← 普鲁塔克

从政指南

§32#2

及早化解私人争端以防内讧

作者论述道,正如大火多由被忽视的微小火星引起,城邦内讧亦常发端于无人调解的私人细故;因此,政治家必须及早遏制此类微患,并在自身的争讼中摒除极端激情以作表率。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§32#2

ἐπεὶ δέ, ὥσπερ ἐμπρησμὸς οὐ πολλάκις ἐκ τόπων ἱερῶν ἄρχεται καὶ δημοσίων, ἀλλὰ λύχνος τις ἐν οἰκίᾳ παραμεληθεὶς ἢ συρφετὸς διακαεὶς ἀνῆκε φλόγα πολλὴν καὶ δημοσίαν φθορὰν ἀπεργασαμένην, οὕτως οὐκ ἀεὶ στάσιν πόλεως αἱ περὶ τὰ κοινὰ φιλονεικίαι διακάουσιν, ἀλλὰ πολλάκις ἐκ πραγμάτων καὶ προσκρουμάτων ἰδίων εἰς δημόσιον αἱ διαφοραὶ προελθοῦσαι συνετάραξαν ἅπασαν τὴν πόλιν· οὐδενὸς ἧττον τῷ πολιτικῷ προσήκει1 ταῦτʼ ἰᾶσθαι καὶ προκαταλαμβάνειν, ὅπως τὰ μὲν οὐδʼ ὅλως ἔσται τὰ δὲ παύσεται ταχέως, τὰ δʼ οὐ λήψεται μέγεθος οὐδʼ ἅψεται τῶν δημοσίων, ἀλλʼ ἐν αὐτοῖς μενεῖ τοῖς διαφερομένοις, αὐτόν τε προσέχοντα καὶ φράζοντα2 τοῖς ἄλλοις, ὡς ἴδια κοινῶν καὶ μικρὰ μεγάλων αἴτια καθίσταται παροφθέντα καὶ μὴ τυχόντα θεραπείας ἐν ἀρχῇ μηδὲ παρηγορίας· οἷον ἐν Δελφοῖς ὁ μέγιστος λέγεται γενέσθαι νεωτερισμὸς ὑπὸ Κράτητος, οὗ μέλλων θυγατέρα γαμεῖν Ὀρσίλαος ὁ Φάλιδος, εἶτα, τοῦ κρατῆρος αὐτομάτως ἐπὶ ταῖς σπονδαῖς μέσου ῥαγέντος, οἰωνισάμενος καὶ καταλιπὼν τὴν νύμφην ἀπῆλθε μετὰ τοῦ πατρός· ὁ δὲ Κράτης ὀλίγον ὕστερον θύουσιν αὐτοῖς ὑποβαλὼν χρυσίον τι τῶν ἱερῶν κατεκρήμνισε τὸν Ὀρσίλαον καὶ τὸν ἀδελφὸν ἀκρίτους, καὶ πάλιν τῶν φίλων τινὰς καὶ οἰκείων ἱκετεύοντας ἐν τῷ ἱερῷ τῆς Προναίας ἀνεῖλε· πολλῶν δὲ τοιούτων γενομένων, ἀποκτείναντες οἱ Δελφοὶ τὸν Κράτητα καὶ τοὺς συστασιάσαντας ἐκ τῶν χρημάτων ἐναγικῶν προσαγορευθέντων τοὺς κάτω ναοὺς ἀνῳκοδόμησαν. ἐν δὲ Συρακούσαις δυεῖν νεανίσκων συνήθων ὁ μὲν τὸν ἐρώμενον τοῦ ἑτέρου λαβὼν φυλάσσειν διέφθειρεν ἀποδημοῦντος, ὁ δʼ ἐκείνῳ πάλιν ὥσπερ ἀνταποδιδοὺς ὕβριν ἐμοίχευσε τὴν γυναῖκα τῶν δὲ πρεσβυτέρων τις εἰς βουλὴν παρελθὼν ἐκέλευσεν ἀμφοτέρους ἐλαύνειν, πρὶν ἀπολαῦσαι καὶ ἀναπλησθῆναι τὴν πόλιν ἀπʼ αὐτῶν τῆς ἔχθρας· οὐ μὴν ἔπεισεν, ἀλλʼ ἐκ τούτου στασιάσαντες ἐπὶ συμφοραῖς μεγάλαις τὴν ἀρίστην πολιτείαν ἀνέτρεψαν. ἔχεις δὲ δήπου καὶ αὐτὸς οἰκεῖα παραδείγματα, τὴν Παρδάλα πρὸς Τυρρηνὸν ἔχθραν, ὡς ὀλίγον ἐδέησεν ἀνελεῖν τὰς Σάρδεις, ἐξ αἰτιῶν μικρῶν καὶ ἰδίων εἰς ἀπόστασιν καὶ πόλεμον ἐμβαλοῦσα.3 διὸ χρὴ μὴ καταφρονεῖν τὸν πολιτικὸν ὥσπερ ἐν σώματι προσκρουμάτων διαδρομὰς ὀξείας ἐχόντων, ἀλλʼ ἐπιλαμβάνεσθαι καὶ πιέζειν καὶ βοηθεῖν· προσοχῇ γάρ, ὥς φησιν ὁ Κάτων, καὶ τὸ μέγα γίγνεται μικρὸν καὶ τὸ μικρὸν εἰς τὸ μηδὲν ἄγεται. μηχανὴ δʼ ἐπὶ ταῦτα πειθοῦς οὐκ ἔστι μείζων ἢ τὸ παρέχειν ἑαυτὸν ἐν ταῖς ἰδίαις διαφοραῖς ἥμερον διαλλακτήν, ἀμήνιτον, ἐπὶ τῶν πρώτων αἰτιῶν μένοντα καὶ μηδενὶ προστιθέντα φιλονεικίαν μηδʼ ὀργὴν μηδʼ ἄλλο πάθος ἐμποιοῦν τραχύτητα καὶ πικρίαν τοῖς ἀναγκαίοις ἀμφισβητήμασι. τῶν μὲν ἐν ταῖς παλαίστραις διαμαχομένων ἐπισφαίροις περιδέουσι τὰς χεῖρας, ὅπως εἰς ἀνήκεστον ἡ ἅμιλλα μηδὲν ἐκπίπτῃ, μαλακὴν ἔχουσα τὴν πληγὴν καὶ ἄλυπον ἐν δὲ ταῖς κρίσεσι καὶ ταῖς δίκαις πρὸς τοὺς πολίτας ἄμεινὸν ἐστι καθαραῖς καὶ ψιλαῖς ταῖς αἰτίαις χρώμενον ἀγωνίζεσθαι, καὶ μὴ καθάπερ βέλη τὰ πράγματα χαράσσοντα καὶ φαρμάσσοντα ταῖς βλασφημίαις καὶ ταῖς κακοηθείαις καὶ ταῖς ἀπειλαῖς ἀνήκεστα καὶ μεγάλα καὶ δημόσια ποιεῖν. ὁ γὰρ οὕτω προσφερόμενος τοῖς καθʼ αὑτὸν ὑπηκόους ἕξει καὶ τοὺς ἄλλους· αἱ δὲ περὶ τὰ δημόσια φιλοτιμίαι, τῶν ἰδίων ὑφαιρουμένων ἀπεχθειῶν, εὐτελεῖς γίγνονται καὶ δυσχερὲς οὐδὲν οὐδʼ ἀνήκεστον ἐπιφέρουσιν.

