← 普鲁塔克

从政指南

§15#1

琐碎公务的尽责与过度干预的戒除

普鲁塔克对比了主张凡事事必躬亲、尽职于细务的观点(如加图、伊帕密浓达及作者自身)与主张仅留心重大国务的观点(如伯里克利),告诫政治家切勿因过度的好胜心而包揽一切政务,以免招致民众的厌烦与嫉恨。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§15#1

πολιτείας δʼ οἱ μὲν εἰς ἅπαν ἐνδύονται μέρος, ὥσπερ ὁ Κάτων, οὐδεμιᾶς ἀξιοῦντες εἰς δύναμιν ἀπολείπεσθαι φροντίδος οὐδʼ ἐπιμελείας τὸν ἀγαθὸν πολίτην·1 καὶ τὸν Ἐπαμεινώνδαν ἐπαινοῦσιν, ὅτι φθόνῳ καὶ πρὸς ὕβριν ἀποδειχθεὶς τελέαρχος ὑπὸ τῶν Θηβαίων οὐκ ἠμέλησεν, ἀλλʼ εἰπὼν ὡς οὐ μόνον ἀρχὴ ἄνδρα δείκνυσιν ἀλλὰ καὶ ἀρχὴν ἀνήρ, εἰς μέγα καὶ σεμνὸν ἀξίωμα προήγαγε τὴν τελεαρχίαν, οὐδὲν οὖσαν πρότερον ἀλλʼ περὶ τοὺς στενωποὺς ἐκβολῆς κοπρίων καὶ ῥευμάτων ἀποτροπῆς ἐπιμέλειάν τινα. κἀγὼ δʼ ἀμέλει παρέχω γέλωτα τοῖς παρεπιδημοῦσιν, ὁρώμενος ἐν δημοσίῳ περὶ τὰ τοιαῦτα πολλάκις· ἀλλὰ βοηθεῖ μοι τὸ τοῦ Ἀντισθένους μνημονευόμενον· θαυμάσαντος γάρ τινος, εἰ διʼ ἀγορᾶς αὐτὸς φέρει τάριχος, ἐμαυτῷ γʼ εἶπεν ἐγὼ δʼ ἀνάπαλιν πρὸς τοὺς ἐγκαλοῦντας, εἰ κεράμῳ παρέστηκα διαμετρουμένῳ2 καὶ φυράμασι καὶ λίθοις παρακομιζομένοις, οὐκ ἐμαυτῷ γέ φημι ταῦτʼ οἰκονομεῖν ἀλλὰ τῇ πατρίδι. καὶ γὰρ εἰς ἄλλα πολλὰ μικρὸς ἄν τις εἴη καὶ γλίσχρος αὑτῷ διοικῶν καὶ διʼ αὑτὸν πραγματευόμενος· εἰ δὲ δημοσίᾳ καὶ διὰ τὴν πόλιν, οὐκ ἀγεννής, ἀλλὰ μεῖζον τὸ μέχρι μικρῶν ἐπιμελὲς καὶ πρόθυμον. ἕτεροι δὲ σεμνότερον οἴονται καὶ μεγαλοπρεπέστερον εἶναι τὸ τοῦ Περικλέους· ὧν καὶ Κριτόλαός ἐστιν ὁ Περιπατητικὸς ἀξιῶν, ὥσπερ ἡ Σαλαμινία ναῦς Ἀθήνησι καὶ ἡ Πάραλος οὐκ ἐπὶ πᾶν ἔργον ἀλλʼ ἐπὶ τὰς ἀναγκαίας καὶ μεγάλας κατεσπῶντο πράξεις, οὕτως ἑαυτῷ πρὸς τὰ κυριώτατα καὶ μέγιστα χρῆσθαι, ὡς ὁ τοῦ κόσμου βασιλεύς, "τῶν ἄγαν γὰρ ἅπτεται θεός, τὰ μικρὰ δʼ εἰς τύχην ἀνεὶς ἐᾷ" κατὰ τὸν Εὐριπίδην. οὐδὲ γὰρ τοῦ Θεαγένους τὸ φιλότιμον ἄγαν καὶ φιλόνεικον ἐπαινοῦμεν, ὃς οὐ μόνον τὴν περίοδον νενικηκὼς ἀλλὰ καὶ πολλοὺς ἀγῶνας, οὐ παγκρατίῳ μόνον ἀλλὰ καὶ πυγμῇ καὶ δολίχῳ, τέλος ἡρῷα δειπνῶν ἐπιταφίου τινός, ὥσπερ εἰώθει, προτεθείσης ἅπασι τῆς μερίδος, ἀναπηδήσας διεπαγκρατίασεν, ὡς οὐδένα νικᾶν δέον αὐτοῦ παρόντος·3 ὅθεν ἤθροισε χιλίους καὶ διακοσίους στεφάνους, ὧν συρφετὸν ἄν τις ἡγήσαιτο τοὺς πλείστους. οὐδὲν οὖν τούτου διαφέρουσιν οἱ πρὸς πᾶσαν ἀποδυόμενοι πολιτικὴν πρᾶξιν, ἀλλὰ μεμπτούς τε ταχὺ ποιοῦσιν ἑαυτοὺς τοῖς πολλοῖς, ἐπαχθεῖς τε γίγνονται καὶ κατορθοῦντες ἐπίφθονοι, κἂν σφαλῶσιν, ἐπίχαρτοι, καὶ τὸ θαυμαζόμενον αὐτῶν ἐν ἀρχῇ τῆς ἐπιμελείας εἰς χλευασμὸν ὑπονοστεῖ καὶ γέλωτα. τοιοῦτον τὸ "Μητίοχος μὲν γὰρ στρατηγεῖ, Μητίοχος δὲ τὰς ὁδούς, Μητίοχος δʼ ἄρτους ἐπωπᾷ, Μητίοχος δὲ τἄλφιτα, Μητίοχος δὲ πάντʼ ἀκεῖται, Μητίοχος δʼ οἰμώξεται." τῶν Περικλέους οὗτος εἷς ἦν ἑταίρων, τῇ διʼ ἐκεῖνον, ὡς ἔοικε, δυνάμει χρώμενος ἐπιφθόνως καὶ κατακόρως. δεῖ δέ, ὥς φασιν, ἐρῶντι τῷ δήμῳ τὸν πολιτικὸν προσφέρεσθαι4 καὶ μὴ παρόντος ἑαυτοῦ πόθον ἐναπολείπειν· ὃ καὶ Σκιπίων ὁ Ἀφρικανὸς ἐποίει πολὺν χρόνον ἐν ἀγρῷ διαιτώμενος, ἅμα καὶ τοῦ φθόνου τὸ βάρος ἀφαιρῶν καὶ διδοὺς ἀναπνοὴν τοῖς πιέζεσθαι δοκοῦσιν ὑπὸ τῆς ἐκείνου δόξης. Τιμησίας δʼ ὁ Κλαζομένιος τὰ μὲν ἄλλα ἦν περὶ τὴν πόλιν ἀνὴρ ἀγαθός, τῷ δὲ πάντα πράσσειν διʼ ἑαυτοῦ φθονούμενος ἠγνόει καὶ μισούμενος, ἕως αὐτῷ συνέβη τι τοιοῦτον· ἔτυχον ἐν ὁδῷ παῖδες ἐκ λάκκου τινὸς ἀστράγαλον ἐκκόπτοντες, ἐκείνου παριόντος· ὧν οἱ μὲν ἔφασκον μένειν, ὁ δὲ πατάξας οὕτως εἶπεν ἐκκόψαιμι Τιμησίου τὸν ἐγκέφαλον, ὡς οὗτος ἐκκέκοπται.

