← 普鲁塔克

从政指南

§29-30

贿赂民众之害与节制适度的公益奉献

作者辨析了基于美德的真正信赖与通过行贿买来的虚假声望,警示民众贿赂将给双方带来毁灭。他进而指出,公益奉献应毫无索求地进行并伴随敬神之举,且须摒除凶残与鄙俗的表演,始终保持审慎与美善的原则。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§29

οὕτως ἁπάντων ἐρώτων ἰσχυρότατος ἅμα καὶ θειότατός ἐστιν ὁ πόλεσι καὶ δήμοις πρὸς ἕνα διʼ ἀρετὴν ἐγγιγνόμενος· αἱ δʼ ἀπὸ θεάτρων ἢ νεμήσεων ἢ μονομάχων ψευδώνυμοι τιμαὶ καὶ ψευδομάρτυρες ἑταιρικαῖς ἐοίκασι κολακείαις ὄχλων, ἀεὶ τῷ διδόντι καὶ χαριζομένῳ προσμειδιώντων ἐφήμερόν τινα καὶ ἀβέβαιον δόξαν.1 εὖ μὲν οὖν ὁ πρώτως εἰπὼν καταλυθῆναι δῆμον ὑπὸ τοῦ πρώτου δεκάσαντος συνεῖδεν, ὅτι τὴν ἰσχὺν ἀποβάλλουσιν οἱ πολλοὶ τοῦ λαμβάνειν ἥττονες γενόμενοι2 δεῖ δὲ καὶ τοὺς δεκάζοντας οἴεσθαι καταλύειν ἑαυτούς, ὅταν ἀναλωμάτων μεγάλων ὠνούμενοι τὴν δόξαν ἰσχυροὺς ποιῶσι καὶ θρασεῖς τοὺς πολλούς, ὡς μέγα τι καὶ δοῦναι καὶ ἀφελέσθαι κυρίους ὄντας.3

由此可见,在所有爱恋之中,因美德而在城邦与民众心中针对一人所产生者,最为坚固,亦最为神圣;至于来自剧场、分发或角斗表演的那些名不副实且作伪证的虚誉,则宛若暴民那娼妓般的阿谀奉承,他们始终对施予和取悦者报以微笑,送去某种转瞬即逝且虚幻无定的声望。因此,最初断言民众乃是被首个行贿之人所推翻的人洞察得极好:民众因屈服于受取而丧失了自身的力量。然而,人们亦当意识到,那些行贿者在以巨额开支收买声望的同时,亦是在自取灭亡,因为他们使民众变得强大而骄横,误以为自己拥有赐予或剥夺重大事物的至高权力。

§30

οὐ μὴν διὰ τοῦτο μικρολογητέον ἐν τοῖς νενομισμένοις φιλοτιμήμασι, τῶν πραγμάτων εὐπορίαν παρεχόντων ὡς μᾶλλον οἱ πολλοὶ μὴ μεταδιδόντα τῶν ἰδίων πλούσιον ἢ πένητα τῶν δημοσίων κλέπτοντα διʼ ἔχθους ἔχουσιν,4 ὑπεροψίαν τοῦτο καὶ περιφρόνησιν αὑτῶν ἐκεῖνο δʼ ἀνάγκην ἡγούμενοι. γιγνέσθωσαν οὖν αἱ μεταδόσεις πρῶτον μὲν ἀντὶ μηδενός οὕτω γὰρ ἐκπλήττουσι καὶ χειροῦνται μᾶλλον τοὺς λαμβάνοντας· ἔπειτα σὺν καιρῷ πρόφασιν ἀστείαν καὶ καλὴν ἔχοντι, μετὰ τιμῆς θεοῦ πάντας ἀγούσης πρὸς εὐσέβειαν ἐγγίγνεται γὰρ ἅμα τοῖς πολλοῖς ἰσχυρὰ διάθεσις καὶ δόξα τοῦ τὸ δαιμόνιον εἶναι μέγα καὶ σεμνόν,5 ὅταν, οὓς αὐτοὶ τιμῶσι καὶ μεγάλους νομίζουσιν, οὕτως ἀφειδῶς καὶ προθύμως περὶ τὸ θεῖον ὁρῶσι φιλοτιμουμένους ὥσπερ οὖν ὁ Πλάτων ἀφεῖλε τῶν παιδευομένων νέων τὴν ἁρμονίαν τὴν Λύδιον καὶ τὴν ἰαστί, τὴν μὲν τὸ θρηνῶδες καὶ φιλοπενθὲς ἡμῶν ἐγείρουσαν τῆς ψυχῆς, τὴν δὲ τὸ πρὸς ἡδονὰς ὀλισθηρὸν καὶ ἀκόλαστον αὔξουσαν· οὕτω σὺ τῶν φιλοτιμιῶν ὅσαι τὸ φονικὸν καὶ θηριῶδες ἢ τὸ βωμολόχον καὶ ἀκόλαστον ἐρεθίζουσι καὶ τρέφουσι, μάλιστα μὲν ἐξέλαυνε τῆς πόλεως, εἰ δὲ μή, φεῦγε καὶ διαμάχου τοῖς πολλοῖς αἰτουμένοις τὰ τοιαῦτα θεάματα· χρηστὰς δὲ καὶ σώφρονας ἀεὶ ποιοῦ τῶν ἀναλωμάτων ὑποθέσεις, τὸ καλὸν ἢ τὸ ἀναγκαῖον ἐχούσας τέλος ἢ τὸ γοῦν ἡδὺ καὶ κεχαρισμένον ἄνευ βλάβης καὶ ὕβρεως προσούσης.

