- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. V. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1893.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg118.humanitext-grc2:31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
普鲁塔克指出,家资微薄的政治家应当坦承清贫而切勿举债竞逐豪奢,应当依靠德性、气节、亲和力与公正的公职奉献来赢得民众持久的信赖与权威,而非贪图剧场与施舍带来的短暂虚荣。
ἂν δʼ ᾖ τὰ τῆς οὐσίας μέτρια καὶ κέντρῳ καὶ διαστήματι περιγραφόμενα πρὸς τὴν χρείαν,1 οὔτʼ ἀγεννὲς οὔτε ταπεινὸν οὐδέν ἐστι πενίαν ὁμολογοῦντα ταῖς τῶν ἐχόντων ἐξίστασθαι φιλοτιμίαις, καὶ μὴ δανειζόμενον οἰκτρὸν ἅμα καὶ καταγέλαστον εἶναι περὶ τὰς λειτουργίας· οὐ γὰρ λανθάνουσιν ἐξασθενοῦντες ἢ φίλοις ἐνοχλοῦντες ἢ θωπεύοντες δανειστάς, ὥστε μὴ δόξαν αὐτοῖς μηδʼ ἰσχὺν ἀλλὰ μᾶλλον αἰσχύνην καὶ καταφρόνησιν ἀπὸ τῶν τοιούτων ἀναλωμάτων ὑπάρχειν. διὸ χρήσιμον ἀεὶ πρὸς τὰ τοιαῦτα μεμνῆσθαι τοῦ Λαμάχου καὶ τοῦ Φωκίωνος· οὗτος μὲν γάρ, ἀξιούντων αὐτὸν ἐν θυσίᾳ τῶν Ἀθηναίων ἐπιδοῦναι καὶ κροτούντων πολλάκις αἰσχυνοίμην ἄν εἶπεν ὑμῖν μὲν ἐπιδιδοὺς Καλλικλεῖ δὲ τούτῳ μὴ ἀποδιδούς, δείξας τὸν δανειστήν. Λάμαχος δʼ ἐν τοῖς τῆς στρατηγίας ἀεὶ προσέγραφεν ἀπολογισμοῖς ἀργύριον εἰς κρηπῖδας αὑτῷ καὶ ἱμάτιον· Ἕρμωνι δὲ Θεσσαλοὶ φεύγοντι τὴν ἀρχὴν ὑπὸ πενίας ἐψηφίσαντο λάγυνον οἴνου κατὰ μῆνα διδόναι καὶ μέδιμνον ἀλφίτων ἀφʼ ἑκάστης τετράδος. οὕτως οὔτʼ ἀγεννές ἐστι πενίαν ὁμολογεῖν, οὔτε λείπονται πρὸς δύναμιν ἐν πόλεσι τῶν ἑστιώντων καὶ χορηγούντων οἱ πένητες, ἂν παρρησίαν ἀπʼ ἀρετῆς καὶ πίστιν ἔχωσι. δεῖ δὴ μάλιστα κρατεῖν ἑαυτῶν ἐν τοῖς τοιούτοις καὶ μήτʼ εἰς πεδία καταβαίνειν πεζὸν ἱππεῦσι μαχούμενον μήτʼ ἐπὶ στάδια δόξης καὶ δυναστείας διαγωνιζόμενον ἀλλʼ ἀπʼ ἀρετῆς καὶ φρονήματος ἀεὶ μετὰ λόγου πειρωμένοις ἄγειν τὴν πόλιν,2 οἷς οὐ μόνον τὸ καλὸν καὶ τὸ σεμνὸν ἀλλὰ καὶ τὸ κεχαρισμένον καὶ ἀγωγὸν ἔνεστι Κροισείων αἱρετώτερον στατήρων, οὐ γὰρ αὐθάδης οὐδʼ ἐπαχθὴς ὁ χρηστὸς οὐδʼ αὐθέκαστός ἐστιν ὁ σώφρων ἀνὴρ καὶ "στείχει πολίταις ὄμμʼ ἔχων ἰδεῖν πικρόν" ἀλλὰ πρῶτον μὲν εὐπροσήγορος καὶ κοινὸς ὢν πελάσαι καὶ προσελθεῖν ἅπασιν, οἰκίαν τε παρέχων ἄκλειστον ὡς λιμένα φύξιμον ἀεὶ τοῖς χρῄζουσι, καὶ τὸ κηδεμονικὸν