在治国理政中,有人投身于每一个部门,正如加图那般,认为优秀的公民应当尽其所能,不疏忽任何关照与监管。他们亦赞扬伊帕密浓达:当忒拜人出于嫉妒与侮辱之意而任命他为司工官时,他并未玩忽职守,反而说道不仅官职显明其人,人亦能光大官职;他将司工官这一原本微不足道、仅负责清扫小巷粪便与排泄积水的杂职,提升至崇高而庄重的地位。事实上,我因常被人看见在公共场合过问此类事务,无疑亦为外来旅人提供了笑料;然而安提斯泰尼的传世之言却助我解围。盖因曾有人对安提斯泰尼亲自穿过市集运送咸鱼大感惊异,他答道:“这是为我自己运的!”我反过来对那些因我站在现场计量砖瓦、督运砂浆与石料而责难我的人说道,我操办这些并非为我自己,而是为了城邦祖国。因为在许多其他事情上,若为自己而操持、为自身而奔波,人固然显得琐碎卑陋;但若在公域之内且为了城邦,此举非但不下贱,这等直至微末小事的细致与热忱反倒更为伟大。然而另一些人则认为伯里克利的方式更为威严宏阔。漫步学派的克里托拉奥斯便是其一,他主张正如雅典的萨拉米尼亚号与帕拉罗斯号并非为凡常任务出海,而唯有在关乎必要与重大的行动中才下水,政治家亦应当如宇宙之王那般,仅将自身付诸于最核心与最重大的事物,正如欧里庇得斯所言: “ 神明过问极关宏大者, 琐屑细故则委任机运放任之。” 盖因我们亦不会称赞泰阿根尼斯那过度的功名心与好胜欲。他不仅在大满贯竞技中夺魁,还在无数比赛中获胜,不仅在混斗中,亦在拳击与长跑中称雄;最终在某位英雄的追悼宴席上,正当按惯例为众人摆上肉品份额时,他竟跃起进行混斗较量,仿佛只要他在场,便决不允许他人获胜一般。由此他累积了一千二百顶桂冠,然而人们会将其中绝大部分视若草芥。是故,那些动辄卷起袖子投身于一切政务的人与他毫无二致,他们很快会使自己在民众眼中变得招人指责,令人厌烦;成功则招致嫉妒,受挫则受人幸灾乐祸,起初对其勤勉的赞叹亦沦为讥弄与笑柄。正如诗句所云: “盖因梅提奥科斯统领军队, 梅提奥科斯修治道路, 梅提奥科斯监察面包,梅提奥科斯巡视麦粉, 梅提奥科斯修补万物,梅提奥科斯必将痛哭流涕。” 此人乃伯里克利之密友,借其威势行事,似乎既招人怨恨又漫无节制。正如俗话所言,政治家对待人民应当宛如对待一位情人,须在其不在场时留下渴望;大西庇阿长期居于乡间庄园亦是出于此道,既消除了嫉妒的沉重负担,亦让那些感到被其光芒压制的人得以喘息。而克拉佐美奈的提梅西亚斯在其他方面本是城邦的贤士,却因凡事皆由自己一手包办而饱受嫉恨,自己却浑然不知,直至遭遇了这样一桩事:当时他正路过,适逢一群孩童在街上从坑穴中击打出羊拐骨,其中一些孩童声称拐骨仍在坑内,而击打的孩童则喊道: “但愿我能击碎提梅西亚斯的脑壳, 正如这块拐骨被击打出来一般!”

