- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. V. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1893.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg118.humanitext-grc2:1-2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
普鲁塔克告诫梅内马库斯,投身政治应当基于理性和深思熟虑的抉择,而非出于虚荣或一时冲动,并以航海、水井等比喻及历史事例对此加以阐发。
εὶ προς ἀλλο τι χρήσασθαι καλῶς ἐστιν ἔχου,1 ὦ Μενέμαχε, τῷ "οὔτις τοι τὸν μῦθον ὀνόσσεται ὅσσοι Ἀχαιοί, οὐδὲ πάλιν ἐρέει· ἀτὰρ οὐ τέλος ἵκεο μύθων·ʼ" καὶ πρὸς τοὺς προτρεπομένους τῶν φιλοσόφων διδάσκοντας δὲ μηδὲν μηδʼ ὑποτιθεμένους· ὅμοιοι γάρ εἰσι τοῖς τοὺς λύχνους προμύττουσιν ἔλαιον δὲ μὴ ἐγχέουσιν. ὁρῶν οὖν σε παρωρμημένον ἀξίως τῆς εὐγενείας ἐν τῇ πατρίδι "μύθων τε ῥητῆρʼ ἔμεναι πρηκτῆρά τε ἔργων,ʼ" ἐπειδὴ χρόνον οὐκ ἔχεις ἀνδρὸς φιλοσόφου βίον ὕπαιθρον ἐν πράξεσι πολιτικαῖς καὶ δημοσίοις ἀγῶσι κατανοῆσαι καὶ γενέσθαι παραδειγμάτων ἔργῳ μὴ λόγῳ περαινομένων θεατής, ἀξιοῖς δὲ παραγγέλματα λαβεῖν πολιτικά· τὴν μὲν ἄρνησιν οὐδαμῶς ἐμαυτῷ προσήκουσαν εἶναι νομίζω, τὸ δʼ ἔργον εὔχομαι καὶ τῆς σῆς ἄξιον σπουδῆς καὶ τῆς ἐμῆς προθυμίας γενέσθαι· τοῖς δὲ παραδείγμασι ποικιλωτέροις, ὥσπερ ἠξίωσας, ἐχρησάμην.
梅内马库斯啊,如果这句诗可以恰当地用在别处: “阿开奥斯人中绝无人会贬抑你的话, 也不会加以反驳;然而你并未达到论述的终极,”那么它同样适用于那些只劝勉人却毫无施教、不立规范的哲学家;因为他们就像修剪灯芯却不注油的人。因此,看到你正配得上你的高贵门第,受激发而要在祖国成为“能言善辩之人,亦为建功立业之士,”由于你没有时间在政治行动和公众竞争中去观察一位哲学家的真实生活,并在实际行动而非空谈中成为诸般典范的见证者,而是要求获得政治上的教诲,我认为推辞对我来说绝非合适,并祈愿这项工作既配得上你的热忱,也配得上我的诚意;并且,正如你所要求的那样,我采用了更为多样的例证。
πρῶτον μὲν οὖν ὑποκείσθω πολιτείᾳ καθάπερ πραεξεπτα Οερενδαε ρειπωιβλιξαε. ἔδαφος βέβαιον καὶ ἰσχυρὸν ἡ προαίρεσις2 ἀρχὴν ἔχουσα κρίσιν καὶ λόγον, ἀλλὰ πτοίαν3 ὑπὸ δόξης κενῆς ἢ φιλονεικίας τινὸς; ἢ πράξεων ἑτέρων ἀπορίας. ὥσπερ γὰρ οἷς οὐδὲν ἔστιν οἴκοι χρηστόν, ἐν ἀγορᾷ διατρίβουσι, κἂν μὴ δέωνται, τὸν πλεῖστον χρόνον· οὕτως ἔνιοι τῷ μηδὲν ἔχειν ἴδιον ἄλλο πράττειν ἄξιον