← 普鲁塔克

从政指南

§13#2

公义限度内的施惠友人与委婉拒绝

作者论述了在政治生活中对待友人的尺度,借由历史事例阐明公人应在不违背公义与法律的前提下为友人提供名誉、职务与体面的求财相助,并应当温和而非粗暴地拒绝不当的索求。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§13#2

καὶ Τιμολέων ὁ Κορίνθιος τὸν ἀδελφὸν ἐπεὶ διδάσκων καὶ δεόμενος οὐκ ἀπέστησε τῆς τυραννίδος, συνέπραξε τοῖς ἀνελοῦσι.δεῖ γὰρ οὐκ ἄχρι τοῦ βωμοῦ φίλον εἶναι τῷ μὴ συνεπιορκεῖν,1 ὥς ποτε Περικλῆς εἶπεν, ἀλλʼ ἄχρι παντὸς νόμου καὶ δικαίου καὶ συμφέροντος, ὃ παροφθὲν εἴς τινα μεγάλην βλάβην ἀναφέρει καὶ κοινήν, ὡς ἀνέφερε τὸ μὴ δοῦναι δίκην Σφοδρίαν μηδὲ Φοιβίδαν· οὗτοι γὰρ οὐχ ἥκιστα τὴν Σπάρτην ἐνέβαλον εἰς τὸν Λευκτρικὸν πόλεμον. ἐπεὶ τοῖς γε μετρίοις ἁμαρτήμασι τῶν φίλων ἐπεμβαίνειν βαρὺν ὁ πολιτικὸς οὐκ ἀναγκάζει λόγος,2 ἀλλὰ καὶ δίδωσιν εἰς ἀσφαλὲς θεμένους τὰ μέγιστα τῶν κοινῶν ἐκ περιουσίας βοηθεῖν τοῖς φίλοις καὶ παρίστασθαι καὶ συνεκπονεῖν ὑπὲρ αὐτῶν. εἰσὶ δὲ καὶ χάριτες ἀνεπίφθονοι, συλλαβέσθαι πρὸς ἀρχὴν τῷ φίλῳ μᾶλλον, ἐγχειρίσαι τινὰ διοίκησιν ἔνδοξον ἢ πρεσβείαν φιλάνθρωπον, οἷον ἡγεμόνος τιμὰς ἔχουσαν, ἢ πρὸς πόλιν ὑπὲρ φιλίας καὶ ὁμονοίας ἔντευξιν· ἂν δʼ ᾖ τις ἐργώδης ἐπιφανὴς δὲ καὶ μεγάλη πρᾶξις, αὑτὸν ἐπὶ ταύτην τάξαντα πρῶτον εἶτα προσελέσθαι τὸν φίλον, ὡς ὁ Διομήδης "εἰ μὲν δὴ ἕταρόν γε κελεύετὲ μʼ αὐτὸν ἑλέσθαι, πῶς ἂν ἔπειτʼ Ὀδυσῆος ἐγὼ θείοιο λαθοίμην" κἀκεῖνος αὖ πάλιν ἀνταποδίδωσιν οἰκείως τὸν ἔπαινον "ἵπποι δʼ οἵδε, γεραιέ, νεήλυδες, οὓς ἐρεείνεις, Θρηίκιοι, τὸν δέ σφιν ἄνακτʼ ἀγαθὸς Διομήδης ἔκτανε, πὰρ δʼ ἑτάρους δυοκαίδεκα πάντας ἀρίστους." αὕτη γὰρ ἡ πρὸς τοὺς φίλους ὕφεσις οὐχ ἧττον ἐπικοσμεῖ τῶν ἐπαινουμένων τοὺς ἐπαινοῦντας· ἡ δʼ αὐθάδεια, φησὶν ὁ Πλάτων, ἐρημίᾳ σύνοικος. ἔτι τοίνυν ταῖς καλαῖς καὶ φιλανθρώποις χάρισι δεῖ τοὺς φίλους συνεισποιεῖν καὶ κελεύειν τοὺς εὖ παθόντας ἐκείνους ἐπαινεῖν καὶ ἀγαπᾶν, ὡς αἰτίους ἅμα