← 普鲁塔克

从政指南

§32#1

平息内乱与维护公民和睦的政治家职责

作者探讨了内乱期间保持中立与调解的重要性,对梭伦的相关法令提出质疑,并论述在当下的希腊,政治家所能履行的最崇高职责乃是消除内讧并维护公民间的和睦。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§32#1

οἱ μὲν οὖν ἔμπειροι θεραπείας καὶ τροφῆς μελιττῶν τὸν μάλιστα βομβοῦντα τῶν σίμβλων καὶ θορύβου μεστὸν τοῦτον εὐθηνεῖν καὶ ὑγιαίνειν νομίζουσιν ᾧ δὲ τοῦ λογικοῦ καὶ πολιτικοῦ σμήνους ἐπιμέλειαν ἔχειν ὁ θεὸς ἔδωκεν, ἡσυχίᾳ μάλιστα καὶ πραότητι δήμου τεκμαιρόμενος εὐδαιμονίαν τὰ μὲν ἄλλα τοῦ Σόλωνος ἀποδέξεται καὶ μιμήσεται κατὰ δύναμιν, ἀπορήσει δὲ καὶ θαυμάσει τί παθὼν ἐκεῖνος ὁ ἀνὴρ ἔγραψεν1 ἄτιμον εἶναι τὸν ἐν στάσει πόλεως μηδετέροις προσθέμενον. οὔτε γὰρ σώματι νοσοῦντι γίγνεται μεταβολῆς ἀρχὴ πρὸς τὸ ὑγιαίνειν ἀπὸ τῶν συννοσούντων μερῶν, ἀλλʼ ὅταν ἡ παρὰ τοῖς ἐρρωμένοις ἰσχύσασα κρᾶσις ἐκστήσῃ τὸ παρὰ φύσιν· ἔν τε δήμῳ στασιάσαντι μὴ δεινὴν μηδʼ ὀλέθριον στάσιν ἀλλὰ παυσομένην ποτὲ δεῖ τὸ ἀπαθὲς καὶ τὸ ὑγιαῖνον ἐγκεκρᾶσθαι πολὺ καὶ παραμένειν καὶ συνοικεῖν· ἐπιρρεῖ γὰρ τούτῳ τὸ οἰκεῖον ἐκ τῶν σωφρονούντων καὶ δίεισι διὰ τοῦ νενοσηκότος αἱ δὲ διʼ ὅλων ἀναταραχθεῖσαι πόλεις κομιδῇ διεφθάρησαν, ἂν μή τινος ἀνάγκης ἔξωθεν τυχοῦσαι καὶ κολάσεως ὑπὸ κακῶν βίᾳ σωφρονήσωσιν. οὐ μὴν ἀναίσθητον οὐδʼ ἀνάλγητον ἐν στάσει καθῆσθαι προσήκει τὴν περὶ αὑτὸν ἀταραξίαν ὑμνοῦντα καὶ τὸν ἀπράγμονα καὶ μακάριον βίον, ἐν ἑτέροις ἐπιτερπόμενον ἀγνωμονοῦσιν ἀλλʼ ἐνταῦθα δεῖ μάλιστα τὸν Θηραμένους κόθορνον ὑποδούμενον2 ἀμφοτέροις ὁμιλεῖν καὶ μηδετέροις προστίθεσθαι δόξεις γὰρ οὐχὶ τῷ μὴ συναδικεῖν ἀλλότριος ἀλλὰ τῷ βοηθεῖν κοινὸς εἶναι πάντων καὶ τὸ μὴ συνατυχεῖν οὐχ ἕξει φθόνον, ἂν πᾶσι φαίνῃ συναλγῶν ὁμοίως. κράτιστον δὲ προνοεῖν, ὅπως μηδέποτε στασιάζωσι, καὶ τοῦτο τῆς πολιτικῆς ὥσπερ τέχνης μέγιστον ἡγεῖσθαι καὶ κάλλιστον. ὅρα γάρ, ὅτι τῶν μεγίστων ἀγαθῶν ταῖς πόλεσιν, εἰρήνης ἐλευθερίας εὐετηρίας εὐανδρίας ὁμονοίας, πρὸς μὲν εἰρήνην οὐδὲν οἱ δῆμοι τῶν πολιτικῶν ἔν γε τῷ παρόντι χρόνῳ δέονται πέφευγε γὰρ ἐξ ἡμῶν καὶ ἠφάνισται πᾶς μὲν Ἕλλην πᾶς δὲ βάρβαρος πόλεμος· ἐλευθερίας δʼ ὅσον οἱ κρατοῦντες νέμουσι τοῖς δήμοις μέτεστι καὶ τὸ πλέον ἴσως οὐκ ἄμεινον· εὐφορίαν δὲ γῆς ἄφθονον εὐμενῆ τε κρᾶσιν ὡρῶν καὶ τίκτειν γυναῖκας ἐοικότα τέκνα γονεῦσι καὶ σωτηρίαν τοῖς γεννωμένοις εὐχόμενος ὅ γε σώφρων αἰτήσεται παρὰ θεῶν τοῖς ἑαυτοῦ πολίταις. λείπεται δὴ τῷ πολιτικῷ μόνον ἐκ τῶν ὑποκειμένων ἔργων, ὃ μηδενὸς ἔλαττόν ἐστι τῶν ἀγαθῶν, ὁμόνοιαν ἐμποιεῖν καὶ φιλίαν ἀεὶ τοῖς συνοικοῦσιν, ἔριδας δὲ καὶ διχοφροσύνας καὶ δυσμένειαν ἐξαιρεῖν ἅπασαν, ὥσπερ ἐν φίλων διαφοραῖς, τὸ μᾶλλον οἰόμενον ἀδικεῖσθαι μέρος ἐξομιλοῦντα πρότερον καὶ συναδικεῖσθαι δοκοῦντα καὶ συναγανακτεῖν, εἶθʼ οὕτως ἐπιχειροῦντα πραΰνειν καὶ διδάσκειν ὅτι τῶν βιάζεσθαι καὶ νικᾶν ἐριζόντων οἱ παρέντες3 οὐκ ἐπιεικείᾳ καὶ ἤθει μόνον ἀλλὰ καὶ φρονήματι καὶ μεγέθει ψυχῆς διαφέρουσι, καὶ μικρὸν ὑφιέμενοι νικῶσιν ἐν τοῖς καλλίστοις καὶ μεγίστοις· ἔπειτα καὶ καθʼ ἕνα καὶ κοινῇ διδάσκοντα καὶ φράζοντα τὴν τῶν Ἑλληνικῶν πραγμάτων ἀσθένειαν, ἧς ἓν ἀπολαῦσαι ἄμεινόν ἐστι τοῖς εὖ φρονοῦσι, μεθʼ ἡσυχίας καὶ ὁμονοίας καταβιῶναι,4 μηδὲν ἐν μέσῳ τῆς τύχης ἆθλον ὑπολελοιπυίας. τίς γὰρ ἡγεμονία, τίς δόξα τοῖς περιγενομένοις; ποία δύναμις, ἣν μικρὸν ἀνθυπάτου διάταγμα κατέλυσεν ἢ μετέστησεν εἰς ἄλλον, οὐδὲν οὐδʼ ἂν παραμένῃ σπουδῆς ἄξιον ἔχουσαν;5

