- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. V. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1893.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg118.humanitext-grc2:14#1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者探讨了政治家应如何对待城邦内部的敌意与党派纷争,主张不应将政治分歧演化为私人私怨,并通过前人顾全大局、化解敌对的历史范例,提倡维护公民内部的和解、调和与公正宽容。
ἐπεὶ δὲ πάσαις κορυδαλλίσι κατὰ Σιμωνίδην χρὴ λόφον ἐγγενέσθαι καὶ πᾶσα πολιτεία φέρει τινὰς ἔχθρας καὶ διαφοράς, οὐχ ἥκιστα προσήκει καὶ περὶ τούτων ἐσκέφθαι τὸν πολιτικόν. οἱ μὲν οὖν πολλοὶ τὸν Θεμιστοκλέα καὶ τὸν Ἀριστείδην ἐπαινοῦσιν ἐπὶ τῶν ὅρων τὴν ἔχθραν ἀποτιθεμένους, ὁσάκις ἐπὶ πρεσβείαν ἢ στρατηγίαν ἐξίοιεν, εἶτα πάλιν ἀναλαμβάνοντας. ἐνίοις δὲ καὶ τὸ Κρητίνου, τοῦ Μάγνητος ὑπερφυῶς ἀρέσκει Ἑρμείᾳ γὰρ ἀντιπολιτευόμενος ἀνδρὶ μὲν οὐ δυνατῷ φιλοτίμῳ δὲ καὶ λαμπρῷ τὴν ψυχήν, ἐπεὶ κατέσχεν ὁ Μιθριδατικὸς πόλεμος, τὴν πόλιν ὁρῶν κινδυνεύουσαν ἐκέλευσε τὸν Ἑρμείαν τὴν ἀρχὴν παραλαβόντα χρῆσθαι τοῖς πράγμασιν, αὐτοῦ μεταστάντος· εἰ δὲ βούλεται στρατηγεῖν ἐκεῖνον, αὐτὸν ἐκποδὼν ἀπελθεῖν,1 ὡς μὴ φιλοτιμούμενοι πρὸς ἀλλήλους ἀπολέσειαν τὴν πόλιν. ἤρεσεν ἡ πρόκλησις τῷ Ἑρμείᾳ, καὶ φήσας ἑαυτοῦ πολεμικώτερον εἶναι τὸν Κρητίναν ὑπεξῆλθε μετὰ παίδων καὶ γυναικός. ὁ δὲ Κρητίνας ἐκεῖνόν τε προύπεμψε, τῶν ἰδίων χρημάτων ἐπιδοὺς ὅσα φεύγουσιν ἦν ἢ πολιορκουμένοις χρησιμώτερα, καὶ τὴν πόλιν ἄριστα στρατηγήσας παρʼ οὐδὲν ἐλθοῦσαν ἀπολέσθαι περιεποίησεν ἀνελπίστως. εἰ γὰρ εὐγενὲς καὶ φρονήματος μεγάλου τὸ ἀναφωνῆσαι "φιλῶ τέκνʼ, ἀλλὰ πατρίδʼ ἐμὴν μᾶλλον φιλῶ," πῶς οὐκ ἐκείνοις γε προχειρότερον εἰπεῖν ἑκάστῳ μισῶ τὸν δεῖνα καὶ βούλομαι ποιῆσαι κακῶς, ἀλλὰ πατρίδʼ ἐμὴν μᾶλλον φιλῶ; τὸ γὰρ μὴ θέλειν διαλυθῆναι πρὸς ἐχθρόν, ὧν ἕνεκα δεῖ καὶ φίλον προέσθαι,2 δεινῶς ἄγριον καὶ θηριῶδες. οὐ μὴν ἀλλὰ βέλτιον οἱ περὶ Φωκίωνα καὶ Κάτωνα, μηδʼ ὅλως ἔχθραν τινὰ πρὸς πολιτικὰς· τιθέμενοι διαφοράς, ἀλλὰ δεινοὶ καὶ ἀπαραίτητοι μόνον ἐν τοῖς δημοσίοις ἀγῶσιν ὄντες μὴ προέσθαι τὸ συμφέρον, ἐν δὲ τοῖς ἰδίοις ἀμηνίτως καὶ φιλανθρώπως χρώμενοι τοῖς ἐκεῖ διαφερομένοις. δεῖ γὰρ ἐχθρὸν μηδένα πολίτην νομίζειν, ἂν μή τις, οἷος Ἀριστίων ἢ Νάβις ἢ Κατιλίνας νόσημα καὶ ἀπόστημα πόλεως ἐγγένηται τοὺς δʼ ἄλλως ἀπᾴδοντας ὥσπερ ἁρμονικὸν ἐπιτείνοντα καὶ χαλῶντα πράως εἰς τὸ ἐμμελὲς ἄγειν, μὴ τοῖς ἁμαρτάνουσι σὺν ὀργῇ καὶ πρὸς ὕβριν ἐπιφυόμενον, ἀλλʼ ὡς Ὅμηρος ἠθικώτερον "ὦ πέπον, ἦ τʼ ἐφάμην σε περὶ φρένας ἔμμεναι ἄλλων" καὶ "οἶσθα καὶ ἄλλον μῦθον ἀμείνονα τοῦδε νοῆσαι" ἂν τέ τι χρηστὸν εἴπωσιν ἢ πράξωσι, μὴ τιμαῖς ἀχθόμενον αὐτῶν μηδὲ λόγων εὐφήμων ἐπὶ καλοῖς ἔργοις φειδόμενον· οὕτω γὰρ ὅ τε ψόγος ὅπου δεῖ πίστιν ἕξει, καὶ πρὸς τὴν κακίαν διαβαλοῦμεν αὐτοὺς3 αὔξοντες τὴν ἀρετὴν καὶ ταῦτα παραβάλλοντες ἐκείνοις ὡς ἄξια καὶ πρέποντα μᾶλλον. ἐγὼ δὲ καὶ μαρτυρεῖν ἀξιῶ τὰ δίκαια καὶ τοῖς διαφόροις τὸν πολιτικὸν ἄνδρα καὶ βοηθεῖν κρινομένοις πρὸς τοὺς συκοφάντας καὶ ταῖς διαβολαῖς ἀπιστεῖν, ἂν ὦσιν ἀλλότριαι τῆς προαιρέσεως αὐτῶν· ὥσπερ ὁ Νέρων ἐκεῖνος ὀλίγον ἔμπροσθεν ἢ κτεῖναι τὸν Θρασέαν μάλιστα μισῶν καὶ φοβούμενος, ὅμως ἐγκαλοῦντός τινος ὡς κακῶς κεκριμένου καὶ ἀδίκως, ἐβουλόμην ἄν ἔφη Θρασέαν οὕτως ἐμὲ φιλεῖν, ὡς δικαστὴς ἄριστός ἐστιν. Οὐ χεῖρον δὲ καὶ πρὸς ἐπίπληξιν ἑτέρων φύσει πονηρῶν μᾶλλον ἁμαρτανόντων ἐχθροῦ μνησθέντα κομψοτέρου τὸ ἦθος εἰπεῖν ἀλλʼ ἐκεῖνος οὐκ ἂν τοῦτʼ εἶπεν οὐδʼ ἐποίησεν.