καὶ συμβούλους γεγενημένους· τὰς δὲ φαύλας καὶ ἀτόπους ἀξιώσεις ἀποτρίβεσθαι μὴ πικρῶς ἀλλὰ πράως, διδάσκοντα καὶ παραμυθούμενον ὡς οὐκ ἄξιαι τῆς ἐκείνων ἀρετῆς εἰσι καὶ δόξης. ἄριστα ὁ ἀνθρώπων, ὁ Ἐπαμεινώνδας,3 ἀρνησάμενος δεηθέντι τῷ Πελοπίδᾳ τὸν κάπηλον ἐκ τῆς εἱρκτῆς ἀφεῖναι καὶ μετʼ ὀλίγον τῆς ἐρωμένης δεηθείσης ἀφείς, τοιαύτας ἔφη χάριτας, ἐκ Πελοπίδα, λαμβάνειν ἑταιριδίοις οὐ στρατηγοῖς πρέπον ἐστίν. ὁ δὲ Κάτων βαρέως καὶ αὐθάδως, ἐπεὶ Κάτλος ὁ τιμητής, φίλος ὢν ἐν τοῖς μάλιστα καὶ συνήθης, ἐξῃτεῖτό τινα τῶν κρινομένων ὑπʼ αὐτοῦ ταμιεύοντος αἰσχρόν ἐστιν ἔφη σὲ τὸν ὀφείλοντα τοὺς νέους ἡμᾶς σωφρονίζειν ὑπὸ τῶν ἡμετέρων ὑπηρετῶν ἐκβάλλεσθαι τῷ γὰρ ἔργῳ τὴν χάριν ἐξῆν ἀπειπάμενον ἀφελεῖν τοῦ λόγου τὴν τραχύτητα καὶ πικρίαν,4 ὡς μηδὲ τῇ πράξει τὸ λυπηρὸν ἑκουσίως ἀλλʼ ἀναγκαίως ἐπιφέροντα διὰ τὸν νόμον καὶ τὸ δίκαιον. εἰσὶ δὲ καὶ πρὸς χρηματισμὸν οὐκ ἀγεννεῖς ἐν πολιτείᾳ τοῖς δεομένοις τῶν φίλων αἱ συλλήψεις οἷον ὁ Θεμιστοκλῆς, μετὰ τὴν μάχην ἰδὼν νεκρὸν στρεπτὰ χρυσᾶ καὶ μανιάκην περικείμενον αὐτὸς μὲν παρῆλθεν, ἐπιστραφεὶς δὲ πρὸς τὸν φίλον ἀνελοῦ ταῦτʼ εἶπεν· οὐ γὰρ καὶ σὺ Θεμιστοκλῆς γέγονας. δίδωσι γὰρ καὶ τοῦτο πολλάκις τῷ πολιτικῷ τὰ πράγματα πρὸς τοὺς φίλους. οὐ γὰρ δὴ Μενέμαχοι πάντες εἰσὶ· τῷ μὲν οὖν ἐγχείρισον συνηγορίαν ἔμμισθον ὑπὲρ τοῦ δικαίου, τῷ δὲ σύστησον πλούσιον ἐπιμελείας καὶ προστασίας δεόμενον· ἄλλῳ δʼ εἰς ἐργολαβίαν τινὰ σύμπραξον ἢ μίσθωσιν ὠφελείας ἔχουσαν. Ἐπαμεινώνδας δὲ καὶ πλουσίῳ τινὶ προσελθόντα φίλον αἰτεῖν ἐκέλευσε τάλαντον, ὡς αὐτοῦ δοῦναι κελεύσαντος· ἐπεὶ δʼ ὁ αἰτηθεὶς ἐλθὼν ἐπυνθάνετο τὴν αἰτίαν, ὅτι χρηστός εἶπεν οὗτος ὢν πένης ἐστί, σὺ δὲ πλουτεῖς πολλὰ τῆς πόλεως νενοσφισμένος. καὶ τὸν Ἀγησίλαον ὁ Ξενοφῶν ἀγάλλεσθαί φησι πλουτίζοντα τοὺς φίλους, αὐτὸν ὄντα κρείττονα χρημάτων.

