- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. V. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1893.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg118.humanitext-grc2:22-24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节论述面对官员忿怒时的隐忍以及危急时刻越权担当的合理性,并阐明政治家当在琐事上宽待民众,而在关涉重大的不法情弊上坚决抵制的治邦智慧。
δημοτικὸν δὲ καὶ βλασφημίαν ἐνεγκεῖν καὶ ὀργὴν ἄρχοντος ἢ τὸ τοῦ. Διομήδους ὑπειπόντα,1 "τούτῳ μὲν γὰρ κῦδος ἅμʼ ἕψεται" ἢ τὸ τοῦ Δημοσθένους, ὅτι νῦν οὐκ ἔστι Δημοσθένης μόνον ἀλλὰ καὶ θεσμοθέτης ἢ χορηγὸς ἢ στεφανηφόρος;. ἀναθετέον οὖν τὴν ἄμυναν εἰς τὸν χρόνον ἢ γὰρ ἐπέξιμεν ἀπαλλαγέντι τῆς ἀρχῆς ἢ κερδανοῦμεν ἐν τῷ περιμένειν τὸ παύσασθαι τῆς ὀργῆς.
忍受官员的谩骂与怒气亦是亲民者的品格,此时当附上狄奥墨得斯之言: “因光荣将随此人相伴,”抑或附上德摩斯梯尼之言,即如今他不仅是德摩斯梯尼,亦是执政官、歌队赞助人或佩戴冠冕的神职者。因此报复当寄托于日后;盖因我们或可在其卸任官职后予以追究,或可在等待之中因息怒而获益。
σπουδῇ μέντοι καὶ προνοίᾳ· περὶ τὰ κοινὰ καὶ φροντίδι πρὸς ἅπασαν ἀρχὴν ἀεὶ διαμιλλητέον, ἂν μὲν ὦσι χαρίεντες, αὐτὸν ὑφηγούμενον ἃ δεῖ καὶ φράζοντα καὶ διδόντα χρῆσθαι τοῖς βεβουλευμένοις ὀρθῶς2 καὶ τὸ κοινὸν εὐδοκιμεῖν ὠφελοῦντα, ἐὰν δʼ ἐνῇ τις ἐκείνοις ὄκνος ἢ μέλλησις ἢ κακοήθεια πρὸς τὴν πρᾶξιν, οὕτω χρὴ παρεῖναι καὶ λέγειν αὐτὸν εἰς τοὺς πολλοὺς καὶ μὴ παραμελεῖν μηδʼ ὑφίεσθαι τῶν κοινῶν, ὡς, οὐ προσῆκον, ἄρχοντος ἑτέρου, πολυπραγμονεῖν καὶ παραδιοικεῖν.3 ὁ γὰρ νόμος ἀεὶ τῷ τὰ δίκαια πράσσοντι καὶ γιγνώσκοντι τὰ συμφέροντα τὴν πρώτην τάξιν ἐν τῇ πολιτείᾳ δίδωσιν. ἦν δέ τις φησὶν ἐν τῷ στρατεύματι Ξενοφῶν, οὔτε στρατηγὸς οὔτε λοχαγός ἀλλὰ τῷ φρονεῖν τὰ δέοντα καὶ τολμᾶν αὑτὸν εἰς τὸ ἄρχειν καταστήσας διέσῳσε τοὺς Ἕλληνας. καὶ τῶν Φιλοποίμενος ἔργων ἐπιφανέστατόν ἐστι τό, τοῦ Νάβιδος Μεσσήνην καταλαβόντος; οὐκ ἐθέλοντος δὲ τοῦ στρατηγοῦ τῶν Ἀχαιῶν βοηθεῖν ἀλλʼ ἀποδειλιῶντος, αὐτὸν ὁρμήσαντα μετὰ τῶν προθυμοτάτων ἄνευ· δόγματος ἐξελέσθαι τὴν πόλιν. οὐ μὴν διὰ μικρὰ δεῖ καὶ τὰ τυχόντα καινοτομεῖν, ἀλλʼ ἐπὶ τοῖς ἀναγκαίοις ὡς ὁ Φιλοποίμην, ἢ τοῖς καλοῖς ὡς Ἐπαμεινώνδας, ἐπιβαλὼν τέτταρας μῆνας τῇ βοιωταρχίᾳ παρὰ τὸν νόμον, ἐν οἷς εἰς τὴν Λακωνικὴν ἐνέβαλε καὶ τὰ περὶ Μεσσήνην ἔπραξεν· ὅπως, κἂν ἀπαντᾷ τις ἐπὶ τούτῳ κατηγορία καὶ μέμψις,; ἀπολογίαν τῆς αἰτίας τὴν ἀνάγκην ἔχωμεν4 ἢ παραμυθίαν τοῦ κινδύνου τὸ μέγεθος τῆς πράξεως καὶ τὸ κάλλος.