然而,正如火灾鲜少始于神圣或公众之所,反倒是一盏在屋内被疏忽的油灯或一堆燃尽的碎柴喷吐出熊熊烈焰并造成公众的毁灭,同样地,城邦之内讧亦非总是由公事上的竞争所点燃,而是争端往往自私人的细故与摩擦发展至公众领域,从而扰乱了整个城邦;因此,对于政治家而言,医治并预先遏制这些事,使之或全然不致发生,或迅速平息,或不至膨胀、不波及公事,而仅存留在争执者本身之间,实为不下于任何要务的分内之事;他自己当全神贯注,并向众人指明:若见微不察,且在起初未曾获得医治与抚慰,私人之事便会成为公众之事的原因,微小之事亦会成为重大之事的原因。 例如在德尔斐,据说最大的变乱乃是由克拉特斯引起的:法利斯之子奥尔西拉奥斯本欲娶其女,然而,在奠祭时调酒缸自行从中间破裂,他视之为凶兆,遂抛下新娘,与其父一同离去;不久之后,趁他们献祭之时,克拉特斯暗中塞入一件神庙黄金,未加审判便将奥尔西拉奥斯及其兄弟推下悬崖,复又杀害了数位在普罗奈亚神庙避难求告的友人与亲属;由于发生了诸多此类事端,德尔斐人诛杀了克拉特斯及其党羽,并以被称为受诅之物的钱财重建了下方的诸座神庙。 又如在叙拉古,两名过从甚密的年轻人中,一人趁另一人远行时受托照管其爱侣,却将之奸污;而另一人作为回敬,仿佛报复其侮辱,私通了前者的妻子。长者中有一人步入议事会,敦促将二人尽数放逐,免得城邦受其仇怨所累并遭其感染;然而他未能说服众人,于是城邦由此陷入内讧,在惨痛的祸患中推翻了至善的政体。 想必你自己亦有熟知的近例,即帕尔达拉斯与蒂雷诺斯的仇怨,此仇怨如何险些毁了萨尔狄斯,自微小而私人的缘由将城邦推入了叛乱与战争。 因此,政治家决不可轻视犹如肉体中具有急速传导性的碰撞,而当加以遏制、压服并予以救助;盖因正如加图所言,借由审慎关注,大者亦化为小,小者则归于无形。 而在此类事上,最强之说服法门莫过于使自己在私人争端中成为温和而不怀怨恨的调解人,固守起初的争议缘由,而不对任何人附加竞争之心、愤怒或任何给无可避免之争端带来暴躁与怨毒的激情。 在摔跤场角力之人尚且在双手缠绕皮带护具,以使较量不致沦入无法挽回之境,使打击保持柔软无痛;而在对抗同邦公民的审判与诉讼中,以纯净直白的申诉缘由展开争辩方为更善,切不可如给箭矢刻纹淬毒一般,以诽谤、阴险和威胁激化事态,使之沦为不可收拾、庞大且关乎公众的大患。 盖因在自身事务上如此自持者,亦必能使他人听从;而关于公事的争胜,一旦抽离了私人的敌怨,便会变得微不足道,亦不会带来任何棘手或不可挽回的后果。

