- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. V. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1893.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg118.humanitext-grc2:25-26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者援引德马德斯与福基翁等先例,阐明巧妙引导大众冲动的方法,论述物色互补才能之同僚的重要性,并强调在讲坛上从政必须恪守清廉、摒弃私利。
οὐ χεῖρον δὲ καὶ μετάγειν ἐπʼ ἄλλα χρειώδη τὸ σπουδαζόμενον, ὡς ἐποίησε Δημάδης, ὅτε τὰς προσόδους εἶχεν ὑφʼ ἑαυτῷ τῆς πόλεως· ὡρμημένων γὰρ ἐκπέμπειν τριήρεις βοηθοὺς τοῖς ἀφισταμένοις Ἀλεξάνδρου καὶ χρήματα κελευόντων παρέχειν ἐκεῖνον,1 ἔστιν ὑμῖν ἔφη χρήματα· παρεσκευασάμην γὰρ εἰς τοὺς χόας, ὥσθʼ ἕκαστον ὑμῶν λαβεῖν ἡμιμναῖον· εἰ δʼ εἰς ταῦτα βούλεσθε μᾶλλον, αὐτοὶ καταχρῆσθε τοῖς ἰδίοις. καὶ τοῦτον τὸν τρόπον, ὅπως μὴ στεροῖντο τῆς διανομῆς, ἀφέντων τὸν ἀπόστολον, ἔλυσε τὸ πρὸς Ἀλέξανδρον ἔγκλημα τοῦ δήμου. πολλὰ γὰρ ἀπʼ εὐθείας οὐκ ἔστιν ἐξῶσαι τῶν ἀλυσιτελῶν, ἀλλὰ δεῖ τινος ἁμωσγέπως καμπῆς καὶ περιαγωγῆς, οἵᾳ καὶ Φωκίων ἐχρῆτο· κελευόμενος εἰς Βοιωτίαν ἐμβαλεῖν παρὰ καιρόν· ἐκήρυξε γὰρ εὐθὺς ἀκολουθεῖν ἀφʼ ἥβης τοὺς μέχρι ἐτῶν ἑξήκοντα·2 καὶ θορύβου τῶν πρεσβυτέρων γενομένου τί δεινόν; εἶπεν· ἐγὼ γὰρ, ὁ στρατηγὸς ὀγδοήκοντα γεγονὼς ἔτη μεθʼ ὑμῶν ἔσομαι. τούτῳ δὴ τῷ τρόπῳ καὶ πρεσβείας διακοπτέον ἀκαίρους, συγκαταλέγοντα πολλοὺς τῶν ἀνεπιτηδείως ἐχόντων, καὶ κατασκευὰς ἀχρήστους, κελεύοντα συνεισφέρειν, καὶ δίκας ἀπρεπεῖς, ἀξιοῦντα συμπαρεῖναι καὶ συναποδημεῖν. πρώτους δὲ τοὺς γράφοντας τὰ τοιαῦτα καὶ παροξύνοντας ἕλκειν δεῖ καὶ παραλαμβάνειν ἢ γὰρ ἀναδυόμενοι τὴν πρᾶξιν αὐτοὶ διαλύειν δόξουσιν ἢ μεθέξουσι τῶν δυσχερῶν παρόντες.