擅长养蜂与照料蜂群之人,认为蜂箱中轰鸣最甚、喧闹充盈者方为兴旺健全;然而,凡蒙神明赋予照料具有理性与政治性蜂群之责者,必将民众之安宁与温和视为幸福之最大明证。他虽会竭力接纳并效仿梭伦的其他法令,却会对那位贤人究竟出于何种心思规定在城邦内乱时不依附任何一方者将被剥夺公民权一事,感到困惑与惊异。盖因在患病的躯体中,转向健康的转变开端决非源自同样染病的部分,而是在健全部分中占优的体质驱逐非自然之状态时方能产生;在陷入内讧的民众之中,只要内乱并非可怖或致命、而是终将平息者,未受波及且健全的成分就必须大量掺入其中,留存并同居其间;因为本于节制之人的同类良质会流入其中,并贯通患病的部分。至于全盘陷入混乱的城邦,若非遭遇来自外部的某种强制与惩戒、在灾祸之下被迫恢复理智,便会彻底覆灭。 固然,在内乱之中麻木不仁、毫无痛感地袖手旁观,颂扬自身的平静无扰与无事闲适之福乐生活,而在他人的不明智中自得其乐,是极不适宜的。相反,此时尤当穿上塞拉梅尼斯的宽靴,周旋于两派之间而不归附任何一方;因为你不会因拒绝协同为恶而被视为异类,反而会因施以援手而被公认为众人的同盟;且若你表现出与所有人同样悲悯,你之免遭厄运亦不会招致嫉恨。 然而最善之策,乃是预先防范以使民众永不起内讧,并将此视为有如技艺之政治中最大且最美之伟业。请看,在城邦的最大福祉之中——即和平、自由、丰收、人丁兴旺与和睦——就和平而言,各城邦民众在当下绝不需要政治家,因为一切希腊人与蛮族的战争皆已从我们当中逃遁并泯灭;就自由而言,统治者分给各邦多少,民众便享有多少,更多的自由或许亦非善事;至于大地的丰产、时节的温和调顺、妇女诞育“肖似双亲的子女”,以及新生儿的安全长成,审慎之人自当在祈祷中向神明为本邦公民求索。因此,在摆置于眼前的诸般政务中,唯独留给政治家的——且此项福祉绝不下于其他任何福祉——便是始终为同居之人注入和睦与友谊,彻底拔除一切纷争、不和与敌意。正如在友人间的争执中一样,首先与自认为受侵害更甚的一方深谈,表现得仿佛同样感到冤屈与义愤,随即便以此法尝试安抚他们,并教导他们明晰:相较于那些竞相强逼求胜之人,退让者不仅在宽和与品性上,更在气概与胸襟之博大上更为优越,且以微小的退让而在最美与最伟大的事物上赢得了胜利;随后,更当个别地与公开地教诲并指明希腊政局之羸弱——明智之人由此羸弱中唯一可得之收益,便是在宁静与和睦中度过一生,盖因命运在众人之间未曾留下任何角逐的奖赏。对于胜者而言,究竟有何种统治权,有何种荣耀可言?那种仅凭资深执政官的一纸简短法令便可废黜或转授他人的权力,纵使能够留存,又何尝含有半点值得严肃追求之物?

