- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. V. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1893.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg118.humanitext-grc2:18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者论述了与罗马权贵结交的重要性,并指出应当效法波利比乌斯与阿利乌斯,将此种权贵友谊用于庇护和造福祖国,而非谋求个人私利。
οὐ μόνον δὲ δεῖ παρέχειν αὑτόν τε καὶ τὴν πατρίδα πρὸς τοὺς ἡγεμόνας ἀναίτιον, ἀλλὰ καὶ φίλον ἔχειν ἀεί τινα τῶν ἄνω δυνατωτάτων, ὥσπερ ἕρμα τῆς πολιτείας βέβαιον· αὐτοὶ γάρ εἰσι Ῥωμαῖοι πρὸς τὰς πολιτικὰς σπουδὰς προθυμότατοι τοῖς φίλοις καὶ καρπὸν ἐκ φιλίας ἡγεμονικῆς λαμβάνοντας, οἷον ἔλαβε Πολύβιος καὶ Παναίτιος τῇ Σκιπίωνος εὐνοίᾳ πρὸς αὐτοὺς μεγάλα τὰς πατρίδας ὠφελήσαντες, εἰς εὐδαιμονίαν δημοσίαν ἐξενέγκασθαι καλόν.1 ἄρειόν τε Καῖσαρ, ὅτε τὴν Ἀλεξάνδρειαν εἷλε, διὰ χειρὸς ἔχων καὶ μόνῳ προσομιλῶν τῶν συνήθων συνεισήλασεν, εἶτα τοῖς Ἀλεξανδρεῦσι τὰ ἔσχατα προσδοκῶσι καὶ δεομένοις ἔφη διαλλάττεσθαι διά τε τὸ μέγεθος τῆς πόλεως καὶ διὰ τὸν οἰκιστὴν Ἀλέξανδρον, καὶ τρίτον ἔφη τῷ φίλῳ μου τούτῳ χαριζόμενος. ἆρὰ γʼ ἄξιον τῇ χάριτι ταύτῃ παραβαλεῖν τὰς πολυταλάντους ἐπιτροπὰς καὶ διοικήσεις τῶν ἐπαρχιῶν, ἃς διώκοντες οἱ πολλοὶ γηράσκουσι πρὸς ἀλλοτρίαις θύραις, τὰ οἴκοι προλιπόντες· ἢ τὸν Εὐριπίδην ἐπανορθωτέον ᾄδοντα καὶ λέγοντα, ὡς2 εἴπερ ἀγρυπνεῖν χρὴ καὶ φοιτᾶν ἐπʼ αὔλειον ἑτέρου καὶ ὑποβάλλειν ἑαυτὸν ἡγεμονικῇ συνηθείᾳ, πατρίδος πέρι κάλλιστον ἐπὶ ταῦτα χωρεῖν, τὰ δʼ ἄλλα τὰς ἐπὶ τοῖς ἴσοις καὶ δικαίοις φιλίας ἀσπάζεσθαι καὶ φυλάττειν;
然而,不仅应当使自身与祖国在统治者面前无可指摘,还必须始终在身居至高权位者中结交某人为友,犹如城邦政制的坚固压舱物一般。因为罗马人自身对于友人在政治上的进取最具提携之热意;而从与统治阶层的友谊中获取成果,并将其转化为公众福祉,乃是一件美事——正如波利比乌斯与帕奈提乌斯凭借西庇阿对他们的善意而大获其益,从而极大地施惠于各自的祖国那样。凯撒在攻克亚历山大城时,携阿利乌斯之手,并在亲随中唯独与他交谈着并辔入城;随后,面对料想大祸临头而俯伏哀求的亚历山大人,他宣称之所以宽宥他们,一则因该城的宏大,二则因其奠基者亚历山大,“其三,”他说道,“乃是为向我的这位友人施恩。” 世人撇下家园、在他人门前侍候到老所竞逐的那些价值诸多塔兰同的行省总督与财政策理之职,难道真配与这般恩德相提并论吗?抑或我们应当修正欧里庇得斯所吟唱之辞,改为:若当真必须通宵达旦、奔走于他人宅门并委身于同统治者的往来,则为祖国之故投身于此方为至美,至于其他方面,则当欣然接纳并维护建立在平等与正义之上的友谊?
- 18καρπὸν ἐκ φιλίας ἡγεμονικῆς λαμβάνοντας, οἷον ἔλαβε Πολύβιος καὶ Παναίτιος τῇ Σκιπίωνος εὐνοίᾳ πρὸς αὐτοὺς μεγάλα τὰς πατρίδας ὠφελήσαντες, εἰς εὐδαιμονίαν δημοσίαν ἐξενέγκασθαι καλόν
紧接前句 αὐτοὶ γάρ εἰσι Ῥωμαῖοι ... προθυμότατοι τοῖς φίλοις。不定式 ἐξενέγκασθαι 在省去系词的 καλόν [ἐστι] 结构中充当主语。宾格复数分词 λαμβάνοντας 作为不定式 ἐξενέγκασθαι 的逻辑主语(表示泛指之人)。比较从句中的 οἷον ἔλαβε 以 καρπόν 为先行词,主语 Πολύβιος καὶ Παναίτιος 带有分词 ὠφελήσαντες,表示通过造福祖国而获取果实的方式。
- 814dτὸν Εὐριπίδην ἐπανορθωτέον ᾄδοντα καὶ λέγοντα, ὡς
动形容词 ἐπανορθωτέον 带直接宾格宾语 τὸν Εὐριπίδην,分词 ᾄδοντα καὶ λέγοντα 作其定语并引出 ὡς 从句。此处化用了欧里庇得斯《腓尼基妇女》第524–525行的名句(‘若必须行不义,则为了僭主权柄行之方为至美’),并将其改写并借用于罗马统治下为了祖国利益而侍奉统治者的处世原则。
