- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. V. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1893.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg118.humanitext-grc2:3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者指出确立坚定心志的政治家应当洞察并顺应公民集体的品格,并通过雅典、迦太基、底比斯与斯巴达民风特征的历史实例加以阐释。
οὕτω δὴ τὴν προαίρεσιν ἀπερείσαντας ἐν ἑαυτοῖς καὶ ποιήσαντας1 ἄτρεπτον καὶ δυσμετάθετον, τρέπεσθαι χρὴ πρὸς κατανόησιν τοῦ ἤθους τῶν πολιτῶν, ὃ μάλιστα συγκραθὲν ἐκ πάντων ἐπιφαίνεται καὶ ἰσχύει. τὸ μὲν γὰρ εὐθὺς αὐτὸν ἐπιχειρεῖν ἠθοποιεῖν καὶ μεθαρμόττειν τοῦ δήμου τὴν φύσιν οὐ ῥᾴδιον οὐδʼ ἀσφαλές, ἀλλὰ καὶ χρόνου δεόμενον πολλοῦ καὶ μεγάλης δυνάμεως. δεῖ δʼ, ὥσπερ οἶνος ἐν ἀρχῇ μὲν ὑπὸ τῶν ἠθῶν κρατεῖται τοῦ πίνοντος ἡσυχῆ δὲ διαθάλπων καὶ κατακεραννύμενος αὐτὸς ἠθοποιεῖ τὸν πίνοντα καὶ μεθίστησιν, οὕτω τὸν πολιτικόν, ἕως ἂν ἰσχὺν ἀγωγὸν ἐκ δόξης καὶ πίστεως κατασκευάσηται, τοῖς ὑποκειμένοις ἤθεσιν εὐάρμοστον εἶναι καὶ στοχάζεσθαι τούτων, ἐπιστάμενον οἷς χαίρειν ὁ δῆμος καὶ ὑφʼ ὧν ἄγεσθαι πέφυκεν· οἷον ὁ Ἀθηναίων εὐκίνητός ἐστι πρὸς ὀργήν, εὐμετάθετος πρὸς ἔλεον, μᾶλλον ὀξέως ὑπονοεῖν ἢ διδάσκεσθαι καθʼ ἡσυχίαν βουλόμενος· ὥσπερ τῶν ἀνδρῶν τοῖς ἀδόξοις καὶ ταπεινοῖς βοηθεῖν προθυμότερος, οὕτω τῶν λόγων τοὺς παιγνιώδεις καὶ γελοίους ἀσπάζεται καὶ προτιμᾷ τοῖς μὲν ἐπαινοῦσιν αὐτὸν μάλιστα χαίρει, τοῖς δὲ σκώπτουσιν ἥκιστα δυσχεραίνει φοβερός ἐστιν ἄχρι τῶν ἀρχόντων, εἶτα φιλάνθρωπος ἄχρι τῶν πολεμίων. ἕτερον ἦθος τοῦ Καρχηδονίων δήμου, πικρόν, σκυθρωπόν, ὑπήκοον τοῖς ἄρχουσι, βαρὺ τοῖς ὑπηκόοις, ἀγεννέστατον ἐν φόβοις, ἀγριώτατον ἐν ὀργαῖς, ἐπίμονον τοῖς γνωσθεῖσι, πρὸς παιδιὰν καὶ χάριν ἀνήδυντον καὶ σκληρόν· οὐκ ἂν οὗτοι, Κλέωνος ἀξιοῦντος αὐτούς, ἐπεὶ τέθυκε καὶ ξένους ἑστιᾶν μέλλει, τὴν ἐκκλησίαν ὑπερθέσθαι, γελάσαντες ἂν καὶ κροτήσαντες ἀνέστησαν οὐδ’ Ἀλκιβιάδην ὄρτυγος ἐν τῷ λέγειν διαφυγόντος ἐκ τοῦ ἱματίου, φιλοτίμως συνθηρεύσαντες ἀπέδωκαν ἄν·2 ἀλλὰ καὶ ἀπέκτειναν ἄν, ὡς ὑβρίζοντας καὶ τρυφῶντας· ὅπου καὶ Ἄννωνα λέοντι χρώμενον σκευοφόρῳ παρὰ τὰς στρατείας αἰτιασάμενοι τυραννικὰ φρονεῖν ἐξήλασαν.οἶμαι δʼ ἂν ἔγωγε μηδὲ Θηβαίους ἀποσχέσθαι γραμμάτων πολεμίων κυρίους γενομένους, ὡς Ἀθηναῖοι Φιλίππου γραμματοφόρους λαβόντες ἐπιστολὴν ἐπιγεγραμμένην Ὀλυμπιάδι κομίζοντας οὐκ ἔλυσαν οὐδʼ ἀπεκάλυψαν ἀπόρρητον ἀνδρὸς ἀποδήμου πρὸς γυναῖκα φιλοφροσύνην οὐδέ γʼ αὖ πάλιν Ἀθηναίους, Ἐπαμεινώνδου πρὸς τὴν κατηγορίαν ἀπολογεῖσθαι μὴ θέλοντος ἀλλʼ ἀναστάντος ἐκ τοῦ θεάτρου καὶ διὰ τῆς ἐκκλησίας εἰς τὸ γυμνάσιον ἀπιόντος, εὐκόλως ἐνεγκεῖν τὴν ὑπεροψίαν καὶ τὸ φρόνημα τἀνδρός· πολλοῦ δʼ ἂν ἔτι καὶ Σπαρτιάτας δεῆσαι τὴν Στρατοκλέους ὕβριν ὑπομεῖναι καὶ βωμολοχίαν, πείσαντος μὲν αὐτοὺς εὐαγγέλια θύειν ὡς νενικηκότας, ἐπεὶ δέ, τῆς ἥττης ἀληθῶς ἀπαγγελθείσης, ἠγανάκτουν, ἐρωτῶντος τὸν δῆμον τί ἠδίκηται, τρεῖς ἡμέρας διʼ αὐτὸν ἡδέως γεγονώς. οἱ μὲν οὖν αὐλικοὶ κόλακες ὥσπερ ὀρνιθοθῆραι μιμούμενοι τῇ φωνῇ καὶ συνεξομοιοῦντες ἑαυτοὺς ὑποδύονται μάλιστα καὶ προσάγουσι διʼ ἀπάτης τοῖς βασιλεῦσι τῷ δὲ πολιτικῷ μιμεῖσθαι μὲν οὐ προσήκει τοῦ δήμου τὸν τρόπον, ἐπίστασθαι δὲ καὶ χρῆσθαι πρὸς ἕκαστον, οἷς ἁλώσιμός ἐστιν· ἡ γὰρ ἄγνοια τῶν ἠθῶν ἀστοχίας φέρει καὶ διαπτώσεις οὐχ ἥττονας ἐν ταῖς πολιτείαις ἢ ταῖς φιλίαις τῶν βασιλέων.
如此在内心深处牢固确立了抉择,并使其坚不可摧、难以动摇之后,就必须转向去洞察公民的品格,这种品格汇聚自所有人,表现得最为鲜明且极具力量。因为想要立刻由自己去教化和改造民众的天性,既非易事,也不安全,反而需要漫长的时间和强大的力量。正如酒在最初被饮者的体质所压制,但在温和地散发暖意并与之融汇之后,自身便改造并转化了饮者;同样,政治家在凭借声誉和信任建立起引领人心的力量之前,也必须适应既有的品格并以此为准的,深知民众生来乐于接受什么、容易被什么所引导。例如,雅典民众易于动怒,又极易转生怜悯,宁愿敏锐地猜疑,也不愿平静地受教;正如他们更热切地帮助人群中籍籍无名与卑微之辈,他们对言论中的嬉笑幽默也同样欢迎且青睐;他们最喜欢称赞自己的人,最不反感嘲弄自己的人;他们甚至对长官都威严可怕,转而又甚至对敌人都仁慈宽厚。迦太基民众的品格则截然不同:刻毒、阴郁、顺从统治者而苛待属下,在恐惧中最为卑劣,在愤怒中最为狂暴,执拗于既定的成见,面对嬉戏与雅趣则冷漠严酷。如果是这些人,当克里昂以自己献了祭且将款待客人为由要求推迟公民大会时,绝不会大笑着鼓掌休会;当阿尔西比亚德在演说时鹌鹑从袍子里逃走,他们也绝不会争相协力捕获并归还给他;相反,他们会以傲慢与骄奢的罪名处死他们——毕竟,汉诺仅仅因为在出征时用一头狮子驮运辎重,就被他们指控怀有僭主野心而遭到驱逐。我也认为,如果底比斯人截获了敌人的书信,绝不会像雅典人那样克制——雅典人捕获了腓力的信使,信使携带着一封写给奥林匹亚丝的信,雅典人没有启封,也没有泄露客居异乡的丈夫给妻子的私密温情;反之,当伊巴密浓达不愿对指控进行辩解,而是从剧场起身,穿过公民大会径直走向体育馆时,雅典人也绝不会泰然忍受那人的傲慢与自尊;至于斯巴达人,更是绝不可能容忍斯特拉托克勒斯的傲慢与滑稽——他曾说服民众当作胜利者一般献祭庆祝捷报,而当真实的败仗传来众人大为愤慨时,他竟质问民众自己究竟何处有负于他们,因为他们借由自己愉快地度过了三天。宫廷的谄媚者就像捕鸟人一样,模仿鸟雀的鸣声并同化自身,以此极力钻营,用欺瞒来接近君王;但对于政治家而言,并不适宜去模仿民众的作风,而是应当理解它,并针对每一种情况运用能够把握住他们的手段;因为对品格的无知,在城邦政务中带来的失策与挫折,绝不亚于在君王的友谊之中。
- 3ἀπερείσαντας ἐν ἑαυτοῖς καὶ ποιήσαντας
阳性复数宾格分词,作由无人称动词 χρή 所统辖的不定式 τρέπεσθαι 的逻辑主语(泛指的治国者)。承接前文关于确立坚定心志的论述。
- 799dοὐκ ἂν οὗτοι... ἀνέστησαν οῦδ’... ἀπέδωκαν ἄν· ἀλλὰ καὶ ἀπέκτειναν ἄν
一系列与过去事实相反的主句结构(ἄν 搭配直说语气不定过去时)。句中的独立属格结构(Κλέωνος ἀξιοῦντος 与 ὄρτυγος διαφυγόντος)充当条件从句的作用,用于对比雅典人的宽容与迦太基人绝不姑息乃至处以极刑的严苛性格。
- 3οἶμαι δʼ ἂν ἔγωγε μηδὲ Θηβαίους ἀποσχέσθαι... οὐδέ γʼ αὖ πάλιν Ἀθηναίους... ἐνεγκεῖν... πολλοῦ δʼ ἂν ἔτι καὶ Σπαρτιάτας δεῆσαι
由主句动词 οἶμαι 所统摄的一组并列的“宾格加不定式”(A.c.I.)结构。小辞 ἄν 分别修饰各个不定式(ἀποσχέσθαι, ἐνεγκεῖν, δεῆσαι),表达与事实相反的推测。逻辑主语宾格分别为 Θηβαίους、Ἀθηναίους 与 Σπαρτιάτας,以此排比句式连续论证底比斯、雅典与斯巴达各自绝不可能容忍的事例。
未在正文中定位