καὶ φιλάνθρωπον οὐ χρείαις οὐδὲ πράξεσι μόνον ἀλλὰ καὶ τῷ συναλγεῖν πταίουσι καὶ κατορθοῦσι συγχαίρειν ἐπιδεικνύμενος οὐδαμῆ δὲ λυπηρὸς οὐδʼ ἐνοχλῶν οἰκετῶν πλήθει περὶ λουτρὸν ἢ καταλήψεσι τόπων ἐν θεάτροις οὐδὲ τοῖς εἰς τρυφὴν καὶ πολυτέλειαν ἐπιφθόνοις παράσημος· ἀλλʼ ἴσος καὶ ὁμαλὸς ἐσθῆτι καὶ διαίτῃ καὶ τροφαῖς παίδων καὶ θεραπείᾳ γυναικός, οἷον ὁμοδημεῖν καὶ συνανθρωπεῖν τοῖς πολλοῖς βουλόμενος. ἔπειτα σύμβουλον εὔνουν καὶ συνήγορον ἄμισθον καὶ διαλλακτὴν εὐμενῆ πρὸς γυναῖκας ἀνδρῶν καὶ φίλων πρὸς ἀλλήλους παρέχων ἑαυτὸν οὐ μικρὸν ἡμέρας μέρος ἐπὶ τοῦ βήματος ἢ τοῦ λογείου πολιτευόμενος, εἶτʼ ἤδη πάντα τὸν ἄλλον βίον "ἕλκων ἐφʼ αὑτὸν ὥστε καικίας νέφη3" τὰς χρείας καὶ τὰς οἰκονομίας πανταχόθεν ἀλλὰ δημοσιεύων ἀεὶ ταῖς φροντίσι, καὶ τὴν πολιτείαν βίον καὶ πρᾶξιν οὐκ ἀσχολίαν ὥσπερ οἱ πολλοὶ καὶ λειτουργίαν ἡγούμενος, πᾶσι τούτοις καὶ τοῖς τοιούτοις ἐπιστρέφει καὶ προσάγεται τοὺς πολλούς, νόθα καὶ κίβδηλα τὰ τῶν ἄλλων θωπεύματα καὶ δελεάσματα πρὸς τὴν τούτου κηδεμονίαν καὶ φρόνησιν ὁρῶντας.4 οἱ μὲν γὰρ Δημητρίου κόλακες οὐκ ἠξίουν βασιλεῖς τοὺς ἄλλους προσαγορεύειν, ἀλλὰ τὸν μὲν Σέλευκον ἐλεφαντάρχην τὸν δὲ Λυσίμαχον γαζοφύλακα τὸν δὲ Πτολεμαῖον ναύαρχον ἐκάλουν, τὸν δʼ Ἀγαθοκλέα νησιάρχην· οἱ δὲ πολλοί, κἂν ἐν ἀρχῇ τὸν ἀγαθὸν καὶ φρόνιμον ἀπορρίψωσιν, ὕστερον καταμανθάνοντες τὴν ἀλήθειαν αὐτοῦ καὶ τὸ ἦθος τοῦτον ἡγοῦνται μόνον πολιτικὸν καὶ δημοτικὸν καὶ ἄρχοντα, τῶν δʼ ἄλλων τὸν μὲν χορηγὸν τὸν δʼ ἑστιάτορα τὸν δὲ γυμνασίαρχον καὶ νομίζουσι καὶ καλοῦσιν. εἶθʼ ὥσπερ ἐν τοῖς συμποσίοις; Καλλίου δαπανῶντος ἢ Ἀλκιβιάδου, Σωκράτης ἀκούεται καὶ πρὸς Σωκράτην πάντες ἀποβλέπουσιν, οὕτως ἐν ταῖς ὑγιαινούσαις πόλεσιν Ἰσμηνίας μὲν ἐπιδίδωσι καὶ δειπνίζει Λίχας καὶ χορηγεῖ Νικήρατος, Ἐπαμεινώνδας δὲ καὶ Ἀριστείδης καὶ Λύσανδρος καὶ ἄρχουσι καὶ πολιτεύονται καὶ στρατηγοῦσι. πρὸς ἃ χρὴ βλέποντα μὴ ταπεινοῦσθαι μηδʼ ἐκπεπλῆχθαι τὴν ἐκ θεάτρων καὶ ὀπτανείων καὶ πολυανδρίων προσισταμένην τοῖς ὄχλοις δόξαν, ὡς ὀλίγον χρόνον ἐπιζῶσαν καὶ τοῖς μονομάχοις καὶ ταῖς σκηναῖς ὁμοῦ συνδιαλυομένην, ἔντιμον δὲ μηδὲν μηδὲ σεμνὸν ἔχουσαν.
