- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. V. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1893.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg118.humanitext-grc2:15#2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
文章援引提梅西亚斯等人招致民怨的典故,论述政治家不应事必躬亲、独揽大权,而应效法伯里克利因材适用、分工授权,并力戒涉足非自身所长之职。
τοῦθʼ ὁ Τιμησίας ἀκούσας καὶ συνεὶς τὸν διήκοντα διὰ πάντων αὑτοῦ φθόνον, ἀναστρέψας ἔφρασε τὸ πρᾶγμα τῇ γυναικί, καὶ κελεύσας ἕπεσθαι συνεσκευασμένην εὐθὺς ἀπὸ τῶν θυρῶν ᾤχετʼ ἀπιὼν ἐκ τῆς πόλεως. ἔοικε δὲ καὶ Θεμιστοκλῆς, τοιούτου τινὸς ἀπαντῶντος αὐτῷ παρὰ τῶν Ἀθηναίων, εἰπεῖν τί, μακάριοι, κοπιᾶτε πολλάκις εὖ πάσχοντες; Τῶν δὲ τοιούτων τὰ μὲν ὀρθῶς τὰ δʼ οὐκ εὖ λέλεκται. τῇ μὲν γὰρ εὐνοίᾳ καὶ κηδεμονίᾳ δεῖ μηδενὸς ἀφεστάναι τῶν κοινῶν, ἀλλὰ πᾶσι προσέχειν καὶ γιγνώσκειν ἕκαστα, μηδʼ ὥσπερ ἐν πλοίῳ σκεῦος ἱερὸν ἀποκεῖσθαι1 τὰς ἐσχάτας περιμένοντα χρείας τῆς πόλεως καὶ τύχας ἀλλʼ ὡς οἱ κυβερνῆται τὰ μὲν ταῖς χερσὶ διʼ αὑτῶν πράττουσι, τὰ δʼ ὀργάνοις ἑτέροις διʼ ἑτέρων ἄπωθεν καθήμενοι περιάγουσι καὶ στρέφουσι, χρῶνται δὲ καὶ ναύταις καὶ πρῳρεῦσι καὶ κελευσταῖς, καὶ τούτων ἐνίους ἀνακαλούμενοι πολλάκις εἰς πρύμναν ἐγχειρίζουσι τὸ πηδάλιον οὕτω τῷ πολιτικῷ προσήκει παραχωρεῖν μὲν ἑτέροις ἄρχειν καὶ προσκαλεῖσθαι πρὸς τὸ βῆμα μετʼ εὐμενείας καὶ φιλανθρωπίας, κινεῖν δὲ μὴ πάντα τὰ τῆς πόλεως τοῖς αὑτοῦ λόγοις καὶ ψηφίσμασιν ἢ πράξεσιν, ἀλλʼ ἔχοντα πιστοὺς καὶ ἀγαθοὺς ἄνδρας ἕκαστον ἑκάστῃ χρείᾳ κατὰ τὸ οἰκεῖον προσαρμόττειν ὡς Περικλῆς Μενίππῳ μὲν ἐχρῆτο πρὸς τὰς στρατηγίας, διʼ Ἐφιάλτου δὲ τὴν ἐξ Ἀρείου πάγου βουλὴν ἐταπείνωσε, διὰ δὲ Χαρίνου τὸ κατὰ Μεγαρέων ἐκύρωσε ψήφισμα, Λάμπωνα δὲ Θουρίων οἰκιστὴν ἐξέπεμψεν. οὐ γὰρ μόνον, τῆς δυνάμεως εἰς πολλοὺς διανέμεσθαι δοκούσης, ἧττον ἐνοχλεῖ τῶν φθόνων τὸ μέγεθος, ἀλλὰ καὶ τὰ τῶν χρειῶν ἐπιτελεῖται μᾶλλον. ὡς γὰρ ὁ τῆς χειρὸς εἰς τοὺς δακτύλους μερισμὸς οὐκ ἀσθενῆ πεποίηκεν ἀλλὰ τεχνικὴν καὶ ὀργανικὴν αὐτῆς τὴν χρῆσιν, οὕτως ὁ πραγμάτων ἑτέροις ἐν πολιτείᾳ μεταδιδοὺς ἐνεργοτέραν ποιεῖ τῇ κοινωνίᾳ τὴν πρᾶξιν ὁ δʼ ἀπληστίᾳ δόξης ἢ δυνάμεως πᾶσαν αὑτῷ τὴν πόλιν ἀνατιθεὶς καὶ πρὸς ὃ μὴ πέφυκε μηδʼ ἤσκηται προσάγων αὑτόν, ὡς Κλέων πρὸς τὸ στρατηγεῖν Φιλοποίμην δὲ πρὸς τὸ ναυαρχεῖν Ἀννίβας δὲ πρὸς τὸ δημηγορεῖν, οὐκ ἔχει παραίτησιν