← 普鲁塔克

从政指南

§20-21

同僚间的协和与对当权长官的尊崇

普鲁塔克强调同僚官吏之间同心与互尊的重要性,结合其父关于使节报告共享功劳的教诲及历史典故加以阐发。他进而指出城邦教化的精义在于顺从并尊崇当权长官,劝诫显贵之人当以身作则敬奉官职。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§20

ἱερὸν δὲ χρῆμα καὶ μέγα πᾶσαν ἀρχὴν οὖσαν καὶ ἄρχοντα δεῖ μάλιστα τιμᾶν,1 τιμὴ δʼ ἀρχῆς ὁμοφροσύνη καὶ φιλία πρὸς συνάρχοντας πολὺ μᾶλλον ἢ στέφανοι καὶ χλαμὺς περιπόρφυρος. οἱ δὲ τὸ συστρατεύσασθαι καὶ συνεφηβεῦσαι φιλίας ἀρχὴν τιθέμενοι, τὸ δὲ συστρατηγεῖν καὶ συνάρχειν ἔχθρας αἰτίαν λαμβάνοντες, ἓν τῶν τριῶν κακῶν οὐ διαπεφεύγασιν· ἢ γὰρ ἴσους ἡγούμενοι τοὺς συνάρχοντας αὐτοὶ στασιάζουσιν ἢ κρείττονας φθονοῦσιν ἢ ταπεινοτέρους καταφρονοῦσι. δεῖ δὲ καὶ θεραπεύειν τὸν κρείττονα καὶ κοσμεῖν τὸν ἥττονα καὶ τιμᾶν τὸν ὅμοιον, ἀσπάζεσθαι δὲ καὶ φιλεῖν ἅπαντας, ὡς οὐ διὰ τραπέζης οὐδὲ κώθωνος οὐδʼ ἐφʼ ἑστίας, ἀλλὰ κοινῇ καὶ δημοσίᾳ ψήφῳ φίλους γεγονότας καὶ τρόπον τινὰ πατρῴαν τὴν ἀπὸ τῆς πατρίδος εὔνοιαν ἔχοντας. ὁ γοῦν Σκιπίων ἤκουσεν ἐν Ῥώμῃ κακῶς, ὅτι φίλους ἑστιῶν ἐπὶ τῇ καθιερώσει τοῦ Ἡρακλείου τὸν συνάρχοντα Μόμμιον οὐ παρέλαβε· καὶ γάρ, εἰ τἄλλα μὴ φίλους ἐνόμιζον ἑαυτούς, ἐν τοῖς γε τοιούτοις ἠξίουν τιμᾶν καὶ φιλοφρονεῖσθαι διὰ τὴν ἀρχήν. ὅπου τοίνυν ἀνδρὶ τἄλλα θαυμασίῳ τῷ Σκιπίωνι μικρὸν οὕτω φιλανθρώπευμα παραλειφθὲν ὑπεροψίας ἤνεγκε δόξαν, ἦπου κολούων ἄν τις ἀξίωμα συνάρχοντος ἢ πράξεσιν ἐχούσαις φιλοτιμίαν ἐπηρεάζων ἢ πάντα συλλήβδην ἀνατιθεὶς ἅμα καὶ περιάγων ὑπʼ αὐθαδείας εἰς ἑαυτὸν ἐκείνου δʼ ἀφαιρούμενος, ἐπιεικὴς ἂν φανείη καὶ μέτριος;2 μέμνημαι νέον ἐμαυτὸν ἔτι πρεσβευτὴν μεθʼ ἑτέρου πεμφθέντα πρὸς ἀνθύπατον, ἀπολειφθέντος δέ πως ἐκείνου, μόνον ἐντυχόντα καὶ διαπραξάμενον ὡς οὖν ἔμελλον ἐπανελθὼν ἀποπρεσβεύειν, ἀναστὰς ὁ πατὴρ κατʼ ἰδίαν ἐκέλευσε μὴ λέγειν ᾠχόμην ἀλλʼ ᾠχόμεθα, μηδʼ εἶπον ἀλλʼ εἴπομεν, καὶ τἄλλα συνεφαπτόμενον οὕτω καὶ κοινούμενον ἀπαγγέλλειν. οὐ γὰρ μόνον ἐπιεικὲς τὸ τοιοῦτον καὶ φιλάνθρωπόν ἐστιν, ἀλλὰ καὶ τὸ λυποῦν τὸν φθόνον ἀφαιρεῖ τῆς δόξης;. ὅθεν οἱ μεγάλοι καὶ δαίμονα καὶ τύχην τοῖς κατορθώμασι συνεπιγράφουσιν, ὡς Τιμολέων ὁ τὰς ἐν Σικελίᾳ καταλύσας τυραννίδας Αὐτοματίας ἱερὸν ἱδρύσατο· καὶ Πύθων ἐπὶ τῷ Κότυν ἀποκτεῖναι θαυμαζόμενος καὶ τιμώμενος ὑπὸ τῶν Ἀθηναίων ὁ θεός ἔφη ταῦτʼ ἔπραξε, τὴν χεῖρα παρʼ ἐμοῦ χρησάμενος. Θεόπομπος δʼ ὁ βασιλεὺς τῶν Λακεδαιμονίων πρὸς τὸν εἰπόντα σῴζεσθαι τὴν Σπάρτην διὰ τοὺς βασιλεῖς ἀρχικοὺς ὄντας μᾶλλον ἔφη διὰ τοὺς πολλοὺς πειθαρχικοὺς ὄντας .

