- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. V. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1893.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg118.humanitext-grc2:28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者论述植根于公众善意与信任的真正荣誉乃是政治家事业的根本基石与护身武器,并以米南德及诸僭主的历史事例阐明民众情感的深远力量。
ὀνομάζω δὲ νῦν τιμάς, ἃς οἱ πολλοὶ κατʼ Ἐμπεδοκλέα "ᾗ θέμις οὐ καλέουσι, νόμῳ δʼ ἐπίφημι καὶ αὐτός1" ἐπεὶ τὴν γʼ ἀληθινὴν τιμὴν καὶ χάριν ἱδρυμένην ἐν εὐνοίᾳ καὶ διαθέσει τῶν μεμνημένων οὐχ ὑπερόψεται πολιτικὸς ἀνήρ, οὐδέ γε δόξαν ἀτιμάσει φεύγων τὸ τοῖς πέλας ἁνδάνειν, ὡς ἠξίου Δημόκριτος. οὐδὲ γὰρ κυνῶν ἀσπασμὸς οὐδʼ ἵππων εὔνοια θηραταῖς καὶ ἱπποτρόφοις ἀπόβλητον, ἀλλὰ καὶ χρήσιμον καὶ ἡδὺ συντρόφοις καὶ συνήθεσι ζῴοις τοιαύτην ἐνεργάσασθαι διάθεσιν πρὸς αὑτόν, οἵαν ὁ Λυσιμάχου κύων ἐπεδείκνυτο καὶ τῶν Ἀχιλλέως ἵππων ὁ ποιητὴς διηγεῖται περὶ τὸν Πάτροκλον οἶμαι δʼ ἂν καὶ τὰς μελίττας ἀπαλλάττειν βέλτιον, εἰ τοὺς τρέφοντας καὶ θεραπεύοντας ἀσπάζεσθαι καὶ προσίεσθαι μᾶλλον ἢ κεντεῖν καὶ χαλεπαίνειν ἐβούλοντο νυνὶ δὲ ταύτας μὲν καπνῷ κολάζουσιν, ἵππους δʼ ὑβριστὰς καὶ κύνας ἀποστάτας κλοιοῖς καὶ χαλινοῖς ἄγουσιν ἠναγκασμένους· ἄνθρωπον δʼ ἀνθρώπῳ χειροήθη καὶ πρᾶον ἑκουσίως οὐδὲν ἀλλʼ ἢ πίστις εὐνοίας καὶ καλοκαγαθίας δόξα καὶ δικαιοσύνης παρίστησιν.2 καὶ Δημοσθένης ὀρθῶς μέγιστον ἀποφαίνεται πρὸς τοὺς τυράννους φυλακτήριον ἀπιστίαν ταῖς πόλεσι· τοῦτο γὰρ μάλιστα τῆς ψυχῆς τὸ μέρος, ᾧ πιστεύομεν, ἁλώσιμόν ἐστιν.3 ὥσπερ οὖν τῆς Κασάνδρας ἀδοξούσης ἀνόνητος ἦν ἡ μαντικὴ τοῖς πολίταις "ἄκραντα γάρ με φησίν ἔθηκε θεσπίζειν θεός, καὶ πρὸς παθόντων κἀν κακοῖσι κειμένων σοφὴ κέκλημαι, πρὶν παθεῖν δὲ μαίνομαι·" οὕτως ἡ πρὸς Ἀρχύταν πίστις καὶ πρὸς Βάττον εὔνοια τῶν πολιτῶν