← 普鲁塔克

从政指南

§16-17

假意异议的策略与罗马统治下的自制

普鲁塔克论述了同僚间以温和分歧化解民众猜忌的策略,以及罗马统治下从政者应当持守的谦抑自知,告诫其向民众重申先祖道德自制的楷模,而非以昔日武功盲目激荡民心。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§16

ἐπεὶ δὲ παντὶ δήμῳ τὸ κακόηθες καὶ φιλαίτιον ἔνεστι πρὸς τοὺς πολιτευομένους καὶ πολλὰ τῶν χρησίμων, ἂν μὴ στάσιν ἔχῃ μηδʼ ἀντιλογίαν, ὑπονοοῦσι πράττεσθαι συνωμοτικῶς, καὶ τοῦτο διαβάλλει μάλιστα τὰς ἑταιρείας καὶ φιλίας· ἀληθινὴν μὲν ἔχθραν ἢ διαφορὰν οὐδεμίαν ἑαυτοῖς ὑπολειπτέον,1 ὡς ὁ τῶν Χίων δημαγωγὸς Ὀνομάδημος οὐκ εἴα τῇ στάσει κρατήσας πάντας ἐκβάλλειν τοὺς ὑπεναντίους ὅπως ἔφη μὴ πρὸς τοὺς φίλους ἀρξώμεθα διαφέρεσθαι, τῶν ἐχθρῶν παντάπασιν ἀπαλλαγέντες. τοῦτο μὲν γὰρ εὔηθες· ἀλλʼ, ὅταν ὑπόπτως ἔχωσιν οἱ πολλοὶ πρός τι πρᾶγμα καὶ μέγα καὶ σωτήριον, οὐ δεῖ πάντας ὥσπερ ἀπὸ συντάξεως ἥκοντας τὴν αὐτὴν λέγειν γνώμην, ἀλλὰ καὶ δύο καὶ τρεῖς διαστάντας ἀντιλέγειν ἠρέμα τῶν φίλων, εἶθʼ ὥσπερ ἐξελεγχομένους μετατίθεσθαι2 συνεφέλκονται γὰρ οὕτω τὸν δῆμον, ὑπὸ τοῦ συμφέροντος ἄγεσθαι δόξαντες ἐν μέντοι τοῖς ἐλάττοσι καὶ πρὸς μέγα μηδὲν διήκουσιν οὐ χεῖρόν ἐστι καὶ ἀληθῶς ἐᾶν διαφέρεσθαι τοὺς φίλους,ἕκαστον ἰδίῳ λογισμῷ χρώμενον, ὅπως περὶ τὰ κυριώτατα καὶ μέγιστα φαίνωνται πρὸς τὸ βέλτιστον οὐκ ἐκ παρασκευῆς ὁμοφρονοῦντες.

鉴于任何民众对于从政者皆心存恶意与吹毛求疵之念,且许多有益之举,若无党派纷争与意见对立,便会被怀疑是密谋行事——而这最会使党社与友谊蒙受诋毁——因此绝不可为自己留下真正的仇怨或分歧。〔不可〕如基奥斯的民意领袖奥诺马德莫斯在内争中取胜后,不容许将所有对手尽数驱逐,说道:‘免得我们在彻底摆脱敌人之后,反倒开始与朋友相争。’此举实为愚妄。其实,当众人对某项关乎存亡的重大举措心存疑虑时,众人不应如同事先串通好一般陈述同一意见,而应由两三位同僚友人出列,温和地提出异议,随后再如同被驳倒一般改变立场;盖因以此方式,他们看似受公益所引导,方能将民众一同争取过来。然而,在微不足道且无关宏旨之事上,任由友人们各抒己见、真正持有异议亦未尝不可,如此一来,在最关键与重大的事情上,众人为了至善而达成共识,才不致显得是事先合谋。