然而在对公事的勤勉、远虑与关切上,则当始终与所有官员相竞争:若他们是通达明理之士,自己便当引导其行所当行,予以指点,并任其采纳妥善谋划之策,通过造福公众而共获盛名;但若他们对施行政务有所犹豫、拖延或怀有恶意,此时自己便当挺身而出,向大众发声,绝不可借口在已有他人掌权之时不可多管闲事、擅加越权管理,从而懈怠公事或自甘退缩。因为法律始终将城邦中的首要位次,赐予践履正义且明晓利害者。 “当时军中有一人,”史书写道,“名叫色诺芬,既非将领亦非百夫长,”但他凭藉谋划所当行之事的智略与胆识,将自己置于统领之位,拯救了希腊全军。在菲洛波伊曼的伟绩中,最为显赫者莫过于此:当纳比斯占领墨塞涅,而阿开亚人的将领因胆怯而不愿救援时,他毅然率领最热忱之人出击,未待法令颁布便解救了该城。然而,绝不可为了微不足道与寻常琐事而打破常规,唯当如菲洛波伊曼那般在紧要危急之际,或如埃帕米农达那般为崇高之举而行之。埃帕米农达违背法律将其波奥提亚长官的任期延长了四个月,在此期间攻入拉科尼亚并完成了墨塞涅的经略;如此一来,即便为此遭到某种指控与责难,我们亦有危急情势作为缘由的申辩,或有事业的伟大与壮丽作为化解风险的慰藉。
Ἰάσονος τοῦ Θεσσαλῶν μονάρχου γνώμην ἀπομνημονεύουσιν, ἐφʼ οἷς ἐβιάζετο καὶ παρηνώχλει τινάς, ἀεὶ λεγομένην, ὡς ἀναγκαῖον ἀδικεῖν τὰ μικρὰ τοὺς βουλομένους τὰ μεγάλα δικαιοπραγεῖν. τοῦτον μὲν οὖν ἄν τις εὐθὺς καὶ καταμάθοι τὸν λόγον ὡς ἔστι δυναστευτικός· ἐκεῖνο δὲ πολιτικώτερον παράγγελμα, τὸ τὰ μικρὰ τοῖς πολλοῖς προΐεσθαι χαριζόμενον ἐπὶ τῷ τοῖς μείζοσιν ἐνίστασθαι καὶ κωλύειν ἐξαμαρτάνοντας. ὁ γὰρ αὖ περὶ πάντα λίαν ἀκριβὴς καὶ σφοδρός, οὐδὲν ὑποχωρῶν οὐδʼ ὑπείκων ἀλλὰ τραχὺς ἀεὶ καὶ ἀπαραίτητος, ἀντιφιλονεικεῖν τὸν δῆμον αὐτῷ καὶ προσδυσκολαίνειν ἐθίζει, "μικρὸν δέου ποδὸς χαλάσαι μεγάλῃ κύματος ἀλκῇ5" τὰ μὲν αὐτὸν ἐνδιδόντα καὶ συμπαίζοντα, κεχαρισμένως οἷον ἐν θυσίαις καὶ ἀγῶσι καὶ θεάτροις, τὰ δʼ ὥσπερ ἐν οἰκίᾳ νέων ἁμαρτήματα προσποιούμενον παρορᾶν καὶ παρακούειν, ὅπως ἡ τοῦ νουθετεῖν καὶ παρρησιάζεσθαι δύναμις ὥσπερ φαρμάκου μὴ κατακεχρημένη μηδʼ ἕωλος ἀλλʼ ἀκμὴν ἔχουσα καὶ πίστιν ἐν τοῖς μείζοσι μᾶλλον καθάπτηται