ἁμαρτάνων ἀλλὰ προσακούει τὸ τοῦ Εὐριπίδου "τέκτων γὰρ ὢν ἔπρασσες οὐ ξυλουργικά" λέγειν ἀπίθανος ὢν ἐπρέσβευες ἢ ῥᾴθυμος ὢν ὠκονόμεις, ψήφων ἄπειρος ἐταμίευες ἢ γέρων καὶ ἀσθενὴς ἐστρατήγεις. Περικλῆς δὲ καὶ πρὸς Κίμωνα διενείματο τὴν δύναμιν, αὐτὸς μὲν ἄρχειν ἐν ἄστει, τὸν δὲ πληρώσαντα τὰς ναῦς τοῖς βαρβάροις πολεμεῖν· ἦν γὰρ ὁ μὲν πρὸς πολιτείαν ὁ δὲ πρὸς πόλεμον εὐφυέστερος. ἐπαινοῦσι δὲ καὶ τὸν Ἀναφλύστιον Εὔβουλον, ὅτι πίστιν ἔχων ἐν τοῖς μάλιστα καὶ δύναμιν οὐδὲν τῶν Ἑλληνικῶν ἔπραξεν οὐδʼ ἐπὶ στρατηγίαν ἦλθεν, ἀλλʼ ἐπὶ τὰ χρήματα τάξας ἑαυτὸν ηὔξησε τὰς κοινὰς προσόδους καὶ μεγάλα τὴν πόλιν ἀπὸ τούτων ὠφέλησεν. Ἰφικράτης δὲ καὶ μελέτας λόγων, ποιούμενος ἐν οἴκῳ πολλῶν παρόντων, ἐχλευάζετο καὶ γὰρ εἰ λογεὺς ἀγαθὸς ἀλλὰ μὴ φαῦλος ἦν, ἔδει τὴν, ἐν τοῖς ὅπλοις δόξαν ἀγαπῶντα τῆς σχολῆς ἐξίστασθαι τοῖς σοφισταῖς.2
提梅西亚斯听闻此言,方知对自己的嫉恨已遍及全体民众;他折返回家,将此事告知妻子,并令她收拾行装随行,随即迳自跨出家门,离开了城邦。特米斯托克利在受到雅典人类似对待时,似乎亦曾说道: “有福的人们啊,你们为何因屡受恩惠而感到厌倦呢?” 然而对于此类言论,有的说得在理,有的则并不恰当。盖因在善意与关怀上,政治家绝不可脱离公共事务的任何一部分,而须明察万事、通晓细务,不可如同船上的圣器那般被束之高阁,唯待城邦遭遇绝境与命运危亡之际才被动用;但正如舵手们某些事情亲手操作,另一些事情则端坐远处、借助其他器具并通过他人来调遣调度,役使水手、船首观察员和号令官,且常常将其中一些人唤至船尾把舵托付给他们——同样,政治家亦应当向他人让出官职,以仁慈与善意延揽他们登上讲坛,而非凭一己之言论、法令或行动包揽城邦的所有运转;他应当网罗忠诚贤良之士,依其各自特长因材适用。正如伯里克利起用梅尼普斯担任将军,假手埃菲阿尔特斯压制阿雷奥帕戈斯议事会,通过查理努斯通过针对墨伽拉的法令,并派遣兰彭为苏里伊的建城领袖。因为,当权力看似分散给众人时,不仅嫉妒的势头所带来的困扰会减轻,各项政务需求亦能得到更妥善的落实。正如手部分裂为手指并未使其变得软弱无力,反而使它的使用更为灵巧适用一样,在政界中与他人分担政务的人,通过协力共事使公共行动更加卓有成效。反之,若有人出于对名声或权力的贪得无厌,将整个城邦揽于己身,强行投身于自己既无天赋又未受训练的事务——正如克里昂投身于统兵,菲洛波伊门投身于统帅海军,汉尼拔投身于大众演说——这等人在犯错时便毫无推脱之辞,反而不得不听闻欧里庇得斯的诗句: “你既为木匠,所操弄者却非木作;” 亦即:“你口才缺乏说服力却出任使节,或生性怠惰却操办家政财政,不谙账目却任司库,抑或年老体弱却执掌兵权。”相比之下,伯里克利甚至与客蒙分掌大权:自己留居城内执政,让客蒙充实舰员去与蛮族交战;盖因前者在政务上更具天赋,而后者在军事上更有才干。人们亦称赞阿纳弗吕斯托斯人欧布鲁斯,因为他虽拥有极高的威信与权势,却既不插手全希腊事务,亦不谋求将帅之位,而是专注于财政管理,增加了公共收入,藉此极大地造福了城邦。伊菲克拉特斯则因在家中当着众人的面练习演讲修辞而遭人讥讽;盖因纵使他是一位优秀而绝非拙劣的演说者,亦本该安于兵戈武功之名誉,而将学舍辩论让予智者学士。
- 812bμηδʼ ὥσπερ ἐν πλοίῳ σκεῦος ἱερὸν ἀποκεῖσθαι
由非人称动词 δεῖ 所支配的“带对格的不定式”结构的一部分。不定式 ἀποκεῖσθαι 的逻辑主语为政治家,与比喻中的“船上圣器”(σκεῦος ἱερὸν,指遇极端危难时方才动用的神圣备用锚或应急用具)形成类比,警戒政治家切不可平时完全不问公事而唯待危机时才现身。
- 813aἔδει τὴν, ἐν τοῖς ὅπλοις δόξαν ἀγαπῶντα τῆς σχολῆς ἐξίστασθαι τοῖς σοφισταῖς
传抄文本中的逗号属标点讹误,τὴν ἐν τοῖς ὅπλοις δόξαν 实为分词 ἀγαπῶντα(其对格修饰未明言的逻辑主语伊菲克拉特斯)之直接宾语。过去未完成时 ἔδει 加不定式(不带 ἄν)为习惯用法,表达过去未曾实现的义务或理当发生之事(“本应当让出”)。