μεγάλα τοὺς χρωμένους αὐτοῖς διὰ τὴν δόξαν ὠφέλησε. καὶ τοῦτο μὲν πρῶτον καὶ μέγιστον ἔνεστι τῇ δόξῃ τῇ τῶν πολιτικῶν ἀγαθόν, ἡ πάροδον ἐπὶ τὰς πράξεις διδοῦσα πίστις· δεύτερον δʼ ὅτι πρὸς τοὺς βασκάνους καὶ πονηροὺς ὅπλον ἡ παρὰ τῶν πολλῶν εὔνοια τοῖς ἀγαθοῖς ἐστιν "ὡς ὅτε μήτηρ παιδὸς ἐέργει μυῖαν, ὅθʼ ἡδέι λέξεται ὕπνῳ,ʼ" ἀπερύκουσα τὸν φθόνον καὶ πρὸς τὰς δυνάμεις ἐπανισοῦσα τὸν ἀγεννῆ τοῖς εὐπατρίδαις καὶ τὸν πένητα τοῖς πλουσίοις καὶ τὸν ἰδιώτην τοῖς ἄρχουσι καὶ ὅλως, ὅταν ἀλήθεια καὶ ἀρετὴ προσγένηται, φορόν ἐστι πνεῦμα καὶ βέβαιον ἐπὶ τὴν πολιτείαν. σκόπει δὲ τὴν ἐναντίαν καταμανθάνων διάθεσιν ἐν τοῖς παραδείγμασι. τοὺς μὲν γὰρ Διονυσίου παῖδας καὶ τὴν γυναῖκα καταπορνεύσαντες οἱ περὶ τὴν Ἰταλίαν ἀνεῖλον, εἶτα καύσαντες τὰ σώματα τὴν τέφραν κατέσπειραν ἐκ πλοίου κατὰ τῆς θαλάττης. Μενάνδρου δέ τινος ἐν Βάκτροις ἐπιεικῶς βασιλεύσαντος εἶτʼ ἀποθανόντος ἐπὶ στρατοπέδου, τὴν μὲν ἄλλην ἐποιήσαντο κηδείαν κατὰ τὸ κοινὸν αἱ πόλεις, περὶ δὲ τῶν λειψάνων αὐτοῦ καταστάντες εἰς ἀγῶνα μόλις συνέβησαν, ὥστε νειμάμενοι μέρος ἴσον τῆς τέφρας ἀπελθεῖν, καὶ γενέσθαι μνημεῖα παρὰ πᾶσι τάνδρός. αὖθις Ἀκραγαντῖνοι μὲν ἀπαλλαγέντες Φαλάριδος ἐψηφίσαντο μηδένα φορεῖν ἱμάτιον γλαύκινον· οἱ γὰρ ὑπηρέται τοῦ τυράννου γλαύκινον ἐχρῶντο περιζώμασι. Πέρσαι δʼ, ὅτι γρυπὸς ἦν ὁ Κῦρος, ἔτι καὶ νῦν ἐρῶσι τῶν γρυπῶν καὶ καλλίστους ὑπολαμβάνουσιν.
但我现在所说的“荣誉”,用恩培多克勒的话来说,乃是“人们称呼失当,而我自己亦循俗称之”的那类事物;因为对于建立在受惠者牢记于心的善意与情意之中的真正荣誉和感激,政治家绝不会轻视,亦不会如德谟克利特所要求的那样为了避开“取悦近邻”而贬损名望。事实上,无论猎人还是牧马者,都不应摒弃猎犬的依恋与马匹的善意,而在与自己共同生活且相熟的动物身上培养起对自己的这般情意,既有益又令人欣慰,恰如吕西马科斯的爱犬所表现出的那般,又如诗人关于阿喀琉斯的坐骑对待帕特洛克罗斯所叙述的那样。我认为,如果蜜蜂愿意向喂养和照顾它们的人示好接纳,而不是叮蜇恼恨,它们的处境本会更好;然而如今人们却用烟来惩戒它们,并用项圈和马嚼子强行驾驭狂躁的烈马与逃逸的恶犬。然而,要让人类自愿对同类变得驯良而温和,除却对善意的信赖以及关于高尚与正义的名望之外,别无他物能够做到。