← 普鲁塔克

从政指南

§27

克制好名之心与追求内在德性之荣

作者将好名之心的危害同贪利之心作比并提出警戒,结合历史事例论述政治家当拒绝庞大的外在雕像,而应看重内在德性与简朴的象征性荣誉。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§27

ἡ δὲ φιλοτιμία, καίπερ οὖσα σοβαρωτέρα τῆς φιλοκερδείας, οὐκ ἐλάττονας ἔχει κῆρας ἐν πολιτείᾳ· καὶ γὰρ τὸ τολμᾶν αὐτῇ πρόσεστι μᾶλλον ἐμφύεται γὰρ οὐκ ἀργαῖς οὐδὲ ταπειναῖς ἀλλʼ ἐρρωμέναις μάλιστα καὶ νεανικαῖς προαιρέσεσι, καὶ τὸ παρὰ τῶν ὄχλων ῥόθιον πολλάκις συνεξαῖρον αὐτὴν καὶ συνεξωθοῦν τοῖς ἐπαίνοις ἀκατάσχετον ποιεῖ καὶ δυσμεταχείριστον. ὥσπερ οὖν ὁ Πλάτων ἀκουστέον εἶναι τοῖς νέοις ἔλεγεν ἐκ παίδων εὐθύς, ὡς οὔτε περικεῖσθαι χρυσὸν αὐτοῖς ἔξωθεν οὔτε κεκτῆσθαι θέμις, οἰκεῖον ἐν τῇ ψυχῇ συμμεμιγμένον ἔχοντας, αἰνιττόμενος οἶμαι τὴν ἐκ γένους διατείνουσαν εἰς τὰς φύσεις αὐτῶν ἀρετήν· οὕτω παραμυθώμεθα τὴν φιλοτιμίαν, λέγοντες ἐν ἑαυτοῖς ἔχειν χρυσὸν ἀδιάφθορον καὶ ἀκήρατον καὶ ἄχραντον ὑπὸ φθόνου καὶ μώμου τιμήν, ἅμα λογισμῷ καὶ παραθεωρήσει τῶν πεπραγμένων ἡμῖν καὶ πεπολιτευμένων αὐξανόμενον διὸ μὴ δεῖσθαι γραφομένων τιμῶν ἢ πλαττομένων ἢ χαλκοτυπουμένων, ἐν αἷς καὶ τὸ εὐδοκιμοῦν ἀλλότριόν ἐστιν· ἐπαινεῖται γὰρ οὐχ ᾧ γέγονεν ἀλλʼ ὑφʼ οὗ γέγονεν ὡς ὁ σαλπικτὴς καὶ ὁ δορυφόρος.1 ὁ δὲ Κάτων, ἤδη τότε τῆς Ῥώμης καταπιμπλαμένης ἀνδριάντων, οὐκ ἐῶν αὑτοῦ γενέσθαι μᾶλλον ἔφη βούλομαι πυνθάνεσθαί τινας, διὰ τί μου ἀνδριὰς οὐ κεῖται ἢ διὰ τί κεῖται καὶ γὰρ φθόνον ἔχει τὰ τοιαῦτα καὶ νομίζουσιν οἱ πολλοὶ τοῖς μὴ λαβοῦσιν αὐτοὶ χάριν ὀφείλειν, τοὺς δὲ λαβόντας αὑτοῖς καὶ βαρεῖς εἶναι, οἷον ἐπὶ μισθῷ τὰς χρείας ἀπαιτοῦντας. ὥσπερ οὖν ὁ παραπλεύσας τὴν Σύρτιν εἶτʼ ἀνατραπεὶς περὶ τὸν πορθμὸν οὐδὲν μέγα πεποίηκεν οὐδὲ σεμνόν, οὕτως ὁ τὸ ταμιεῖον φυλαξάμενος καὶ τὸ δημοσιώνιον ἁλοὺς δὲ περὶ τὴν προεδρίαν ἢ τὸ πρυτανεῖον, ὑψηλῷ μὲν προσέπταικεν ἀκρωτηρίῳ βαπτίζεται δʼ ὁμοίως. ἄριστος μὲν οὖν ὁ μηδενὸς δεόμενος τῶν τοιούτων ἀλλὰ φεύγων καὶ παραιτούμενος· ἂν δʼ ᾖ μὴ ῥᾴδιον δήμου τινὰ χάριν ἀπώσασθαι καὶ φιλοφροσύνην πρὸς τοῦτο ῥυέντος, ὥσπερ οὐκ ἀργυρίτην οὐδὲ δωρίτην ἀγῶνα πολιτείας ἀγωνιζομένοις ἀλλʼ ἱερὸν ὡς ἀληθῶς καὶ στεφανίτην,2 ἐπιγραφή τις ἀρκεῖ καὶ πινάκιον καὶ ψήφισμα καὶ θαλλός, ὡς Ἐπιμενίδης ἔλαβεν ἐξ ἀκροπόλεως καθήρας τὴν πόλιν. Ἀναξαγόρας δὲ τὰς διδομένας ἀφεὶς τιμὰς ᾐτήσατο τὴν ἡμέραν ἐκείνην, καθʼ ἣν ἂν τελευτήσῃ, τοὺς παῖδας ἀφιέναι παίζειν καὶ σχολάζειν ἀπὸ τῶν μαθημάτων. τοῖς δὲ τοὺς μάγους ἀνελοῦσιν ἑπτὰ Πέρσαις ἔδωκαν αὐτοῖς καὶ τοῖς ἀπʼ αὐτῶν γενομένοις εἰς τοὔμπροσθεν τὰ σκέλη συνάπτοντας τῇ κεφαλῇ τὴν τιάραν φέρειν· τοῦτο γὰρ ἐποιήσαντο σύμβολον, ὡς ἔοικε, χωροῦντες ἐπὶ τὴν πρᾶξιν. ἔχει δέ τι καὶ ἡ τοῦ Πιττακοῦ τιμὴ πολιτικόν· ἧς γὰρ ἐκτήσατο χώρας τοῖς πολίταις γῆν ὅσην ἐθέλοι λαβεῖν κελευσθεὶς3 ἔλαβε τοσαύτην, ὅσην ἐπῆλθε τὸ ἀκόντιον αὐτοῦ βαλόντος· ὁ δὲ Ῥωμαῖος Κόκλης, ὅσην ἡμέρᾳ μιᾷ χωλὸς ὢν περιήροσεν. οὐ γὰρ μισθὸν εἶναι δεῖ τῆς πράξεως ἀλλὰ σύμβολον τὴν τιμήν, ἵνα καὶ διαμένῃ πολὺν χρόνον, ὥσπερ ἐκεῖναι διέμειναν. τῶν δὲ Δημητρίου τοῦ Φαληρέως τριακοσίων ἀνδριάντων οὐδεὶς ἔσχεν ἰὸν οὐδὲ πίνον, ἀλλὰ πάντες ἔτι ζῶντος προανῃρέθησαν· τοὺς δὲ Δημάδου κατεχώνευσαν εἰς ἀμίδας· καὶ πολλαὶ τοιαῦτα τιμαὶ πεπόνθασιν οὐ μοχθηρίᾳ τοῦ λαβόντος μόνον ἀλλὰ καὶ μεγέθει τοῦ δοθέντος δυσχερανθεῖσαι. διὸ κάλλιστον καὶ βεβαιότατον εὐτέλεια τιμῆς φυλακτήριον, αἱ δὲ μεγάλαι καὶ ὑπέρογκοι καὶ βάρος ἔχουσαι παραπλησίως τοῖς ἀσυμμέτροις ἀνδριᾶσι ταχὺ περιτρέπονται.