鉴于一切官职与为官者皆为神圣而崇高之物,理应受到最高的尊崇;而对官职的尊崇,远甚于冠冕与饰紫边之斗篷者,乃是与同僚官吏之间的同心同德与友善。然而有些人,将共同从军或共同受训作为友谊的开端,却把同任将领与同掌政职当作仇怨的由头,终究难逃三种恶端之一:要么因视同僚为平辈而自生嫌隙,要么因视其为上者而心生嫉妒,要么因视其为卑者而肆意轻蔑。然而,人理当侍奉在上者、光耀居下者、尊崇居同等者,并亲善且爱戴全体同僚,因为他们并非凭藉宴席、酒杯或炉台,而是经由公共的公决而成为同袍,在某种意义上共同拥有来自祖国的世袭善意。无论如何,西庇阿在罗马招致非议,便因他在赫拉克勒斯神庙献祭设宴款待朋友时,未曾邀请其同僚穆姆米乌斯;因为即便他们在其他事宜上并不自视为朋友,但在如此场合下,亦理应因官职而相互尊崇、亲善相待。既然在其他诸事上皆令人钦佩的西庇阿身上,仅仅忽略了如此微薄的人情礼数,便招致专横傲慢的名声,那么,若有人贬损同僚的威望,或恶意阻挠其博取荣誉之行径,抑或专横自负地将一切功劳一并揽归于自身而剥夺对方的所有,此人岂能显得宽厚而节制?我忆及自身尚在青年之时,曾与另一位同僚共同出使罗马行省长官;后因那位同僚中途滞留,我独自拜见长官并办妥了公务。当我返邦准备做使团报告时,家父私下起身叮嘱我:切勿说“我前去”,而要说“我们前去”;亦勿说“我说”,而要说“我们说”;在其余各事上,也当如此联名并共享功绩而做呈报。因为如此行事,不仅显得宽厚而仁德,亦能从荣耀中消除招致嫉恨的痛楚。因此,伟人常将神明与命运并列于功勋之中,正如在西西里推翻僭主统治的提摩莱昂修建了“机运女神”之神庙;而皮同因斩杀科提斯受到雅典人的赞叹与礼遇时,亦言道:“乃是神明假借吾手成就此事。”当有人向拉刻代蒙国王狄奥庞普斯提及,斯巴达之所以得保,乃因历代君王善于统驭,他却答道:“不如说是因众人善于顺从服从。”