σπουδῆς ἐμβάλλουσιν ἑαυτοὺς εἰς δημόσια πράγματα, τῇ πολιτείᾳ διαγωγῇ χρώμενοι. πολλοὶ δʼ ἀπὸ τύχης ἁψάμενοι τῶν κοινῶν καὶ ἀναπλησθέντες οὐκέτι ῥᾳδίως ἀπελθεῖν δύνανται, ταὐτὸ τοῖς ἐμβᾶσιν εἰς πλοῖον αἰώρας χάριν εἶτʼ ἀποσπασθεῖσιν εἰς πέλαγος πεπονθότες· ἔξω βλέπουσι ναυτιῶντες καὶ ταραττόμενοι, μένειν δὲ καὶ χρῆσθαι τοῖς παροῦσιν ἀνάγκην ἔχοντες "λευκᾶς καθύπερθε γαλάνας εὐπρόσωποι σφᾶς παρήισαν ἔρωτες ναΐας κλαΐδος χαραξιπόντου δαιμονίαν ἐς ὕβριν." οὗτοι καὶ μάλιστα διαβάλλουσι τὸ πρᾶγμα τῷ μετανοεῖν καὶ ἀσχάλλειν, ὅταν ἢ δόξαν ἐλπίσαντες ἀδοξίᾳ περιπέσωσιν, ἢ φοβεροὶ προσδοκήσαντες ἑτέροις ἔσεσθαι διὰ δύναμιν εἰς πράγματα κινδύνους ἔχοντα καὶ ταραχὰς; ἄγωνται. ὁ δʼ ὡς μάλιστα προσῆκον ἑαυτῷ καὶ κάλλιστον ἔργον ἀπὸ γνώμης καὶ λογισμῷ τὰ κοινὰ πράσσειν ἀρξάμενος ὑπʼ οὐδενὸς ἐκπλήττεται τούτων οὐδʼ ἀναστρέφεται τὴν γνώμην. οὔτε γὰρ ἐπʼ ἐργασίᾳ καὶ χρηματισμῷ προσιτέον τοῖς κοινοῖς, ὡς οἱ περὶ Στρατοκλέα καὶ Δρομοκλείδην ἐπὶ τὸ χρυσοῦν θέρος, τὸ βῆμα μετὰ παιδιᾶς οὕτως ὀνομάζοντες, ἀλλήλους παρεκάλουν οὔθʼ οἷον ἐπιλήπτους ὑπὸ πάθους ἄφνω γενομένους, ὡς Γάιος Γράκχος ἐπὶ θερμοῖς τοῖς περὶ τὸν ἀδελφὸν ἀτυχήμασιν ἀπωτάτω τῶν κοινῶν τὸν βίον θέμενος, εἶθʼ ὕβρει τινῶν καὶ λοιδορίᾳ πρὸς αὐτὸν ἀναφλεχθεὶς ὑπʼ ὀργῆς, ἐνέπεσε τοῖς κοινοῖς· καὶ ταχὺ μὲν ἐπλήσθη πραγμάτων καὶ δόξης, ζητῶν δὲ παύσασθαι καὶ δεόμενος μεταβολῆς καὶ ἡσυχίας οὐχ εὗρε καταθέσθαι τὴν δύναμιν αὐτοῦ διὰ μέγεθος ἀλλὰ προαπώλετο· τούς τε πρὸς ἅμιλλαν ἢ δόξαν ὥσπερ ὑποκριτὰς εἰς θέατρον ἀναπλάττοντας ἑαυτοὺς ἀνάγκη μετανοεῖν, ἢ δουλεύοντας ὧν ἄρχειν ἀξιοῦσιν ἢ προσκρούοντας οἷς ἀρέσκειν ἐθέλουσιν. ἀλλʼ ὥσπερ εἰς φρέαρ οἶμαι τὴν πολιτείαν τοὺς μὲν ἐμπίπτοντας αὐτομάτως καὶ παραλόγως ταράττεσθαι καὶ μετανοεῖν, τοὺς δὲ καταβαίνοντας4 ἐκ παρασκευῆς καὶ λογισμοῦ καθʼ ἡσυχίαν χρῆσθαί τε τοῖς πράγμασι μετρίως καὶ πρὸς μηδὲν δυσκολαίνειν, ἅτε δὴ τὸ καλὸν αὐτὸ καὶ μηδὲν ἄλλο τῶν πράξεων ἔχοντας τέλος·