好名之心虽比贪利之心更为庄重,但在城邦中造成的灾祸却绝不稍逊。事实上,好名之心更富有冒险的胆量,因为它并不植根于迟钝卑微的心志,而是主要深植于强健而富有朝气的志向之中;而来自群众的鼎沸呼声,往往伴随着赞美将它一并抬高并一同向前推挤,使它变得不可遏制且难以驾驭。因此,正如柏拉图所言,年轻人自幼便当聆听教导:他们既不可从外部穿金戴银,亦不可占有金饰,因为他们的灵魂深处本就融汇着自己所独有的黄金——我想,这乃是暗指从其血统延伸至其天性之中的德性;同样,我们也当这般劝诫好名之心,说明我们自身之内便拥有一份不朽、无玷且不被嫉妒与毁谤所染污的黄金,即一份荣誉,它伴随着对我们自身功业与政治操守的理性审视与反思而不断增长;因此,决不需要图画绘制、泥胎塑制或青铜浇铸的荣誉,在那些荣誉中,连受人赞美之处亦属于他人;因为受到赞赏的并非是为其立像之人,而是铸造画像之人,正如“吹号手”与“持矛者”那般。 而在当时罗马已充斥着塑像之际,加图却不容许为自己立像,说道:“我宁愿有人探问为何没有我的塑像,胜过让人探问为何有我的塑像。”盖因这类事物本招致嫉妒,大众认为对那些未曾受领荣誉之人,自己尚欠一份感激;但对受领荣誉之人,大众反觉沉重,仿佛对方是在索取公职报酬一般。因此,正如有人驶过了大锡尔特斯湾,却在海峡附近翻了船,此人并未成就任何伟大或尊严的事业;同样,有人提防避开了国库与包税之利,却因首席特等座或市政官邸的供席而落网,他固然撞上了一处高耸的岬角,却同样沉没。 因此,最卓越之人乃是丝毫不求此类事物、反而逃避并辞谢之人。但若难以拒绝大众倾注于此的一番美意与亲睦,那么,对于犹如角逐的不是银钱与赠礼之赛、而是真正神圣的桂冠之赛般投身政治竞技的人而言,一段题词、一块写字板、一纸法令或一根嫩枝便已足矣,正如埃庇米尼得斯在净化城邦后从雅典卫城中所受领的那般。而阿那克萨哥拉则推辞了赠予他的荣誉,仅请求在他逝世之日,准许学童嬉戏玩耍,从课业中休假。至于诛除拜火术士的七位波斯人,则获准他们及其后代在额前将两侧垂带系结于头顶来佩戴冠帽;因为看来他们在奔赴那桩行动时,曾以此作为暗号。皮塔库斯所受的荣誉亦含有一种政治家的智慧:他受命可在为城邦公民赢取的土地中任意选取所需之广的田地,他却仅取了自己掷标枪所及的距离那般大小;而罗马人科克莱斯则仅取了自身作为瘸子在一天之内能用犁环绕一周的土地。因为荣誉本不该是行动的报酬,而应是一种象征,以便如那些荣誉长存一般亦能历久不衰。然而法勒隆的德米特里奥斯的三百座塑像中没有一座沾染锈迹或尘垢,反而皆在他尚且在世时便先被尽数拆毁;而德马德斯的塑像则被融化铸成了夜壶。许多荣誉都遭逢了这般命运,不仅因受领者的恶劣,亦因所赐荣誉的过分庞大而招人怨怼。因此,荣誉的简朴乃是最好亦最稳固的护身符;而巨大、臃肿且沉重的荣誉,正如不成比例的雕像一般,转瞬便会倾覆倒塌。