正如西摩尼得斯所言,“每只百灵鸟都必定长有羽冠”,任何城邦政体亦都免不了带来某些敌意与分歧,因此政治家深思熟虑这些事务尤为适宜。诚然,多数人赞扬地米斯托克利与阿里斯提德,因他们每逢出使或统军出征,便在边界处放下彼此的敌意,随后复又重拾。然而有些人亦极其赞赏马格内西亚人克里提涅斯的做法:当时他正与赫尔梅阿斯政见相悖——后者虽无甚实力,却极富野心且精神高贵;当米特拉达梯战争爆发、眼见城邦危在旦夕之际,克里提涅斯提议由赫尔梅阿斯接掌大权治理政务,而自己退避一旁;倘若赫尔梅阿斯希望由克里提涅斯统帅全军,则赫尔梅阿斯自己离开避走,免得两人意气相争而葬送城邦。赫尔梅阿斯赞同这一提议,声称克里提涅斯比自己更长于用兵,遂携妻带子退出了城邦。克里提涅斯为他送行,并从私产中赠予他对逃亡者比对被围困者更为实用之物;随后他以卓越的谋略指挥城邦,出人意料地拯救了濒临灭绝的城邦。倘若高呼: “我爱我的儿女,但我更爱我的祖国, ” 乃是高贵而气度不凡的,那么对那些人中的每一位而言,说出下面这句话岂非容易得多: “我憎恨某某人并欲加害于他,但我更爱我的祖国”? 盖因为了连朋友都必须抛弃的事物,却不愿与政敌和解,乃是极端的野蛮与兽性。然而,福基翁与加图一派的做法更为上乘:他们绝不因政治分歧而产生任何私怨,仅在公事论辩中为了不放弃公益而坚定不移、寸步不让,但在私下交往中,却毫不怀恨、仁厚温和地对待那些在公事上与自己对立的人。盖因绝不应将任何公民视为敌人,除非有人如阿里斯提昂、纳比斯或喀提林那般,成为城邦的痼疾与脓疮;至于其他声音不谐者,应当如同乐师调弦那般,从容紧弛,将其温和地引向协和,切不可满怀怒火与傲慢扑向犯错者,而应如荷马那般更具教化之意地说道: “ 亲爱的朋友,我本以为你的才智远超众人,” 以及: “你本知晓如何想出比这更好的言辞。” 若他们发表了有益的言论或做出了善举,切莫因他们的声誉而心生怨尤,亦不要吝惜对高尚行为的赞赏之辞;盖因唯有如此,在需要之时我们的指责方能具有说服力,并且我们能够通过推崇他们的美德,将这等良善言行与那些过失相比照,表明前者更具价值且更相称,从而使他们背离邪恶。我亦认为,政治家理应也为政敌作公正的见证,在他们受审时协助抵御诬告者,并在诽谤与他们一贯的志趣品格相违背时予以质疑;正如臭名昭著的尼禄在处死斯拉塞亚前不久,尽管对他极为憎恶与畏惧,但当有人控告斯拉塞亚判决不当且不公时,尼禄依然说道: “我倒真希望斯拉塞亚能像他作为最优秀的法官那样爱戴我。” 此外,若要训诫那些天生更为奸恶、犯下更重过错之人,提及一位品性更为高雅的政敌并说道“然而那个人绝不会说出或做出这等事来”,亦不失为良策。
- 809cεἰ δὲ βούλεται στρατηγεῖν ἐκεῖνον, αὐτὸν ἐκποδὼν ἀπελθεῖν
间接引语中的带不定式宾格结构。代词的指称至关重要:在条件从句中,ἐκεῖνον 作为不定式 στρατηγεῖν 的逻辑主语,指代克里提涅斯(间接引语中的说话者自身);而在主句中,αὐτόν 作为不定式 ἀπελθεῖν 的逻辑主语,强调性地指代对方赫尔梅阿斯。这体现了两者对称的角色分工:要么赫尔梅阿斯掌权而克里提涅斯退让,要么赫尔梅阿斯希望克里提涅斯领兵而赫尔梅阿斯自己避走。
- 809dὧν ἕνεκα δεῖ καὶ φίλον προέσθαι
关系代词 ὧν 的先行词(祖国的存亡或公益)在此省略。介词短语 ὧν ἕνεκα 修饰和解之意(διαλυθῆναι πρὸς ἐχθρόν),批判了那种面对“哪怕牺牲朋友亦必须顾全的大义(祖国)”却依然不愿与政敌和解的执迷与野蛮心态。
- 809eπρὸς τὴν κακίαν διαβαλοῦμεν αὐτοὺς
动词 διαβάλλω 与 πρός 加宾格连用时,具有“使某人疏远/厌弃某物,使之与……产生反感”的惯用含义。在此处意指“通过推崇其美德,使政敌对自身的邪恶与过失心生嫌恶与疏离”,即引导其弃恶从善。
