← 普鲁塔克

从政指南

§14#2

规劝过失者的方法与机智应对谩骂

作者论述了通过提及贤良父辈以及寓褒于贬来规劝犯错者的方法,告诫政治家切忌低俗谩骂,并列举事例说明面对侮辱时当以简练而机智的反驳予以回击。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§14#2

ὑπομνηστέον δὲ καὶ πατέρων ἀγαθῶν ἐνίους, ὅταν ἐξαμαρτάνωσιν οἷον Ὅμηρος "ἦ ὀλίγον οἷ παῖδα ἐοικότα γείνατο Τυδεύς·" καὶ πρὸς Σκιπίωνα τὸν Ἀφρικανὸν Ἄππιος ἐν ἀρχαιρεσίαις διαγωνιζόμενος, ἡλίκον ἄν εἶπεν ὦ Παῦλε, στενάξειας1 ὑπὸ γῆς, αἰσθόμενος ὅτι σου τὸν υἱὸν ἐπὶ τιμητικὴν ἀρχὴν καταβαίνοντα Φιλόνικος ὁ τελώνης δορυφορεῖ τὰ γὰρ τοιαῦτα νουθετεῖ τοὺς ἁμαρτάνοντας ἅμα καὶ κοσμεῖ τοὺς νουθετοῦντας. πολιτικῶς δὲ καὶ ὁ Νέστωρ ὁ τοῦ Σοφοκλέους ἀποκρίνεται λοιδορούμενος ὑπὸ τοῦ Αἴαντος "οὐ μέμφομαί σε· δρῶν γὰρ εὖ κακῶς λέγεις." καὶ Κάτων διενεχθεὶς πρὸς τὸν Πομπήιον ἐν οἷς ἐβιάζετο τὴν πόλιν μετὰ Καίσαρος, ἐπεὶ κατέστησαν εἰς πόλεμον, ἐκέλευσε Πομπηίῳ παραδοῦναι τὴν ἡγεμονίαν, ἐπειπὼν ὅτι τῶν αὐτῶν ἐστι καὶ ποιεῖν τὰ μεγάλα κακὰ καὶ παύειν.2 ὁ γὰρ μεμιγμένος ἐπαίνῳ ψόγος οὐκ ἔχων ὕβριν ἀλλὰ παρρησίαν, οὐδὲ θυμὸν ἀλλὰ δηγμὸν ἐμποιῶν καὶ μετάνοιαν, εὐμενὴς φαίνεται καὶ θεραπευτικός· αἱ δὲ λοιδορίαι τοῖς πολιτικοῖς ἣκιστα πρέπουσιν. ὅρα δὲ τὰ πρὸς Αἰσχίνην ὑπὸ Δημοσθένους εἰρημένα καὶ τὰ πρὸς τοῦτον ὑπʼ Αἰσχίνου, καὶ πάλιν ἃ πρὸς Δημάδην γέγραφεν Ὑπερείδης, εἰ Σόλων ἂν εἶπεν3 ἢ Περικλῆς ἢ Λυκοῦργος ὁ Λακεδαιμόνιος ἢ Πιττακὸς ὁ Λέσβιος. καίτοι γε καὶ Δημοσθένης ἐν τῷ δικανικῷ τὸ λοίδορον ἔχει μόνον, οἱ δὲ Φιλιππικοὶ καθαρεύουσι καὶ σκώμματος καὶ βωμολοχίας ἁπάσης· τὰ γὰρ τοιαῦτα τῶν ἀκουόντων μᾶλλον αἰσχύνει τοὺς λέγοντας, ἔτι δὲ καὶ σύγχυσιν ἀπεργάζεται τῶν πραγμάτων καὶ διαταράττει τὰ βουλευτήρια καὶ τὰς ἐκκλησίας. ὅθεν ἄρισθʼ ὁ Φωκίων ὑπεκστὰς τῷ λοιδοροῦντι καὶ παυσάμενος τοῦ λέγειν, ἐπεὶ μόλις ἐσιώπησεν ὁ ἄνθρωπος, αὖθις παρελθὼν οὐκοῦν ἔφη περὶ μὲν τῶν ἱππέων καὶ τῶν ὁπλιτῶν ἀκηκόατε, λείπεται δέ μοι περὶ τῶν ψιλῶν καὶ πελταστῶν διελθεῖν ἀλλʼ ἐπεὶ πολλοῖς γε δυσκάθεκτὸν ἐστι τὸ πρᾶγμα καὶ πολλάκις οὐκ ἀχρήστως οἱ λοιδοροῦντες ἐπιστομίζονται ταῖς ἀπαντήσεσιν, ἔστω βραχεῖα τῇ λέξει4 καὶ μὴ θυμὸν ἐμφαίνουσα μηδʼ ἀκραχολίαν, ἀλλὰ πραότητα μετὰ παιδιᾶς καὶ χάριτος ἁμωσγέπως δάκνουσαν· αἱ δʼ ἀντεπιστρέφουσαι μάλιστα τοιαῦται. καθάπερ γὰρ τῶν βελῶν ὅσα πρὸς τὸν βαλόντα φέρεται πάλιν ῥώμῃ τινὶ δοκεῖ καὶ στερεότητι τοῦ πληγέντος ἀνακρουόμενα τοῦτο πάσχειν· οὕτω τὸ λεχθὲν ὑπὸ ῥώμης καὶ συνέσεως τοῦ λοιδορηθέντος ἐπὶ τοὺς λοιδορήσαντας ἀναστρέφειν ἔοικεν· ὡς τὸ Ἐπαμεινώνδου πρὸς Καλλίστρατον, ὀνειδίζοντα Θηβαίοις καὶ Ἀργείοις τὴν Οἰδίποδος πατροκτονίαν καὶ τὴν Ὀρέστου μητροκτονίαν, ὅτι τοὺς ταῦτα ποιήσαντας ἡμῶν ἐκβαλόντων ὑμεῖς ἐδέξασθε καὶ τὸ Ἀνταλκίδου τοῦ Σπαρτιάτου πρὸς τὸν Ἀθηναῖον τὸν φήσαντα πολλάκις ὑμᾶς ἀπὸ τοῦ Κηφισοῦ ἐδιώξαμεν ἀλλʼ ἡμεῖς γʼ ὑμᾶς ἀπὸ τοῦ Εὐρώτα οὐδέποτε. χαριέντως δὲ καὶ ὁ Φωκίων, τοῦ Δημάδου κεκραγότος Ἀθηναῖοί σε ἀποκτενοῦσιν· ἄν γε μανῶσιν ἔφη σὲ δέ, ἂν σωφρονῶσι καὶ Κράσσος ὁ ῥήτωρ, Δομιτίου πρὸς αὐτὸν εἰπόντος οὐ σὺ μυραίνης ἐν κολυμβήθρᾳ σοι τρεφομένης εἶτʼ ἀποθανούσης ἔκλαυσας; ἀντηρώτησεν οὐ σὺ τρεῖς γυναῖκας ἔθαψας καὶ οὐκ ἐδάκρυσας; ταῦτα μὲν οὖν ἔχει τινὰ χρείαν καὶ πρὸς τὸν ἄλλον βίον.