语法注4 条
  1. 15οὐδεμιᾶς ἀξιοῦντες εἰς δύναμιν ἀπολείπεσθαι φροντίδος οὐδʼ ἐπιμελείας τὸν ἀγαθὸν πολίτην

    动词 ἀξιόω(认为应当、要求)支配“宾格+不定式”结构,其中 τὸν ἀγαθὸν πολίτην 为不定式 ἀπολείπεσθαι 的逻辑主语。动词 ἀπολείπομαι 支配表示分离或缺乏的属格(οὐδεμιᾶς... φροντίδος οὐδʼ ἐπιμελείας),意为“怠慢、疏忽、落后于”。介词短语 εἰς δύναμιν(尽力所及、按其能力)修饰整个不定式短语。

  2. 811cεἰ κεράμῳ παρέστηκα διαμετρουμένῳ

    连词 εἰ 引导从句,充当表责备的分词 τοὺς ἐγκαλοῦντας 的支配对象。此处并非单纯的假设条件(“如果”),而是古希腊语中紧随表示惊异、责备等情感动词(如 θαυμάζω, ἐγκαλέω)之后,委婉引出客观事实的用法(“对……这一事实表示指责”)。这与前文 θαυμάσαντος... εἰ διʼ ἀγορᾶς αὐτὸς φέρει τάριχος 中的 εἰ 结构严格呼应。

  3. 811eὡς οὐδένα νικᾶν δέον αὐτοῦ παρόντος

    此结构由无人称动词 δεῖ 的绝对宾格 δέον 及其前置连词 ὡς 构成。ὡς 表达行为主体(泰阿根尼斯)的主观动机或信念(“自以为应当……”),而 δέον 进一步支配“宾格+不定式”(οὐδένα νικᾶν,“任何人都不该获胜”)。αὐτοῦ παρόντος 为属格独立结构,表示伴随条件(“当他本人在场时”)。

  4. 811eἐρῶντι τῷ δήμῳ τὸν πολιτικὸν προσφέρεσθαι

    无人称动词 δεῖ 支配的“宾格+不定式”结构(逻辑主语为宾格 τὸν πολιτικόν,不定式为 προσφέρεσθαι)。中间态不定式 προσφέρεσθαι 接与格(ἐρῶντι τῷ δήμῳ),意为“对待、与……相处”。现在分词 ἐρῶντι 隐喻性地将民众比作“坠入爱河者/情人”,指政治家应当如同应对恋人一般与民众相处,通过适度的缺席保持神秘感与吸引力。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg118.humanitext-grc2:15#1