德摩斯梯尼亦正确地指出,不信任乃是城邦抵御僭主的最大壁垒;因为我们用来托付信任的灵魂的这一部分,恰恰最易被攻破陷落。因此,正如卡珊德拉失去信用时,其预言之术对市民毫无用处一样—— “因为神祇使我徒劳地宣说神谕,”她说, “对于受难而深陷灾厄之人, 我被唤作智者;但在受难之前,我却被视作狂乱”——同样,市民对阿尔库塔斯的信赖以及对巴图斯的善意,因其名望而使倚重他们的人大获裨益。这便是政治家的声誉中所包含的最初亦最大的益处:赋予通往政治实践之路的信任;而第二点则是,来自民众的善意乃是善人抵御谗谄之徒与恶人的武器, “宛如母亲当孩儿正入甘甜之梦时, 为之驱赶苍蝇,”屏退嫉妒,并在权势上使寒门与贵胄、贫者与富室、平民与执政者平分秋色;总而言之,当真实与德性与之相结合时,它便是推动政治事业顺遂且平稳的风。请在历史范例中考察并领会那全然相反的情意:意大利一带的民众在凌辱了狄奥尼修斯的妻儿之后将他们杀害,继而焚烧了尸身,从船上将骨灰散播于大海之中。另一方面,一位在巴克特里亚仁爱施政的名叫米南德之人于军营中逝世时,各城邦虽共同操办了其余的葬仪,却因争夺他的遗骨而陷入冲突,最终好不容易才达成和解,得以各自分得等份的骨灰离去,并在所有城邦中都为这名男子建起纪念墓。又如,阿克拉加斯人在摆脱了法拉里斯的统治后,决议任何人不得身着青灰色披风;因为该僭主的侍从曾以青灰色腰布为服。此外,波斯人只因居鲁士生有一副鹰钩鼻,直至今日仍喜爱鹰钩鼻之人,并视其为最为俊美者。
- 28ᾗ θέμις οὐ καλέουσι, νόμῳ δʼ ἐπίφημι καὶ αὐτός
引自恩培多克勒残篇(DK 31 B 9,第5行)。句法上,由关系副词 ᾗ 引导的 ᾗ θέμις [ἐστί](“如正当所宜”)与否定词 οὐ 一同修饰 καλέουσι(“他们并未如正当之理去称呼”)。后半句相对应的 νόμῳ 为方式/依据与格(“依循习俗/惯例”),修饰 ἐπίφημι(“我自己亦如此称呼”)。作者借此诗句表明,自己将前一节提及的铜像等外在奖赏称为“荣誉”,仅是顺应世俗的习惯用法(νόμῳ),以此将其与后文所指根植于人心的真正荣誉(ἀληθινὴ τιμή)明确区分开来。
- 821bἄνθρωπον δʼ ἀνθρώπῳ χειροήθη καὶ πρᾶον ἑκουσίως οὐδὲν ἀλλʼ ἢ πίστις εὐνοίας καὶ καλοκαγαθίας δόξα καὶ δικαιοσύνης παρίστησιν
主语为接在惯用短语 οὐδὲν ἀλλʼ ἤ(“除……之外无物/唯有”)之后的三个并列名词短语:πίστις εὐνοίας(“对善意的信任”)、καλοκαγαθίας δόξα(“高尚品格的名望”)以及 [δόξα] δικαιοσύνης(“正义的名望”)。单数谓语动词 παρίστησιν 具有使役义(“使……变成、使达到某种状态”),受格 ἄνθρωπον 为直接宾语,与格 ἀνθρώπῳ 表示关涉对象(“对他人”),而两个形容词 χειροήθη καὶ πρᾶον 作宾语补足语(“驯良且温和”)。副词 ἑκουσίως(“自愿地”)与前句中动物遭受的强力约束(ἠναγκασμένους)形成鲜明对照。
- 821bτοῦτο γὰρ μάλιστα τῆς ψυχῆς τὸ μέρος, ᾧ πιστεύομεν, ἁλώσιμόν ἐστιν
该句含有为强调而形成的倒置语序(hyperbaton)。句子的主语是 τοῦτο... τὸ μέρος τῆς ψυχῆς(“灵魂的这一部分”),其中指示代词 τοῦτο 与最高级副词 μάλιστα 置于句首以示强调。关系代词 ᾧ 为工具与格,意为“我们借以信任的(部分)”。表语形容词短语 ἁλώσιμόν ἐστιν(“易于被攻破/易陷落的”)与主语之间插入了定语从句 ᾧ πιστεύομεν,从而阐明了德摩斯梯尼将“不信任”视为抵御僭主之最大壁垒的内在逻辑依据。