καὶ δάκνῃ τοὺς πολλούς. Ἀλέξανδρος μὲν γὰρ ἀκούσας τὴν ἀδελφὴν ἐγνωκέναι τινὰ τῶν καλῶν καὶ νέων οὐκ ἠγανάκτησεν εἰπών, ὅτι κἀκείνῃ τι δοτέον ἀπολαῦσαι τῆς βασιλείας· οὐκ ὀρθῶς τὰ τοιαῦτα συγχωρῶν οὐδʼ ἀξίως ἑαυτοῦ· δεῖ γὰρ ἀρχῆς τὴν κατάλυσιν καὶ ὕβριν ἀπόλαυσιν μὴ νομίζειν. δήμῳ δʼ ὕβριν μὲν οὐδεμίαν εἰς πολίτας οὐδὲ δήμευσιν ἀλλοτρίων οὐδὲ κοινῶν διανέμησιν ὁ πολιτικὸς ἐφήσει κατὰ δύναμιν, ἀλλὰ πείθων καὶ διδάσκων καὶ δεδιττόμενος διαμαχεῖται ταῖς τοιαύταις ἐπιθυμίαις, οἵας οἱ περὶ Κλέωνα βόσκοντες καὶ αὔξοντες πολύν, ὥς φησιν ὁ Πλάτων, κηφῆνα τῇ πόλει κεκεντρωμένον ἐνεποίησαν. ἐὰν δʼ ἑορτὴν πάτριον οἱ πολλοὶ καὶ θεοῦ τιμὴν πρόφασιν λαβόντες ὁρμήσωσι πρός τινα θέαν ἢ νέμησιν ἐλαφρὰν ἢ χάριν τινὰ φιλάνθρωπον ἢ φιλοτιμίαν, ἔστω πρὸς τὰ τοιαῦτα ἡ τῆς ἐλευθερίας ἅμα καὶ τῆς εὐπορίας ἀπόλαυσις αὐτοῖς. καὶ γὰρ τοῖς· Περικλέους πολιτεύμασι καὶ τοῖς Δημητρίου πολλὰ τοιαῦτʼ ἔνεστι, καὶ Κίμων ἐκόσμησε τὴν ἀγορὰν πλατάνων φυτείαις καὶ περιπάτοις· Κάτων δὲ τὸν δῆμον ὑπὸ Καίσαρος ὁρῶν ἐν τοῖς περὶ Κατιλίναν διαταρασσόμενον καὶ πρὸς μεταβολὴν τῆς πολιτείας ἐπισφαλῶς ἔχοντα συνέπεισε τὴν βουλὴν ψηφίσασθαι νεμήσεις τοῖς πένησι, καὶ τοῦτο δοθὲν ἔστησε τὸν θόρυβον καὶ κατέπαυσε τὴν ἐπανάστασιν. ὡς γὰρ ἰατρός, ἀφελὼν πολὺ τοῦ διεφθορότος αἵματος, ὀλίγον ἀβλαβοῦς τροφῆς προσήνεγκεν, οὕτως ὁ πολιτικὸς ἀνήρ, μέγα τι τῶν ἀδόξων ἢ βλαβερῶν παρελόμενος, ἐλαφρᾷ πάλιν χάριτι καὶ φιλανθρώπῳ τὸ δυσκολαῖνον καὶ μεμψιμοιροῦν παρηγόρησεν.
