- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. V. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1893.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg118.humanitext-grc2:19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
普鲁塔克告诫人们不可过度顺从统治者以致丧失城邦自治,亦不可将内部纠纷交由罗马当局裁决,主张应在城邦内部调解弥合。他进而论述道,政治家在平时当谨守安全,但在危难关头则必须毫无畏惧地挺身承担凶险以拯救祖国,并援引了多项历史例证。
ποιοῦντα μέντοι καὶ παρέχοντα τοῖς κρατοῦσιν εὐπειθῆ τὴν πατρίδα δεῖ μὴ προσεκταπεινοῦν, μηδὲ τοῦ σκέλους δεδεμένου προσυποβάλλειν καὶ τὸν τράχηλον,1 ὥσπερ ἔνιοι, καὶ μικρὰ καὶ μείζω φέροντες ἐπὶ τοὺς ἡγεμόνας ἐξονειδίζουσι τὴν δουλείαν, μᾶλλον δʼ ὅλως τὴν πολιτείαν ἀναιροῦσι, καταπλῆγα καὶ περιδεᾶ καὶ πάντων ἄκυρον ποιοῦντες. ὥσπερ γὰρ οἱ χωρὶς ἰατροῦ μήτε δειπνεῖν μήτε λούεσθαι συνεθισθέντες οὐδʼ ὅσον ἡ φύσις δίδωσι χρῶνται τῷ ὑγιαίνειν, οὕτως οἱ παντὶ δόγματι καὶ συνεδρίῳ καὶ χάριτι καὶ διοικήσει προσάγοντες ἡγεμονικὴν κρίσιν ἀναγκάζουσιν ἑαυτῶν μᾶλλον ἢ βούλονται δεσπότας εἶναι τοὺς ἡγουμένους. αἰτία δὲ τούτου μάλιστα πλεονεξία καὶ φιλονεικία τῶν πρώτων· ἢ γὰρ ἐν οἷς βλάπτουσι τοὺς ἐλάττονας ἐκβιάζονται φεύγειν τὴν πόλιν2 ἢ περὶ ὧν διαφέρονται πρὸς ἀλλήλους οὐκ ἀξιοῦντες ἐν τοῖς πολίταις ἔχειν ἔλαττον ἐπάγονται τοὺς κρείττονας· ἐκ τούτου δὲ καὶ βουλὴ καὶ δῆμος καὶ δικαστήρια καὶ ἀρχὴ πᾶσα τὴν ἐξουσίαν ἀπόλλυσι. δεῖ δὲ τοὺς μὲν ἰδιώτας ἰσότητι, τοὺς δὲ δυνατοὺς ἀνθυπείξει πραΰνοντα κατέχειν ἐν τῇ πολιτείᾳ καὶ διαλύειν τὰ πράγματα, πολιτικήν τινα ποιούμενον αὐτῶν ὥσπερ νοσημάτων ἀπόρρητον ἰατρείαν, αὐτόν τε μᾶλλον ἡττᾶσθαι βουλόμενον ἐν τοῖς πολίταις ἢ νικᾶν ὕβρει, καὶ καταλύσει τῶν οἴκοι δικαίων, τῶν τʼ ἄλλων ἑκάστου δεόμενον καὶ διδάσκοντα τὴν φιλονεικίαν ὅσον ἐστὶ κακόν· νῦν δʼ ὅπως μὴ πολίταις καὶ φυλέταις οἴκοι καὶ γείτοσι καὶ συνάρχουσιν ἀνθυπείξωσι μετὰ τιμῆς καὶ χάριτος, ἐπὶ ῥητόρων θύρας καὶ πραγματικῶν χεῖρας ἐκφέρουσι σὺν πολλῇ βλάβῃ καὶ αἰσχύνῃ τὰς διαφοράς. οἱ μὲν γὰρ ἰατροὶ τῶν νοσημάτων ὅσα μὴ δύνανται παντάπασιν ἀνελεῖν ἔξω, τρέπουσιν· εἰς τὴν ἐπιφάνειαν τοῦ σώματος· ὁ δὲ πολιτικός, ἂν μὴ δύνηται τὴν πόλιν ἀπράγμονα παντελῶς διαφυλάττειν; ἐν αὐτῇ γε πειράσεται τὸ ταρασσόμενον αὐτῆς καὶ στασιάζον ἀποκρύπτων ἰᾶσθαι καὶ διοικεῖν, ὡς ἂν ἥκιστα τῶν ἐκτὸς ἰατρῶν καὶ φαρμάκων δέοιτο. ἡ μὲν γὰρ προαίρεσις ἔστω τοῦ πολιτικοῦ τῆς ἀσφαλείας ἐχομένη καὶ φεύγουσα τὸ ταρακτικὸν τῆς κενῆς δόξης καὶ μανικόν, ὡς εἴρηται· τῇ μέντοι διαθέσει φρόνημα καὶ μένος πολυθαρσὲς ἐνέστω "ἄτρομον, οἷὸν τʼ ἄνδρας ἐσέρχεται, οἳ περὶ πάτρης ἀνδράσι δυσμενέεσσι" καὶ πράγμασι δυσκόλοις καὶ καιροῖς ἀντερείδουσι καὶ διαμάχονται. δεῖ γὰρ οὐ ποιεῖν χειμῶνας αὐτὸν ἀλλὰ μὴ προλείπειν ἐπιπεσόντων, οὐδὲ κινεῖν τὴν πόλιν ἐπισφαλῶς, σφαλλομένῃ δὲ καὶ κινδυνευούσῃ βοηθεῖν, ὥσπερ ἄγκυραν ἱερὰν ἀράμενον ἐξ αὐτοῦ τὴν παρρησίαν ἐπὶ τοῖς μεγίστοις· οἷα Περγαμηνοὺς ἐπὶ Νέρωνος κατέλαβε πράγματα, καὶ Ῥοδίους ἔναγχος ἐπὶ Δομετιανοῦ, καὶ Θεσσαλοὺς πρότερον ἐπὶ τοῦ Σεβαστοῦ Πετραῖον ζῶντα κατακαύσαντας. "ἔνθʼ οὐκ ἂν βρίζοντα ἴδοις" οὐδὲ καταπτώσσοντα τὸν ἀληθῶς πολιτικὸν οὐδʼ αἰτιώμενον ἑτέρους αὑτὸν δὲ τῶν δεινῶν ἔξω τιθέμενον, ἀλλὰ καὶ πρεσβεύοντα καὶ πλέοντα καὶ λέγοντα πρῶτον οὐ μόνον ἥκομεν οἱ κτείναντες, ἀπότρεπε λοιγόν, Ἄπολλον· ἀλλά, κἂν τῆς ἁμαρτίας μὴ μετάσχῃ τοῖς πολλοῖς, τοὺς κινδύνους ὑπὲρ αὐτῶν ἀναδεχόμενον. καὶ γὰρ καλὸν τοῦτο καὶ πρὸς τῷ καλῷ πολλάκις ἑνὸς ἀνδρὸς ἀρετὴ καὶ φρόνημα θαυμασθὲν ἠμαύρωσε τὴν πρὸς πάντας ὀργὴν καὶ διεσκέδασε τὸ φοβερὸν καὶ πικρὸν τῆς ἀπειλῆς οἷα καὶ πρὸς Βοῦλιν ἔοικε καὶ Σπέρχιν τοὺς Σπαρτιάτας παθεῖν ὁ Πέρσης, καὶ πρὸς Σθέννωνα Πομπήιος ἔπαθεν, ὅτε, Μαμερτίνους μέλλοντος αὐτοῦ κολάζειν διὰ τὴν ἀπόστασιν, οὐκ ἔφη δίκαια πράξειν αὐτὸν ὁ Σθέννων, εἰ πολλοὺς ἀναιτίους ἀπολεῖ διʼ ἕνα τὸν αἴτιον· ὁ γὰρ ἀποστήσας τὴν πόλιν αὐτὸς εἶναι3 τοὺς μὲν φίλους πείσας τοὺς δʼ ἐχθροὺς βιασάμενος. οὕτω ταῦτα διέθηκε τὸν Πομπήιον, ὥστε καὶ τὴν πόλιν ἀφεῖναι καὶ τῷ Σθέννωνι χρήσασθαι φιλανθρώπως. ὁ δὲ Σύλλα ξένος ὁμοίᾳ μὲν ἀρετῇ πρὸς οὐχ ὁμοίαν δὲ χρησάμενος4 εὐγενῶς ἐτελεύτησεν ἐπεὶ γὰρ ἑλὼν Πραινεστὸν ὁ Σύλλας ἔμελλε τοὺς ἄλλους ἅπαντας ἀποσφάττειν ἕνα δʼ ἐκεῖνον ἠφίει διὰ τὴν ξενίαν, εἰπὼν ὡς οὐ βούλεται σωτηρίας χάριν εἰδέναι τῷ φονεῖ τῆς πατρίδος, ἀνέμιξεν ἑαυτὸν καὶ συγκατεκόπη τοῖς πολίταις. τοιούτους μὲν οὖν καιροὺς ἀπεύχεσθαι δεῖ καὶ τὰ βελτίονα προσδοκᾶν.