§17

φύσει μὲν οὖν ἄρχων ἀεὶ πόλεως ὁ πολιτικὸς ὥσπερ ἡγεμὼν ἐν μελίτταις, καὶ τοῦτο χρὴ διανοούμενον ἔχειν τὰ δημόσια διὰ χειρός· ἃς δʼ ὀνομάζουσιν ἐξουσίας καὶ χειροτονοῦσιν ἀρχὰς μήτʼ ἄγαν διώκειν καὶ πολλάκις, οὐ γὰρ σεμνὸν οὐδὲ δημοτικὸν ἡ φιλαρχία· μήτʼ ἀπωθεῖσθαι, τοῦ δήμου κατὰ νόμον διδόντος καὶ καλοῦντος ἀλλὰ κἂν ταπεινότεραι τῆς δόξης ὦσι, δέχεσθαι καὶ συμφιλοτιμεῖσθαι δίκαιον γὰρ ὑπὸ τῶν μειζόνων κοσμουμένους ἀρχῶν ἀντικοσμεῖν τὰς,·ʼ ἐλάττονας, καὶ τῶν μὲν βαρυτέρων οἷον στρατηγίας Ἀθήνησι καὶ πρυτανείας ἐν Ῥόδῳ καὶ βοιωταρχίας παρʼ ἡμῖν, ὑφίεσθαὶ τι καὶ παρενδιδόναι μετριάζοντα ταῖς δὲ μικροτέραις ἀξίωμα προστιθέναι καὶ ὄγκον, ὅπως μήτε περὶ ταύτας εὐκαταφρόνητοι μήτε ἐπίφθονοι περὶ ἐκείνας ὦμεν. εἰσιόντα δʼ εἰς ἅπασαν ἀρχὴν οὐ μόνον ἐκείνους δεῖ προχειρίζεσθαι τοὺς λογισμούς, οὓς ὁ Περικλῆς αὑτὸν ὑπεμίμνησκεν ἀναλαμβάνων τὴν χλαμύδα πρόσεχε, Περίκλεις ἐλευθέρων ἄρχεις, Ἑλλήνων ἄρχεις, πολιτῶν Ἀθηναίων· ἀλλὰ κἀκεῖνο λέγειν πρὸς ἑαυτὸν ἀρχόμενος ἄρχεις, ὑποτεταγμένης πόλεως ἀνθυπάτοις, ἐπιτρόποις Καίσαρος·3 οὐ ταῦτα λόγχη πεδιάς, οὐδʼ αἱ παλαιαὶ Σάρδεις οὐδʼ ἡ Λυδῶν ἐκείνη δύναμις εὐσταλεστέραν δεῖ τὴν χλαμύδα ποιεῖν, καὶ βλέπειν ἀπὸ τοῦ στρατηγίου πρὸς τὸ βῆμα, καὶ τῷ στεφάνῳ μὴ πολὺ φρονεῖν μηδὲ πιστεύειν, ὁρῶντα τοὺς καλτίους ἐπάνω τῆς κεφαλῆς· ἀλλὰ μιμεῖσθαι τοὺς ὑποκριτάς, πάθος μὲν ἴδιον καὶ ἦθος καὶ ἀξίωμα τῷ ἀγῶνι προστιθέντας, τοῦ δʼ ὑποβολέως ἀκούοντας καὶ μὴ παρεκβαίνοντας τοὺς ῥυθμοὺς καὶ τὰ μέτρα τῆς διδομένης ἐξουσίας ὑπὸ τῶν κρατούντων. ἡ γὰρ ἔκπτωσις οὐ φέρει συριγμὸν οὐδὲ χλευασμὸν οὐδὲ κλωγμόν, ἀλλὰ πολλοῖς μὲν ἐπέβη "δεινὸς κολαστὴς πέλεκυς αὐχένος τομεύς," ὡς τοῖς περὶ Παρδάλαν τὸν ὑμέτερον ἐκλαθομένοις τῶν ὅρων ὁ δέ τις ἐκριφεὶς εἰς νῆσον γέγονε κατὰ τὸν Σόλωνα "Φολεγάνδριος ἢ Σικινήτης, ἀντί.,γʼ Ἀθηναίου πατρίδʼ ἀμειψάμενος." τὰ μὲν γὰρ μικρὰ παιδία τῶν πατέρων ὁρῶντες ἐπιχειροῦντα τὰς κρηπῖδας ὑποδεῖσθαι καὶ τοὺς στεφάνους περιτίθεσθαι μετὰ παιδιᾶς γελῶμεν, οἱ δʼ ἄρχοντες ἐν ταῖς πόλεσιν ἀνοήτως τὰ τῶν προγόνων ἔργα καὶ φρονήματα καὶ πράξεις ἀσυμμέτρους τοῖς παροῦσι καιροῖς καὶ πράγμασιν οὔσας μιμεῖσθαι κελεύοντες ἐξαίρουσι τὰ πλήθη, γέλωτά τε ποιοῦντες οὐκέτι γέλωτος ἄξια πάσχουσιν, ἂν μὴ πάνυ καταφρονηθῶσι. πολλὰ γὰρ ἔστιν ἄλλα τῶν πρότερον Ἑλλήνων διεξιόντα τοῖς νῦν ἠθοποιεῖν καὶ σωφρονίζειν, ὡς Ἀθήνησιν ὑπομιμνήσκοντα μὴ τῶν πολεμικῶν, ἀλλʼ οἷόν ἐστι τὸ ψήφισμα τὸ τῆς ἀμνηστίας ἐπὶ τοῖς τριάκοντα· καὶ τὸ ζημιῶσαι Φρύνιχον τραγῳδίᾳ διδάξαντα τὴν Μιλήτου ἅλωσιν· καὶ ὅτι, Θήβας Κασάνδρου κτίζοντος, ἐστεφανηφόρησαν τὸν δʼ ἐν Ἄργει πυθόμενοι σκυταλισμόν, ἐν ᾧ πεντακοσίους καὶ χιλίους ἀνῃρήκεσαν ἐξ αὑτῶν οἱ Ἀργεῖοι, περιενεγκεῖν καθάρσιον περὶ τὴν ἐκκλησίαν ἐκέλευσαν ἐν· δὲ τοῖς Ἁρπαλείοις τὰς οἰκίας ἐρευνῶντες μόνην τὴν τοῦ γεγαμηκότος νεωστὶ παρῆλθον. ταῦτα γὰρ καὶ νῦν ἔξεστι ζηλοῦντας ἐξομοιοῦσθαι τοῖς προγόνοις· τὸν δὲ Μαραθῶνα καὶ τὸν Εὐρυμέδοντα καὶ τὰς Πλαταιάς, καὶ ὅσα τῶν παραδειγμάτων οἰδεῖν ποιεῖ καὶ φρυάττεσθαι διακενῆς τοὺς πολλούς, ἀπολιπόντας ἐν ταῖς σχολαῖς τῶν σοφιστῶν.4