人们记述了色萨利君主亚森的一则格言,每当他对某些人施加强暴与骚扰时,总以此为言:意欲在大事上行正义者,必不可免地要在小事上行不义。此言一出,任何人皆能立刻看出这是僭主霸道的口吻;而更为深通政道的训诫则是:在小事上迁就大众、施以恩惠,以便在大事上挺身抗衡并阻止其犯错。因为若有人事事过度苛求、雷厉风行,丝毫不作退让与顺从,反而始终严酷而决绝,这便会使民众习惯于同他争胜并心生怨怼: “面对巨浪之威势, 帆脚索当稍作放松,”人当在某些事上自行让步并与之同乐,诸如在祭祀、竞技与剧场之中和悦待人;在另一些事上则当如在家庭中对待年轻人的过失那般,假意视而不见、听而不闻;如此,劝诫与直言的力量方如良药一般,不致耗损殆尽或归于陈腐,反能在大事中保持锐气与威信,更加有力地触动并针砭大众。亚历山大闻听其妹与某位俊美青年私通之时,并未大发雷霆,反而说道她亦当享有些许王权的恩惠——他在容许此类事情上既不合宜,亦不配其自身的身分;因为人不当将权力的瓦解与放肆视为享乐。然而对于大众,政治家自当竭尽所能,绝不许其对同胞公民施加任何霸道放肆,亦不许其没收他人财物或瓜分公共财产;反而当以劝导、训诲与威慑来抗击此类欲望。昔日克里昂一派正是滋养并助长了这些欲望,如柏拉图所言,在城邦中制造出了带毒刺的庞大雄蜂。但若大众以先祖节日与尊崇神明为由,趋向于某种观赏游乐、微薄配给,抑或某种温和的恩赐或争尚声名的盛典,在这些事上不妨任其享受自由与丰足。因为在伯里克利与德米特里乌斯的政务中便多有此类举措,客蒙亦曾以法国梧桐的种植与漫步道装点广场景观;而卡托在喀提林阴谋期间,见民众受恺撒蛊惑骚动不安,对政局变革心怀危险的倾向,便劝说元老院通过决议向贫民分发救济,这一赐予平息了喧嚣,遏止了暴动。因为正如医者在放去大量腐败之血后,会施予少许无害的滋养,政治家亦当在革除某种巨大的耻辱或危害之后,再次以轻微而温和的恩惠,抚慰那些怏怏不乐与怨怼不平之心。
- 22ἢ τὸ τοῦ. Διομήδους ὑπειπόντα
宾格分词 ὑπειπόντα 与不定式 ἐνεγκεῖν 未明言的宾格逻辑主语(泛指政治家或公民)保持一致,属于由非人称短语 δημοτικὸν [ἐστι] 所引导的宾格不定式结构的一部分。
- 817dαὐτὸν ὑφηγούμενον ἃ δεῖ καὶ φράζοντα καὶ διδόντα χρῆσθαι τοῖς βεβουλευμένοις ὀρθῶς
动词性形容词 διαμιλλητέον 引申出表示施事者的宾格代词 αὐτόν,其后的分词 ὑφηγούμενον、φράζοντα、διδόντα 及 ὠφελοῦντα 与之一致。短语 διδόντα χρῆσθαι 具有使动或容许的含义,意为“任由/允许他们采用(谋划)”。
- 817dὡς, οὐ προσῆκον, ἄρχοντος ἑτέρου, πολυπραγμονεῖν καὶ παραδιοικεῖν
οὐ προσῆκον 为非人称动词 προσήκει 的绝对宾格结构,与表示主观借口或理由的 ὡς 连用,意为“借口……是不合宜的”。ἄρχοντος ἑτέρου 则为独立属格(“在他人执掌官职之时”)。
- 817eἀπολογίαν τῆς αἰτίας τὴν ἀνάγκην ἔχωμεν
双宾格结构:τὴν ἀνάγκην(“必然性/情势”)作直接宾语,ἀπολογίαν(“申辩”)作谓语宾格,均受动词 ἔχωμεν 支配。下半句的 παραμυθίαν τοῦ κινδύνου τὸ μέγεθος 亦同,τὸ μέγεθος 为直接宾语,παραμυθίαν 为谓语宾格,形成并列对仗。
- 818aμικρὸν δέου ποδὸς χαλάσαι μεγάλῃ κύματος ἀλκῇ
此句为诗行引文。δέου 在语境中作劝诫或祈使解(“应当放松”)。ποδός(本义为帆脚索,即控制风帆下角的绳索)为航海隐喻,意指面对强风巨浪时稍作松弛退让。