首先,对于政治生活,正如坚固强韧的基石一样,必须立下以判断和理性为起点的确切抉择,而非出于虚荣或某种好胜心、抑或由于缺乏其他事务而生的浮躁盲动。正如那些家中毫无有益之物的人,即使没有需要,也把大部分时间耗在集市上;同样,有些人因为没有其他值得认真从事的私务,便投身于公共事务,把政治当作消遣。还有许多人是偶然涉足政务,一旦感到厌腻,便再难以轻易脱身,遭遇正如那些为了荡漾之乐而登船、随后却被卷入远海的人一样:他们晕船、惶惑地望着外面,却迫于无奈只得留下并承受眼前的处境: “在那一片白茫茫的平静之上, 容貌姣好的爱神们护送他们, 步入划破海浪的船桨那惊人的暴虐之中。” 正是这些人由于悔恨和懊丧而最令政务遭受诋毁,每当他们本指望名声却陷入耻辱,或者指望凭借权势令人生畏却被卷入充满危险和动乱的事务中时。然而,凡是把治理政务视为对自己最合适、最高尚的事业,并本着深思熟虑和理性付诸行动的人,绝不会被这些事情所惊吓,也不会动摇心志。因为投身政务既不应是为了牟利和发财,就像斯特拉托克勒斯和德罗莫克莱德斯之流戏称讲坛为“金色收获”而相互召集那样;也不应像突然被激情所捕获的人那样,比如盖约·格拉古在兄弟罹难的余温尚存之际,本将生活置于远离政务之处,随后却因某些人对他的侮辱和谩骂而怒火中燃,一头栽入政务之中;他很快就饱尝了公务和声名,但当他寻求抽身、渴望转变和平静时,却由于权势的庞大而无法将其放下,反而先行毁灭;至于那些为了竞争或名望而像进入剧场的演员一样塑造自己的人,必然会感到悔恨,他们要么沦为他们认为自己有权统治的人的奴隶,要么得罪那些他们意图取悦的人。然而,正如对待水井一样,我认为那些盲目而不合理地跌入政治生活中的人会惶惑与悔恨,而那些经过准备与深思熟虑从容步入其中的人,则能在平静中适度地处断事务,且对任何事都不致心生怨懑,因为他们将高尚本身,而非其他任何东西,视为行动的终极目的。
- 798aεὶ προς ἀλλο τι χρήσασθαι καλῶς ἐστιν ἔχου
此处 ἔχου 应为中性分词 ἔχον 之讹误。ἔστιν ἔχον 构成迂回表达(相当于 ἔχει),支配不定式 χρήσασθαι,意为“若将(该名句)恰当地应用于其他事物”。
- 798cπρῶτον μὲν οὖν ὑποκείσθω πολιτείᾳ καθάπερ πραεξεπτα Οερενδαε ρειπωιβλιξαε. ἔδαφος βέβαιον καὶ ἰσχυρὸν ἡ προαίρεσις
若剔除文本中混入的希腊字母转写拉丁书名(πραεξεπτα Οερενδαε ρειπωιβλιξαε = Praecepta gerendae reipublicae),其句法骨架为:第三人称命令式 ὑποκείσθω 支配与格 πολιτείᾳ,主语为 ἡ προαίρεσις,搭配比喻补足语 καθάπερ ἔδαφος βέβαιον καὶ ἰσχυρόν,意为“当为政治生活奠定坚固强韧的基石般的抉择”。
- 798cἀλλὰ πτοίαν
此句与前文 ἀρχὴν ἔχουσα κρίσιν καὶ λόγον 形成对比。语法上要求补充否定(如脱落的 〈οὐ〉 或 〈μὴ〉),宾格 πτοίαν 与 κρίσιν καὶ λόγον 并列作分词 ἔχουσα 的宾语,意为“(以判断和理性为起点),而[非]出于虚荣驱使的惊惶盲动”。
- 799aἀλλʼ ὥσπερ εἰς φρέαρ οἶμαι τὴν πολιτείαν τοὺς μὲν ἐμπίπτοντας ... τοὺς δὲ καταβαίνοντας
在将政治生活比作水井(φρέαρ)的比喻中,两类进入者形成对比:τοὺς μὲν ἐμπίπτοντας(失足跌入者)与 τοὺς δὲ καταβαίνοντας(从容走下者)。两个带分词的宾格结构作为不定式(ταράττεσθαι καὶ μετανοεῖν 与 χρῆσθαι ... καὶ δυσκολαίνειν)的逻辑主语,统一受 οἶμαι 支配。