然而,在使祖国顺从统治者的同时,绝不可进一步加以贬抑,也不可在腿被捆缚时连颈项也一并伸将过去——就像某些人那样,无论巨细事务都呈报给统治者,不仅自招为奴之耻,甚至彻底摧毁了城邦政制,使之变得惊恐万状、毫无权威。正如那些养成习惯连进餐和沐浴都离不开医生的人,甚至无法享受自然所赋予的那份健康,凡事无论法令、议会、恩赐还是行政举措都乞灵于统治者裁决之人,也同样迫使当权者做他们的主子,甚至超过了统治者自身的意愿。导致这种局面的主要原因在于显贵阶层的贪欲与好胜争斗;因为他们要么在侵害弱小阶层时迫使其逃向城外上诉,要么在彼此纷争时不肯在同胞公民面前落于下风而引入更强者;由此,议事会、民众会、法庭以及一切官职都丧失了原有的权力。 因此,应当以平等抚慰庶民,以让步安抚权贵,将其维系于政制之内并平息纷争,对这些犹如疾病般的纷争施以政治家特有的隐秘医治;政治家自身宁愿在同胞公民中落败,也不愿以专横跋扈和破坏本土正义去求取胜局,并当向其他人一一劝诫,教导他们争强好胜是何等巨大的祸害。然而如今,他们唯恐体面而仁厚地向城邦中的同胞、同部落人、邻里及同僚让步,竟带着巨大的损害与耻辱,将纷争搬到修辞学家的门前和行诉代办人的手中。医生尚且将那些无法完全彻底根除的疾病引向体表,而政治家若不能使城邦完全免于事端,至少也当在城邦内部隐蔽地医治并料理其动荡与内讧,以期尽可能少地需要外来的医生与药物。 诚然,政治家的志向如前所述,应当恪守安全,规避虚名所带来的动荡与狂乱;然而在其心性之中,必须存有崇高的气概与百折不挠的勇气, “毫无畏惧,犹如降临在那些为祖国 抗击仇敌、”并抵御险恶局面与危局而血战到底之士身上的气概那般。因为他绝不可自己制造风暴,但在风暴来袭时亦不可弃城而去;既不可使城邦陷于危疑,而当城邦倾覆遇险之际,又当挺身相助,在至关重要的危局中挺起自身的谠言直谏,犹如抛下神圣的铁锚一般——正如在尼禄统治下降临于佩加蒙人的危难,不久前在图密善统治下降临于罗得岛人的危难,以及更早先在奥古斯都时代因活活烧死佩特莱奥斯而降临于色萨利人的危难那样。 “届时你绝不会看见昏睡,”亦不会看见真正的政治家畏缩潜匿,或归咎他人而置身事外;相反,他出使远方、扬帆出海,不仅率先陈词道:“我们行弑者前来;阿波罗啊,祈请消除这场瘟疫!”而且哪怕他并未与民众同流合污分担罪愆,也会为众人挺身承担凶险。因为此举不仅崇高,且在崇高之外,一人令人赞叹的德行与气概往往能削弱针对全体的怒火,驱散威胁中的可怖与暴烈——正如波斯王面对斯巴达人布利斯与斯佩耳喀斯时似乎也曾受此触动,又如庞培对待斯滕农那般。当时庞培因马梅尔提尼人叛乱正欲施以严惩,斯滕农直言,若因一个罪魁祸首而毁灭无数无辜之人,实非正义之举;因为正是他本人说服朋友并强迫敌人,一手策动了全城的背叛。这番话极大地触动了庞培,以致不仅宽赦了城邦,更以仁德对待斯滕农。而苏拉的客友以相似的美德面对不相仿的性情,却高贵地迎来了死亡;因为当苏拉攻陷普赖奈斯特、意欲屠尽其余所有人而唯独因客谊打算赦免他一人时,他宣称不愿因获救而对祖国的刽子手心存感激,毅然混入同胞公民之中,一同被斩杀。当然,人们理应祈求远离此类危难时刻,并期待更为美好的境遇。
- 19μηδὲ τοῦ σκέλους δεδεμένου προσυποβάλλειν καὶ τὸν τράχηλον
τοῦ σκέλους δεδεμένου 为表示情境或让步的独立属格(“即便腿已被捆绑”)。τὸν τράχηλον 是附属于无人称动词 δεῖ 的不定式 προσυποβάλλειν 的直接宾语。此处以已被束缚足镣的奴隶又主动伸出脖颈就范为隐喻,抨击过度顺从与自我贬抑。
- 815aἐκβιάζονται φεύγειν τὴν πόλιν
φεύγειν τὴν πόλιν 在此并非指人身流亡,而是指越过城邦管辖权、向外部(如罗马总督)“上诉、奔逃求助”。它与前面的 ἐν οἷς βλάπτουσι τοὺς ἐλάττονας(在侵害弱小时)相呼应,表示强者之侵害逼得弱小者不得不诉诸外部强权。
- 815eὁ γὰρ ἀποστήσας τὴν πόλιν αὐτὸς εἶναι
在由主动词 ἔφη 引出的间接引语中,不定式 εἶναι 的主语与说话者自身(斯滕农)同一,因此采用主格 αὐτός 而非宾格。ὁ ἀποστήσας 为实质化的分词充当表语,意为“策动全城叛乱者正是他本人”。
- 815eὁ δὲ Σύλλα ξένος ὁμοίᾳ μὲν ἀρετῇ πρὸς οὐχ ὁμοίαν δὲ χρησάμενος
在 πρὸς οὐχ ὁμοίαν 之后省略了一个宾格名词,既可承前指代 ἀρετήν,亦可根据上下文补充为 φύσιν、διάθεσιν 或 φιλανθρωπίαν(意指苏拉残酷的性格不同于庞培的宽仁)。全句形成鲜明对比:“苏拉的客友展现了相似的美德,却面对着绝不相似的品性……”。
