同样,民众也因骄奢与傲慢,在缺乏更优秀的平民领袖时,便会任用偶尔碰上的人,尽管对其厌恶和蔑视,继而又乐于听到针对他们所说的这类话,就像喜剧诗人柏拉图描写平民自身所说的那样: “快,尽可能快地抓住我的手, 我马上就要投票选阿吉里乌斯当将军了,”以及他又索要水盆和羽毛以便呕吐,说道: “曼提阿斯正挡在我的讲坛前,”还有: “它正滋养着恶臭的刻法洛斯,这最可憎的瘟疫。” 而罗马民众在卡尔博做出某种承诺并附带誓言与诅咒时,却一致发誓不相信他。在拉栖代梦,一个名叫德摩斯梯尼的放荡之徒提出了适宜的主张,民众予以否决;但长官们抽签指定了一位长老,命令由他把同样的话复述一遍,就如同将液体从污秽的容器倒进纯净的容器一般,好让它能为大众欣然接受。在政治之中,对品格的信任及其反面,竟具有如此巨大的决定性力量。

语法注5 条
  1. 4τὸ μὲν οὖν τῶν πολιτῶν ἦθος ἰσχύοντα δεῖ καὶ πιστευόμενον ἤδη πειρᾶσθαι ῥυθμίζειν

    无人称动词 δεῖ 支配不定式 πειρᾶσθαι,其逻辑主语由宾格分词 ἰσχύοντα 与 πιστευόμενον 充当。句首的 τὸ τῶν πολιτῶν ἦθος 则是不定式 ῥυθμίζειν 的宾语,作为全句的话题前置。

  2. 800bαὐτὸς δʼ ὥσπερ ἐν θεάτρῳ τὸ λοιπὸν ἀναπεπταμένῳ βιωσόμενος, ἐξάσκει καὶ κατακόσμει τὸν τρόπον·

    针对祈使语气动词 ἐξάσκει 与 κατακόσμει,主格代词 αὐτός 起到强调读者的作用,分词 βιωσόμενος 与之在主格上保持一致,以将来分词表示比喻性的预设情境(“如同将要生活……”)。

  3. 800bὅσα γοῦν ἐπανθεῖ μάλιστα καὶ προπίπτει τῶν ἁμαρτημάτων ἀφαιρῶν καὶ κολούων.

    在上一句祈使语气动词的影响下,分词 ἀφαιρῶν 和 κολούων 承担了祈使功能(分词表命令)。关系代词 ὅσα 支配部分属格 τῶν ἁμαρτημάτων,作为分词的直接宾语。

  4. 800cᾧ τοίνυν οὐδὲ τούτων ἐπιμελητέον ἐστὶ παρέργως, ἦπου τῶν περὶ τὸν βίον καὶ τὸ ἦθος ἀμελητέον

    与格关系代词 ᾧ 是动形容词 ἐπιμελητέον 的动作主体与格。语气助词 ἦπου 引导强烈的反问修辞:“既然对于某人来说连这些小事尚且不可漫不经心,难道可以对关乎生活与品格之事漫不经心吗?”

  5. 800eἀπὸ πέντε μόνων ταλάντων

    介词 ἀπό 在此处表示开销、费用或代价的出处,意为“仅花费五塔兰同”或“以区区五塔兰同的代价”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg118.humanitext-grc2:4