§21

γίγνεται μὲν οὖν διʼ ἀλλήλων ἀμφότερα ταῦτα. λέγουσι δ’ οἱ πλεῖστοι καὶ νομίζουσι πολιτικῆς παιδείας ἔργον εἶναι τὸ καλῶς ἀρχομένους παρασχεῖν καὶ γὰρ πλέον ἐστὶ τοῦ ἄρχοντος ἐν ἑκάστῃ πόλει τὸ ἀρχόμενον· καὶ χρόνον ἕκαστος ἄρχει βραχύν, ἄρχεται δὲ τὸν ἅπαντα χρόνον ἐν δημοκρατίᾳ πολιτευόμενος· ὥστε κάλλιστον εἶναι μάθημα καὶ χρησιμώτατον τὸ πειθαρχεῖν τοῖς ἡγουμένοις, κἂν ὑποδεέστεροι δυνάμει καὶ δόξῃ τυγχάνωσιν ὄντες. ἄτοπον γάρ ἐστι τὸν μὲν ἐν τραγῳδίᾳ γῳδίᾳ πρωταγωνιστήν, Θεόδωρον ἢ Πῶλον ὄντα μισθωτὸν τῷ τὰ τρίτα λέγοντι πολλάκις ἕπεσθαι καὶ προσδιαλέγεσθαι ταπεινῶς, ἂν ἐκεῖνος ἔχῃ τὸ διάδημα καὶ τὸ σκῆπτρον· ἐν δὲ πράξεσιν ἀληθιναῖς καὶ πολιτείᾳ τὸν πλούσιον καὶ ἔνδοξον ὀλιγωρεῖν καὶ καταφρονεῖν ἄρχοντος ἰδιώτου καὶ πένητος, ἐνυβρίζοντα καὶ καθαιροῦντα τῷ περὶ αὑτὸν ἀξιώματι τὸ τῆς πόλεως, ἀλλὰ μὴ μᾶλλον αὔξοντα καὶ προστιθέντα τὴν ἀπʼ αὑτοῦ δόξαν καὶ δύναμιν τῇ ἀρχῇ. καθάπερ ἐν Σπάρτῃ τοῖς ἐφόροις οἵ τε βασιλεῖς ὑπεξανίσταντο, καὶ τῶν ἄλλων ὁ κληθεὶς οὐ βάδην ὑπήκουεν ἀλλὰ δρόμῳ καὶ σπουδῇ διʼ ἀγορᾶς θέοντες ἐπεδείκνυντο τὴν εὐπείθειαν τοῖς πολίταις, ἀγαλλόμενοι τῷ τιμᾶν τοὺς ἄρχοντας· οὐχ ὥσπερ ἔνιοι τῶν ἀπειροκάλων καὶ σολοίκων, οἷον ἰσχύος ἑαυτῶν καλλωπιζόμενοι περιουσίᾳ, βραβευτὰς ἐν ἀγῶσι προπηλακίζουσι καὶ χορηγοὺς ἐν Διονυσίοις λοιδοροῦσι καὶ στρατηγῶν καὶ γυμνασιάρχων καταγελῶσιν, οὐκ εἰδότες οὐδὲ μανθάνοντες ὅτι τοῦ τιμᾶσθαι τὸ τιμᾶν πολλάκις ἐστὶν ἐνδοξότερον. ἀνδρὶ γὰρ ἐν πόλει δυναμένῳ μέγα μείζονα φέρει κόσμον ἄρχων δορυφορούμενος ὑπʼ αὐτοῦ καὶ προπεμπόμενος ἢ δορυφορῶν καὶ προπέμπων3 μᾶλλον δὲ τοῦτο μὲν ἀηδίαν καὶ φθόνον, ἐκεῖνο δὲ τὴν ἀληθινὴν φέρει, τὴν ἀπʼ εὐνοίας, δόξαν· ὀφθεὶς δʼ ἐπὶ θύραις ποτὲ καὶ πρότερος ἀσπασάμενος καὶ λαβὼν ἐν περιπάτῳ μέσον, οὐδὲν ἀφαιρούμενος ἑαυτοῦ, τῇ πόλει κόσμον περιτίθησι.