语法注3 条
  1. 820bἐπαινεῖται γὰρ οὐχ ᾧ γέγονεν ἀλλʼ ὑφʼ οὗ γέγονεν ὡς ὁ σαλπικτὴς καὶ ὁ δορυφόρος

    与格“ᾧ”为利益或所涉与格(指“为其制作雕像之人”,即肖像原型或施主),与表动作主体的介词短语“ὑφʼ οὗ”(指“制作雕像的艺术家”)形成对比。“ὁ σαλπικτὴς καὶ ὁ δορυφόρος”为主格举例,指代著名的雕塑作品名称(如波吕克莱托斯的《持矛者》),用以说明此类艺术品所获得的赞誉归于创作者而非被塑者。

  2. 820dὥσπερ οὐκ ἀργυρίτην οὐδὲ δωρίτην ἀγῶνα πολιτείας ἀγωνιζομένοις ἀλλʼ ἱερὸν ὡς ἀληθῶς καὶ στεφανίτην

    分词“ἀγωνιζομένοις”为阳性复数与格,作为实质分词充当与“ἀρκεῖ”呼应的所涉对象(对于投身政治竞技之人)。“ἀργυρίτην οὐδὲ δωρίτην”(争夺赏金或赠礼的竞赛)与“ἱερὸν ... καὶ στεφανίτην”(神圣的桂冠竞赛)借用了希腊竞技赛会中奖金赛与神圣冠冕赛(如奥林匹克等)的制度对比,修饰政治竞赛的本质。

  3. 820eἧς γὰρ ἐκτήσατο χώρας τοῖς πολίταις γῆν ὅσην ἐθέλοι λαβεῖν κελευσθεὶς

    名词“χώρας”受关系代词“ἧς”的属格同化(先行词格同化)而被纳入关系节内部。其底层句法结构为“κελευσθεὶς λαβεῖν γῆν ὅσην ἐθέλοι ἐκ τῆς χώρας ἣν ἐκτήσατο”;主格阳性单数分词“κελευσθεὶς”与主语皮塔库斯保持一致,后接补足不定式“λαβεῖν”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg118.humanitext-grc2:27