然而,这并不意味着在条件宽裕时,人便当在惯常的公益奉献中锱铢必较;因为相比于偷窃公款的贫者,民众更为憎恶不肯将私财分施于人的富者,视后者为对他们自身的蔑视与傲慢,而视前者为迫于无奈。故而,馈赠首先应当毫无索求地进行;因为唯有如此,方能更加令受者感到震撼与心悦诚服;其次,馈赠当选在一个带有风雅而高尚名义的时机,并伴以引领众人归向虔敬的敬神之举。因为当民众目睹那些为自己所尊崇且视作伟大的人物对神事施以如此慷慨而热忱的供奉时,其心中便会同时油然而生一种坚固的情怀与信念,深感神圣之力量乃是伟大而崇高的。因此,正如柏拉图从受教之青年那里除去了吕底亚与伊奥尼亚调式,因其一唤起我们灵魂中好作哀歌与悲戚之性,而另一则助长趋于逸乐与放纵之气;同样,在公益奉献之中,凡是刺激并滋养凶残狂暴或鄙俗放纵之气的,你尤当将其驱逐出城邦;若无法做到,便当退避并力拒那索求此类表演的民众。你当始终使开支的缘由有益而审慎,旨在达致美善或必要之目标,或至少能带来无损于人亦无傲慢相随的欢悦与欣慰。

语法注5 条
  1. 29προσμειδιώντων ἐφήμερόν τινα καὶ ἀβέβαιον δόξαν

    分词 προσμειδιώντων 在性、数、格上与前文的复数属格名词 ὄχλων 一致。动词 προσμειδιάω 接与格(τῷ διδόντι...)表示微笑的对象,而宾格 ἐφήμερόν τινα καὶ ἀβέβαιον δόξαν 则作为同源宾格或结果宾格,表示“报以/奉上一副短暂而不定的声望”。

  2. 822aτοῦ λαμβάνειν ἥττονες γενόμενοι

    定冠词引导的不定式属格 τοῦ λαμβάνειν 由比较级形容词 ἥττονες 支配,作比较属格,意为“屈从于接受/沉溺于收取”。

  3. 822aὡς μέγα τι καὶ δοῦναι καὶ ἀφελέσθαι κυρίους ὄντας

    连词 ὡς 连同分词(宾格 κυρίους ὄντας,修饰 τοὺς πολλούς)构成了表达主观假设或心态的句式(“仿佛他们握有……的全权”)。形容词 κυρίους 后接互补不定式 δοῦναι 与 ἀφελέσθαι,意为“有权予以或剥夺”。

  4. 822aὡς μᾶλλον οἱ πολλοὶ μὴ μεταδιδόντα τῶν ἰδίων πλούσιον ἢ πένητα τῶν δημοσίων κλέπτοντα διʼ ἔχθους ἔχουσιν

    连词 ὡς 引导原因从句(“因为……”)。成语 διʼ ἔχθους ἔχουσι 意为“怀敌意于/仇恨”,支配宾格对象 πλούσιον 与 πένητα,并通过比较结构 μᾶλλον ... ἤ(“比起……更……”)形成富者与贫者的对比。

  5. 822bδόξα τοῦ τὸ δαιμόνιον εἶναι μέγα καὶ σεμνόν

    属格冠词不定式结构 τοῦ ... εἶναι 作为同位语或说明性成分修饰名词 δόξα(信念/看法),意即“神明乃是伟大而崇高的这一信念”。不定式 εἶναι 带有宾格逻辑主语 τὸ δαιμόνιον 及表语 μέγα καὶ σεμνόν。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg118.humanitext-grc2:29-30