另一方面,若财产适度,如依圆心与半径受生活之需所限,则坦承清贫而避让富豪之盛大公益捐输,不在承担公职义务时举债以致既可怜又可笑,绝非不体面或卑劣之事。盖因人之耗尽资财、烦扰友人或阿谀债主,皆无法掩人耳目,致使此类开销带给他们的非但不是声誉与权能,反而是羞耻与轻蔑。是故,在面对此类情形时,常忆起拉马库斯与福基翁大有裨益。福基翁在雅典人于祭礼中敦请其自愿认捐且频频鼓掌时,便指着其债权人说道: “我若向你们认捐,却不偿还身旁这位卡利克勒斯, 当深感羞愧。” 而拉马库斯在其将领的账目中,亦始终列入供其购买便鞋与斗篷的银钱;至于色萨利人,对于因贫困而推辞职守的赫尔蒙,则决议每月供给一坛美酒,每四日提供一梅狄姆诺斯大麦粉。由此可见,承认贫穷并非不体面,若贫者拥有源于美德的直言之勇与民众的信赖,他们在城邦中的力量绝不亚于设宴者与出资排演歌队者。人们固当在此类事务中极力自持,既不作为步兵下至平原与骑兵交战,亦不在名望与权力的赛场上竞逐;而是应当始终依凭美德与气节,伴以理性引导城邦。此等品质中不仅蕴含着美善与尊严,更含有一种欢欣与招引之力,“较之克罗伊索斯金币更堪选取。” 盖因善良之人既不专断亦不累人,节制之人亦非固执己见,决不“步履间带给公民难以忍受之严苛目光,”反而首先和蔼可亲,人人皆可走近接触,家中门户洞开,犹如避风港湾常向求助者敞开;不仅在实际需要与行动上,更在与受挫者同悲、与成功者同喜之中展现其关爱与博爱之情;绝不因在浴场役使众多仆从或在剧场抢占座位而令人生厌困扰,亦无引人嫉恨之奢靡印记;反而在衣着、饮食、教养子女及对待妻子方面与众人平易无差,宛如愿与民众共享生活、同甘共苦。其次,他将自身作为忠诚之参谋、无偿之辩护人以及夫妻与友朋之间温和之调解人;他决非在讲坛或公堂上以白昼之一小部分行使政务,旋即在其余的一切生活中“如东北风卷聚乌云般”将四方之私利与家计尽揽于己,而是以其深谋远虑始终奉献于公事,将政治视为生命与实践,而非如大众那般视作劳顿不休的事务与差役。他以凡此种种,令民众归心向往;盖因民众在目睹此人之照料与明智后,深知其余人之奉承与诱饵皆属伪妄与不实。 事实上,德米特里乌斯的谄媚者不屑称他人为国王,仅呼塞琉古为象军统领、吕西马库斯为国库看守、托勒密为水师将领、阿加托克利斯为群岛长官;民众亦是如此,即便起初可能排斥良善与明智之士,但日后洞察其真诚与品行时,便视此人方为真正的政治家、平民之友与统治者,而视其余之人为歌队出资人、筵席承办人或竞技场监督,并如是称呼他们。再者,恰如在宴饮之中,虽有卡利亚斯或阿尔西比亚德斯挥金如土,众人所倾听并瞻仰者却唯有苏格拉底;同样,在健全的城邦中,纵有伊斯梅尼亚斯慷慨输将、利卡斯广设夜宴、尼克拉图斯捐办歌队,居于统领、执政并运筹帷幄之位的,终究是埃帕米农达斯、阿里斯提德斯与吕山德罗斯。 着眼于这些事实,人便不当在剧场、公厨与公共赛会面向暴民所产生的声望面前自惭形秽或惊惶失措,深知此种名声转瞬即逝,随角斗士与戏台一同消解散去,其中绝无半点尊贵与崇高可言。
- 31κέντρῳ καὶ διαστήματι περιγραφόμενα πρὸς τὴν χρείαν
借用几何学中圆的定义(圆心 κέντρον 与半径 διάστημα)构成的隐喻表达。此处的与格表示方式或手段,形象地描绘出个人资产被严格限制在实际生计所需(πρὸς τὴν χρείαν)的范围之内。
- 822eπειρωμένοις ἄγειν τὴν πόλιν
此处的句式发生了轻微转移(破格):前文在 δεῖ 引导下使用与不定式搭配的宾格分词(μήτε... καταβαίνειν... διαγωνιζόμενον),此处经由 ἀλλʼ 转为与格分词 πειρωμένοις(或是作为参照与格,或是受 δεῖ + 与格句式之同化)。不定式 ἄγειν 作为 πειρωμένοις 的补足语。
- 823cἕλκων ἐφʼ αὑτὸν ὥστε καικίας νέφη
前文否定词 οὐ 并非仅修饰 μικρὸν 构成曲言法,而是统辖从 μικρὸν ἡμέρας μέρος ... πολιτευόμενος 到 εἶτʼ ἤδη ... ἕλκων 的整个并列分词结构,与后文 ἀλλὰ δημοσιεύων... 构成“非以白昼之一小部分从政、旋即揽私利于己……而是始终奉公”的正反对比。此处引用了希腊著名的谚语“犹如东北风自引乌云”。
- 823cνόθα καὶ κίβδηλα τὰ τῶν ἄλλων θωπεύματα καὶ δελεάσματα πρὸς τὴν τούτου κηδεμονίαν καὶ φρόνησιν ὁρῶντας
宾格分词 ὁρῶντας 与主句及物动词 ἐπιστρέφει καὶ προσάγεται 的宾语 τοὺς πολλούς 一致。形容词 νόθα καὶ κίβδηλα 处于表语位置,修饰分词的宾语 τὰ τῶν ἄλλων θωπεύματα καὶ δελεάσματα,意为“识破他人的谄媚与诱惑实属伪妄”。介词短语 πρὸς... 表示对照或比较(“相较于此人的关怀与智慧”)。