当某些人犯错时,亦当使他们想起其贤良的父辈,正如荷马所云: “ 梯丢斯当真生了个极不像自己的儿子;” 又如阿庇乌斯在监察官竞选中与西庇阿·阿非利加努斯抗争时所言: “保卢斯啊, 若你得知自己的儿子下到广场竞选监察官时,竟有税吏斐洛尼库斯充当扈从, 你在九泉之下该发出何等深沉的叹息!” 盖因这等劝诫在规劝过失者的同时,亦使施戒者增添光彩。索福克勒斯笔下的涅斯托尔在遭埃阿斯辱骂时,亦极具政治家风度地答道: “我不责怪你;因为你虽行善事,言辞却甚是不当。” 加图曾因庞培与恺撒联手强暴城邦而与庞培相抗,但及至内战爆发,他却主张将全军统帅权移交给庞培,并说道,制造滔天大祸者与平息大祸者理应是同一批人。盖因夹杂着称赞的指责不带傲慢而富有坦诚,所引发的不是愤怒而是触痛与懊悔,因而显得宽仁且具疗救之效;而口出恶言对于政治家而言则是最不相宜的。试看德摩斯梯尼针对埃斯基涅斯所言、埃斯基涅斯针对德摩斯梯尼所言,以及许珀里得斯针对德玛德斯所著之辞,梭伦、伯里克利、斯巴达的吕库古抑或莱斯博斯的庇塔库斯是否会说出这等话来。况且,即便是德摩斯梯尼,亦仅在法庭演说中采用谩骂,而其《反腓力辞》中则绝无讥诮与粗俗之言;盖因这等言辞羞辱演说者甚于羞辱听众,更会使政务陷入混乱,扰乱议事会与公民大会。因此,福基翁的做法最为高明:当有人当面辱骂他时,他退让一旁暂停演说;待那人好不容易安静下来,他方再度走上前来说道: “那么, 关于骑兵与重装步兵,诸位已然听过,接下来我当论及轻装兵与盾牌兵。” 然而,既然对许多人而言克制乃难事,且通过反唇相讥使谩骂者闭嘴往往亦非无益,那么反驳之辞便应当措辞简短,不露怒意亦不显急躁,而在玩笑与风雅中保持温和,却又多少能刺痛对方;而那些反唇相讥、将攻势引回原处的言辞尤具此效。盖因正如飞射之物中,凡折返飞向投掷者自身的,皆被视为因被击中者的坚固与刚强而受到反弹;同样,说出的话亦似乎凭借受辱者的刚强与机智而折向施辱者自身。正如伊帕密浓达针对卡利斯特拉托斯的回应——当时后者正因俄狄浦斯的弑父与俄瑞斯忒斯的弑母而斥责忒拜人与阿耳戈斯人——伊帕密浓达说道: “正是当我们逐出了犯下这些罪行的人之后,你们接纳了他们;”又如斯巴达人安塔尔基达斯针对声称“我们曾多次将你们从凯菲索斯河驱赶开”的雅典人说道: “然而我们却从未曾将你们从欧罗塔斯河驱赶开。” 福基翁亦极为机智,当德玛德斯喊道“雅典人会杀了你”时,福基翁答道: “若是他们发疯的话,确实如此; 但若他们清醒, 被杀的则是你。” 演说家克拉苏亦然,当多米提乌斯对他说: “难道你没有为你鱼塘里饲养的鳗鱼死去而痛哭吗?” 克拉苏反问道: “难道你不是埋葬了三任妻子,却未曾流下一滴眼泪吗?” 这等机敏的回应,不仅在政界,对于其他日常生活亦颇具功用。