从政者按其本性而言,本就如同蜂群中的蜂王一般,恒为城邦的统治者,心怀此念方可行使公权力;然而对于世人所谓的特权以及经投票选出的官职,则既不可过度且频繁地谋求——盖因恋栈权位既不威严亦非平民作风——亦不可在民众依法授职与征召时予以拒绝;纵使官阶低于自身声望,亦当受之并同心竭尽职守。因为受较高官职增色之人,理应反过来润色较低之官职,且在如雅典的将军、罗得岛的行政长官以及我们当地的波奥提亚长官等更为繁重的职位上,当有所收敛、稍作退让以示节制,对微小之职分则当增添尊严与分量,免得我们在小职上遭人轻蔑,在大位上为人所忌。凡就任任何官职之际,不仅应当备好伯里克利披上统帅战袍时提醒自己的那些思绪: ‘留心,伯里克利,你所统治的是自由人,统治的是希腊人,是雅典的公民’;更当对自己言道: ‘你虽在统治,自身亦受统治,所统治的是臣服于资深执政官与凯撒总督的城邦;此地并非平原之长矛,亦非古老之萨耳狄斯或吕底亚人之昔日威权。’ 应当使战袍更为简朴,从将领营帐望向民众讲坛,切莫因戴着冠冕而心高气傲或过分自恃,须见罗马长靴高悬于头顶之上;反而应当效法戏子伶人,虽在竞赛中倾注自身的情感、品格与尊严,却须听从提词人的指令,绝不逾越统治者所赐权柄的节奏与限度。因为一旦跌落,招来的绝非嘘声、嘲弄或咂舌之声,而是如降临在众人头上那般: ‘断颈之利斧,可怖之刑者’,正如降临在你们当地忘却本分极限的帕尔达拉斯党羽身上;另有人则被流放孤岛,如梭伦诗云: ‘弃绝了雅典之故土,化身为佛勒甘德罗斯或锡基诺斯之岛民。’ 盖因我们目睹幼童试穿父辈之鞋履、佩戴其冠冕,固然会付之一笑;然而城邦中的长官若愚昧地号召民众效法与当今时势情境不相称的先祖功业、气魄与行径,以此激荡大众,则他们在沦为笑柄之余,若非因彻底遭人鄙夷而幸免,所招致的下场将绝非儿戏。因为昔日希腊人尚有诸多其他事迹,述之可陶冶并规范今人的德性:例如在雅典,当提醒人们铭记的并非戎马兵事,而是诸如三十人寡头之后的宽赦法令;又如因弗吕尼科斯以悲剧形式排演米利都沦陷之事而对其课以罚金;以及在卡山德重建忒拜之际,雅典人头戴花冠以示庆贺;闻得阿尔戈斯发生棍击事变——阿尔戈斯人屠戮了本邦一千五百人——雅典人遂下令在公民大会周围行洁净之礼;又如在哈尔帕罗斯事件中搜查民宅时,唯独避开了新婚者之宅邸。凡此种种,今人皆可效法并看齐先祖;然而马拉松、欧律墨冬与普拉提亚等诸大战役,以及凡是致使大众徒然膨胀傲慢的范例,则当任由其留在智者学舍之中。