将大众的热切专注转向其他切合需要的事务,亦不失为良策,正如德马德斯在掌管城邦岁入时所为那般。当时众人急于派遣三列桨座战船,以增援叛离亚历山大之人,并命令德马德斯提供资费,他便说道:“你们手中有资金;因为我已为酒罐节备好专款,使你们每人皆能领受半明纳。但若你们更愿将钱用于战事,就请自行耗费属于你们自己的财物吧。”如此一来,大众因不愿失去这笔分配款项而放弃了出征,他借此免除了民众在亚历山大面前所获的罪名。因为许多不利的提议无法正面排拒,唯需某种迂回与转折之法,正如福基翁在被强令不合时宜地攻入波奥提亚时所用之策:他当即宣布从青年至六十岁者皆须随军出征;待老者群情骚动时,他便说道:“何惧之有?我这年届八十的统帅尚且与你们同行。” 正当以这般手段挫败不合时宜的出使,即把许多不适宜之辈一同编入出使名单;挫败无益的营建工程,即命令众人共同摊派资费;挫败不得体的诉讼,即要求他们共同出庭并一同远行。而首先当拖入并征召那些提议并煽动此类事务之人;因为他们若临阵退缩,便被视为亲手瓦解了该项举措,若毅然前往,则将亲自分担其中的艰辛。
ὅπου μέντοι μέγα δεῖ τι περανθῆναι καὶ χρήσιμον ἀγῶνος δὲ πολλοῦ καὶ σπουδῆς δεόμενον, ἐνταῦθα πειρῶ τῶν φίλων αἱρεῖσθαι τοὺς κρατίστους ἢ τῶν κρατίστων τοὺς πραοτάτους· ἥκιστα γὰρ ἀντιπράξουσιν οὗτοι καὶ μάλιστα συνεργήσουσι, τὸ φρονεῖν ἄνευ τοῦ φιλονεικεῖν ἔχοντες. οὐ μὴν ἀλλὰ καὶ τῆς ἑαυτοῦ φύσεως ἔμπειρον ὄντα δεῖ πρὸς ὃ χείρων ἑτέρου πέφυκας αἱρεῖσθαι τοὺς μᾶλλον δυναμένους ἀντὶ τῶν ὁμοίων, ὡς ὁ Διομήδης ἐπὶ τὴν κατασκοπὴν μεθʼ ἑαυτοῦ τὸν φρόνιμον εἵλετο, τοὺς ἀνδρείους παρελθών. καὶ γὰρ αἱ πράξεις μᾶλλον ἰσορροποῦσι καὶ τὸ φιλόνεικον οὐκ ἐγγίγνεται πρὸς ἀλλήλους τοῖς ἀφʼ ἑτέρων ἀρετῶν καὶ δυνάμεων φιλοτιμουμένοις. λάμβανε δὴ καὶ δίκης συνεργὸν καὶ πρεσβείας κοινωνόν, ἂν λέγειν μὴ δυνατὸς ᾖς, τὸν ῥητορικόν, ὡς Πελοπίδας Ἐπαμεινώνδαν κἂν ᾖς ἀπίθανος πρὸς ὁμιλίαν τῷ πλήθει καὶ ὑψηλός, ὡς Καλλικρατίδας, τὸν εὔχαριν καὶ θεραπευτικὸν κἂν ἀσθενὴς καὶ δύσεργος τὸ σῶμα, τὸν φιλόπονον καὶ ῥωμαλέον, ὡς Νικίας Λάμαχον. οὕτω γὰρ ἂν ἦν ὁ Γηρυόνης ζηλωτὸς ἔχων σκέλη πολλὰ καὶ χεῖρας καὶ ὀφθαλμούς, εἰ πάντα μιᾷ ψυχῇ διῴκει.3 τοῖς δὲ πολιτικοῖς ἔξεστι μὴ σώματα μηδὲ χρήματα μόνον, ἀλλὰ καὶ τύχας καὶ δυνάμεις καὶ ἀρετάς, ἂν ὁμονοῶσιν, εἰς μίαν χρείαν συντιθέντας εὐδοκιμεῖν μᾶλλον ἀπʼ ἄλλου περὶ τὴν αὐτὴν πρᾶξιν οὐχ ὥσπερ οἱ Ἀργοναῦται τὸν Ἡρακλέα καταλιπόντες ἠναγκάζοντο διὰ τῆς γυναικωνίτιδος κατᾳδόμενοι καὶ φαρμακευόμενοι σῴζειν ἑαυτοὺς καὶ κλέπτειν τὸ νάκος. χρυσὸν μὲν εἰς ἔνια τῶν ἱερῶν εἰσιόντες ἔξω καταλείπουσι, σίδηρον δʼ ὡς ἁπλῶς εἰπεῖν εἰς οὐδὲν συνεισφέρουσιν. ἐπεὶ δὲ κοινόν ἐστιν ἱερὸν τὸ βῆμα Βουλαίου τε Διὸς καὶ Πολιέως καὶ Θέμιδος καὶ Δίκης, αὐτόθεν μὲν ἤδη φιλοπλουτίαν καὶ φιλοχρηματίαν, ὥσπερ σίδηρον μεστὸν ἰοῦ καὶ νόσημα τῆς ψυχῆς, ἀποδυσάμενος εἰς ἀγορὰς καπήλων ἢ δανειστῶν ἀπόρριψον, "αὐτὸς δʼ ἀπονόσφι τραπέσθαι" τὸν ἀπὸ δημοσίων χρηματιζόμενον ἡγούμενος ἀφʼ ἱερῶν κλέπτειν, ἀπὸ τάφων, ἀπὸ φίλων, ἐκ προδοσίας, ἀπὸ ψευδομαρτυρίας, σύμβουλον ἄπιστον εἶναι, δικαστὴν ἐπίορκον, ἄρχοντα δωροδόκον, οὐδεμιᾶς ἁπλῶς καθαρὸν ἀδικίας.4 ὅθεν οὐ δεῖ πολλὰ περὶ τούτων λέγειν.