这两者诚然是相辅相成的。然而大多数人宣称并坚信,城邦教化的首要之务,乃在培养出优良的顺从被治者。因为在任何城邦之中,被治之人的规模皆大于统治者;且每人在民主政制下参政,执掌政务之时短,而受人治理之时终其一生;是以学习顺从统领之人,纵使其在权势与声望上适逢不及自己,亦为至美且至益之课业。试想悲剧中的主角演员——如狄奥多罗斯或波洛斯这样的人物——面对受雇扮演第三角色的演员,只要后者手持王冠与权杖,便往往谦恭相随、低眉陈词;然而在真实世事与政制之中,富裕显达之士却冷落鄙夷身为寻常平民且贫困的官吏,以自身之威望侮弄并削弱城邦的尊严,而未将自身的名望与力量增附给官职,此实为乖谬荒唐之极。正如在斯巴达,君王皆起立向督政官致敬;其余任何人若受传召,绝不缓步徐行,而是飞奔疾跑穿过广场,以此向同胞公民彰显其顺从,并以尊崇官吏为荣;绝不像某些不谙风雅的粗鄙之徒,自矜其豪雄之力,在竞技赛会中侮辱裁判,在狄奥尼索斯节上辱骂歌队赞助人,讥嘲将领与竞技场长官,全然不知亦不领会:施尊崇于人,往往比自受尊崇更为光彩。对于在城邦中位高权重之士而言,官吏受其护卫导引,比起官吏为其护卫导引,能带来远为巨大的光彩——抑或毋宁说,后者徒招厌恶与嫉妒,而前者方能带来由衷善意所生的真实荣耀。若他有时现身于官吏之门庭,率先致意问候,并在漫步时居于侧席而将中位让与官吏,他不仅丝毫未损自身威严,反而为城邦增添了体统与光华。

语法注3 条
  1. 20ἱερὸν δὲ χρῆμα καὶ μέγα πᾶσαν ἀρχὴν οὖσαν καὶ ἄρχοντα δεῖ μάλιστα τιμᾶν

    关于“ἱερὸν... οὖσαν”的句法结构:πᾶσαν ἀρχὴν ... καὶ ἄρχοντα 作为不定式 τιμᾶν 的宾语,分词 οὖσαν 在性数上与阴性单数名词 ἀρχήν 一致(但意义上亦涵盖 ἄρχοντα)。句首的 ἱερὸν χρῆμα καὶ μέγα 作为 οὖσαν 的表语补足成分,构成表原因或伴随状态的分词短语(即“鉴于一切官职与为官者皆为神圣而崇高之物”)。

  2. 816cἦπου κολούων ἄν τις ἀξίωμα συνάρχοντος ἢ πράξεσιν ἐχούσαις φιλοτιμίαν ἐπηρεάζων ἢ πάντα συλλήβδην ἀνατιθεὶς ἅμα καὶ περιάγων ὑπʼ αὐθαδείας εἰς ἑαυτὸν ἐκείνου δʼ ἀφαιρούμενος, ἐπιεικὴς ἂν φανείη καὶ μέτριος;

    反诘疑问句结构。ἦπου 引出带有强烈否定预期的反诘(“难道……不成?”)。一连串分词(κολούων, ἐπηρεάζων, ἀνατιθεὶς ἅμα καὶ περιάγων, ἀφαιρούμενος)相当于条件从句(“若有人贬损……”),修饰主句的潜势希求法谓语“ἐπιεικὴς ἂν φανείη καὶ μέτριος”,小词 ἄν 在句中重复出现(分别置于 κολούων 之后与 φανείη 之前)以增强语气。

  3. 817bἀνδρὶ γὰρ ἐν πόλει δυναμένῳ μέγα μείζονα φέρει κόσμον ἄρχων δορυφορούμενος ὑπʼ αὐτοῦ καὶ προπεμπόμενος ἢ δορυφορῶν καὶ προπέμπων

    主格名词 ἄρχων 为主语,主要动词为 φέρει,间接宾语为句首的与格短语“ἀνδρὶ ... δυναμένῳ μέγα”,直接宾语为“μείζονα κόσμον”。在由 ἤ 引出的比较成分中,主语 ἄρχων 承前省略,搭配主动分词“ἢ [ἄρχων] δορυφορῶν καὶ προπέμπων”。结构对比在于:长官受该显贵护送(被动分词),比长官去护送该显贵(主动分词),能为该显贵带来更大的光彩。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg118.humanitext-grc2:20-21