语法注5 条
  1. 32τί παθὼν ἐκεῖνος ὁ ἀνὴρ ἔγραψεν

    短语 τί παθών 是古希腊语中的习惯表达,意为“究竟出于何种心思/缘由”、“着了什么魔”。由疑问代词 τί 与 πάσχω 的不定过去时主动分词 παθών 结合而成,用于探究某人做出令人费解或反常行为的动机。

  2. 824bτὸν Θηραμένους κόθορνον ὑποδούμενον

    “穿上塞拉梅尼斯的宽靴”。科托尔诺斯靴(κόθορνος)是一种不分左右脚皆可穿的靴子,因塞拉梅尼斯在寡头与民主派之间立场多变而成为其绰号。此处作者并非用于贬义的墙头草指责,而是借用这一比喻,指作为调停者不偏不倚、兼顾两派以展开沟通的灵活姿态。

  3. 824dτῶν βιάζεσθαι καὶ νικᾶν ἐριζόντων οἱ παρέντες

    属格短语 τῶν ... ἐριζόντων 受后文动词 διαφέρουσι(“优于”、“胜过”)支配,作比较属格。主语是带定冠词的分词 οἱ παρέντες(“让步者”)。句中属格成分因修辞强调而置于句首。

  4. 824eἧς ἓν ἀπολαῦσαι ἄμεινόν ἐστι τοῖς εὖ φρονοῦσι, μεθʼ ἡσυχίας καὶ ὁμονοίας καταβιῶναι

    关系代词 ἧς 的先行词是前面的 τὴν τῶν Ἑλληνικῶν πραγμάτων ἀσθένειαν(“希腊政局之羸弱”)。因动词 ἀπολαύω 支配属格(意为“享受/获得某物之利”),故代词使用属格 ἧς。不定式短语 μεθʼ ἡσυχίας καὶ ὁμονοίας καταβιῶναι 与 ἕν(“唯一的益处”)构成同位语关系。

  5. 824eποία δύναμις, ἣν μικρὸν ἀνθυπάτου διάταγμα κατέλυσεν ἢ μετέστησεν εἰς ἄλλον, οὐδὲν οὐδʼ ἂν παραμένῃ σπουδῆς ἄξιον ἔχουσαν;

    宾格分词 ἔχουσαν 语法上修饰名词 δύναμις(关系代词 ἣν 的先行词)。尽管 δύναμις 在主句的反问中充当主格主语,ἔχουσαν 却因受到关系代词 ἣν 宾格的同化(牵引)而呈现宾格形式。从句 οὐδʼ ἂν παραμένῃ 则是带连接法的让步条件从句(“纵使得以留存”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg118.humanitext-grc2:32#1