语法注4 条
  1. 16ἀληθινὴν μὲν ἔχθραν ἢ διαφορὰν οὐδεμίαν ἑαυτοῖς ὑπολειπτέον

    动形容词 ὑπολειπτέον 构成无人称必然表达(省略 ἔστι),反身与格 ἑαυτοῖς 表获益(“为自己”,指代隐含的从政者),构成承接前文 ἐπεί 从句的主句核心。随后的 ὡς 引入举例(“正如奥诺马德莫斯不许……”),然而该例证并非正面推崇,而是作为下一句 τοῦτο μὲν γὰρ εὔηθες(“此举实为愚妄”)所反驳的反面教材。

  2. 813bἀλλʼ ὅταν ὑπόπτως ἔχωσιν οἱ πολλοὶ πρός τι πρᾶγμα καὶ μέγα καὶ σωτήριον, οὐ δεῖ πάντας ὥσπερ ἀπὸ συντάξεως ἥκοντας τὴν αὐτὴν λέγειν γνώμην, ἀλλὰ καὶ δύο καὶ τρεῖς διαστάντας ἀντιλέγειν ἠρέμα τῶν φίλων, εἶθʼ ὥσπερ ἐξελεγχομένους μετατίθεσθαι

    该句由 οὐ δεῖ πάντας... ἀλλὰ (δεῖ) καὶ δύο καὶ τρεῖς... 的对比结构组成。不定式 λέγειν 与 ἀντιλέγειν... εἶτα μετατίθεσθαι 均受 δεῖ 支配。分词 διαστάντας 和 ἐξελεγχομένους 均为宾格分词,与不定式的逻辑主语(δύο καὶ τρεῖς τῶν φίλων)保持性数格一致。其后的 συνεφέλκονται 为主动词,说明该策略如何赢得民众。

  3. 813eἀρχόμενος ἄρχεις, ὑποτεταγμένης πόλεως ἀνθυπάτοις, ἐπιτρόποις Καίσαρος

    在 ἀρχόμενος ἄρχεις(“在受统治中进行统治”)一句中,分词 ἀρχόμενος 表让步或伴随。属格短语 ὑποτεταγμένης πόλεως 作动词 ἄρχεις 的宾语属格(支配“一个臣服于……的城邦”),与格 ἀνθυπάτοις 与 ἐπιτρόποις 依附于分词 ὑποτεταγμένης。

  4. 814cτὸν δὲ Μαραθῶνα καὶ τὸν Εὐρυμέδοντα καὶ τὰς Πλαταιάς, καὶ ὅσα τῶν παραδειγμάτων οἰδεῖν ποιεῖ καὶ φρυάττεσθαι διακενῆς τοὺς πολλούς, ἀπολιπόντας ἐν ταῖς σχολαῖς τῶν σοφιστῶν

    篇末的不定式/分词结构中,宾格分词 ἀπολιπόντας 与隐含的从政者(ἡμᾶς 或 τοὺς πολιτικούς)保持一致,承接前文表示义务或规范的语境(由 ἔξεστι 或隐含的 δεῖ 所引领),表示“应当将……撇在……”。马拉松、欧律墨冬、普拉提亚等宾格专有名词均为 ἀπολιπόντας 的直接宾语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg118.humanitext-grc2:16-17