语法注4 条
  1. 14ἡλίκον ἄν ... στενάξειας

    ἡλίκον 为表示程度的宾格副词(“何等深沉地”)。ἄν 与第二人称单数希求法 στενάξειας 结合,针对九泉之下的先人表达潜在或虚拟语气(“倘若得知……该发出何等叹息”)。随后的分词 αἰσθόμενος 在句中起条件从句的作用。

  2. 810cτῶν αὐτῶν ἐστι καὶ ποιεῖν τὰ μεγάλα κακὰ καὶ παύειν

    τῶν αὐτῶν 为表示本分、特性或特征的表语属格。不定式短语 καὶ ποιεῖν ... καὶ παύειν 作句子的实际主语,意为“引发滔天大祸与平息大祸均属于同一批人的职责(特征)”。

  3. 810cεἰ Σόλων ἂν εἶπεν

    由 εἰ 引导的从句是动词 ὅρα 所统辖的间接疑问从句,其中包含表示过去相反虚拟的结构(ἄν 搭配直陈式过去时 εἶπεν),意为“(试看)梭伦等人当年是否会说出这样的话”。

  4. 810eἔστω βραχεῖα τῇ λέξει

    第三人称单数命令式 ἔστω 的主语由前句中的复数 ταῖς ἀπαντήσεσιν 顺承省略而来,需补充单数名词“回答/反驳”(ἡ ἀπάντησις)。阴性单数形容词 βραχεῖα 及后文的分词 ἐμφαίνουσα 均在此主格阴性形式上与该主语保持一致。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg118.humanitext-grc2:14#2