然而,若有一桩伟大而有益的重任需要完成,且需大量拼搏与辛劳,此时便当力求从友人中选择最卓越者,或从最卓越者中选择最温和者;因为这些人决不会唱反调,反能尽力协同相助,兼具谋略而无争竞之心。不仅如此,人亦当明晓自己的天资,在自己生来逊于他人之处,选择能力更强者而非与自己相仿之人;正如狄奥墨得斯前去侦察时,舍弃勇夫而选择智谋之人作为同伴。盖因在凭藉不同德能各展抱负的人们之间,事务更能保持均衡,彼此亦不起争胜之嫌。因此,若你不善言辞,便当请善辩之人作为法庭助手与使团同伴,如同佩洛皮达斯之于埃帕米农达;若你在与大众交谈时缺乏感召且态度傲慢,一如卡利克拉提达斯那般,便当选择亲和而善于周旋之人;若你体弱而不耐劳作,便当如尼基阿斯之于拉马科斯那般选择勤勉而强健之人。因为革律翁拥有多副手足与诸多眼睛,倘若皆由一个灵魂来驾驭,亦不免令人羡慕。然而政治家们只要同心协力,便不仅能够将身躯与财物,更能将命运、才能与德性融为一体以应公需,在同一桩功业中彼此相助而共获更高的声望,而不致如阿尔戈英雄那般,因抛下了赫拉克勒斯,反被迫经由内室,被施以符咒与巫药以自保并窃取金羊毛。 人们进入某些神庙时,常将黄金留置于门外,而铁器,简言之,则不携入任何〔神庙〕。既然这讲坛是议事之神宙斯、城邦守护神宙斯、忒弥斯与狄刻所共有的圣所,人便当立刻将贪恋财富与追逐金钱之念,如剥除满布铁锈的铁器与灵魂的疾患一般脱卸下来,弃置于商贩与放贷者的集市中,“而自身则远远避开,”认定从公款中牟利之人乃是窃取神庙、盗掘坟冢、侵吞友人、通敌叛国与作伪证之人,是不忠的谋士、背誓的裁判官、受贿的官员,断无半分不义未曾沾染。因此,对此类事情本无须多言。
- 25ὡρμημένων γὰρ ἐκπέμπειν τριήρεις βοηθοὺς τοῖς ἀφισταμένοις Ἀλεξάνδρου καὶ χρήματα κελευόντων παρέχειν ἐκεῖνον
属格独立结构,其逻辑主语在语境中为雅典民众。与格短语 τοῖς ἀφισταμένοις Ἀλεξάνδρου 依附于宾语补足语 βοηθούς(意为“作为对背叛亚历山大之人的增援”)。句末的代词 ἐκεῖνον 是不定式 παρέχειν 的逻辑主语宾格,指代德马德斯。
- 819aἀφʼ ἥβης τοὺς μέχρι ἐτῶν ἑξήκοντα
不定式 ἀκολουθεῖν 的宾格逻辑主语。介词短语 ἀφʼ ἥβης 表示年龄下限(“自成年起”),而 τοὺς μέχρι ἐτῶν ἑξήκοντα 则规定了年龄上限(“及至六十岁者”),为希腊城邦征召兵役的标准程式。
- 819cοὕτω γὰρ ἂν ἦν ὁ Γηρυόνης ζηλωτὸς ἔχων σκέλη πολλὰ καὶ χεῖρας καὶ ὀφθαλμούς, εἰ πάντα μιᾷ ψυχῇ διῴκει
现在与事实相反的虚拟条件句(反事实条件句),由归结从句中的 ἂν ἦν 与条件从句中的未完成过去时直陈式 εἰ... διῴκει 构成。分词 ἔχων 表让步或伴随状况,意为“虽拥有诸多手足与眼睛,若皆能由单一灵魂驾驭”。
- 819eοὐδεμιᾶς ἁπλῶς καθαρὸν ἀδικίας
形容词 καθαρός 支配表示分离或缺乏的属格 οὐδεμιᾶς ἀδικίας。构词上通过双重否定构成强烈的反意强调,意为“断无半分不义未曾沾染”(即浸透了一切不义)。