语法注3 条
  1. 32ἐπεὶ δέ, ὥσπερ ἐμπρησμὸς... οὕτως οὐκ ἀεὶ στάσιν... οὐδενὸς ἧττον τῷ πολιτικῷ προσήκει

    连词 ἐπεί 引出一个包含比喻性对照结构(ὥσπερ... οὕτως...)的长因果从句。主句由 οὐδενὸς ἧττον τῷ πολιτικῷ προσήκει(对于政治家而言,实为不下于任何要务的分内之事)引领,后接不定式 ἰᾶσθαι καὶ προκαταλαμβάνειν(医治与预先遏制)。

  2. 825aαὐτόν τε προσέχοντα καὶ φράζοντα

    阳性宾格分词 προσέχοντα καὶ φράζοντα 与 αὐτόν 一致,后者作为依赖于 προσήκει 的不定式短语的逻辑宾格主语,而非与前面的与格 τῷ πολιτικῷ 一致。

  3. 825cτὴν Παρδάλα πρὸς Τυρρηνὸν ἔχθραν, ὡς ὀλίγον ἐδέησεν ἀνελεῖν τὰς Σάρδεις, ἐξ αἰτιῶν μικρῶν καὶ ἰδίων εἰς ἀπόστασιν καὶ πόλεμον ἐμβαλοῦσα

    短语 τὴν ... ἔχθραν 与 οἰκεῖα παραδείγματα 同位,同时作为预取宾格(prolepsis)引出后续 ὡς 从句的主语;在 ὡς 从句内部,阴性主格单数分词 ἐμβαλοῦσα 与人称结构 ὀλίγον ἐδέησεν(“险些……”)省去的主格主语(“仇怨”)正常保持一致。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg118.humanitext-grc2:32#2