科林斯人梯模利昂亦是在以教导和恳求皆无法使兄长放弃僭主之位后,协助了那些弑杀其兄之人。盖因做朋友不应仅如伯里克利当年所言,以不协同作伪誓之意“至祭坛为止”,而应至一切法律、正义与公益为止——若忽视这些,便会招致某种巨大而共通的损害,正如免除斯珀德利亚斯与福比达斯的刑罚所招致的损害一般;盖因在很大程度上正是这些人将斯巴达推入了留克特拉之战。不过,政治的理智并不强求人苛刻责难友人轻微的过错,反倒允许人在将最重要的公事置于安全境地之后,以充裕的余力援助友人、支持友人并为他们分担劳苦。亦有一些不遭嫉恨的惠泽,诸如协助友人谋取官职,托付其某项声名显赫的管理职责,或具有指挥官荣耀的人道使节,抑或为了友谊与和谐而与某城邦交涉。若有某项艰难却显赫而伟大的功业,则应先将自身置于其上,而后再挑选友人共同参与,正如狄俄墨得斯所言: “倘若你们果真命我自己选择一位同伴, 那我怎能遗忘如神一般的奥德修斯?” 而奥德修斯转而亦恰如其分地回赠了赞美: “长老啊,你所询问的这些新来的骏马, 乃是色雷斯的骏马;它们的君王已被英勇的狄俄墨得斯 斩杀,身旁还有十二位最优秀的同伴。” 盖因对友人的这种谦让退逊,不仅装点了受赞美者,亦同样装点了赞美者;正如柏拉图所言,傲慢与孤独同处。再者,在施行崇高而仁厚的恩惠时,应当让友人共同参与其间,并嘱咐受惠者去称赞和爱戴友人,视他们既为施惠的起因亦为建言之人;然而对于卑劣而不当的要求,则应温和而非刻毒地加以拒绝,教导并宽慰他们,说明此类要求并不配得他们的德行与声誉。众人之中做得最为出色的当数伊巴密浓达:当佩洛皮达斯请求他自狱中释放那名零售商时,他予以拒绝,而片刻之后当他的情妇提出请求时,他却将其释放,并说道: “佩洛皮达斯啊,领受此类恩惠对于侍妾乃是适宜的,对于将领却不相称。” 然而加图却做得严苛而傲慢:当监察官卡图卢斯(他最亲密且相熟的友人之一)为其担任财务官时受审的一名被告求情时,加图说道: “本应教导我们这些年轻人学会克制的你,却要被我们的仆役赶出门去,这委实可耻。” 盖因在实际行动中拒绝这一恩惠的同时,本可消除言语中的粗暴与刻薄,表明自己即便在行事上亦非自愿施加令人不快之事,而是为了法律与正义出于必然。此外,在政务中对于困窘的友人,亦有不失体面的求财相助之道。正如地米斯托克利在战后见到一具佩戴金项圈与手镯的尸体时,自己径直走过,却转身对友人说道: “你把这些取走吧;因为你并不是地米斯托克利。” 盖因在政事之中,时势往往会为政治家向友人提供这般便利。因为毕竟并非人人皆是梅内马库斯。是以,不妨委托某人从事一项维护正义的有偿辩护,向另一人引荐一位需要照料与庇护的富人,抑或协助另一人获得某项有利可图的承包工程或租赁业务。伊巴密浓达甚至曾吩咐一位友人前去向某位富人索要一塔兰同,声称是伊巴密浓达亲自吩咐给予的;当被索求之人赶来询问缘由时,他说道: “因为此人虽善却贫寒,而你却侵吞了城邦的许多财物而致富。” 色诺芬亦记述道,阿格西劳斯自己虽超越金钱,却以使友人富足而自豪。

语法注4 条
  1. 13τῷ μὴ συνεπιορκεῖν

    带定冠词的不定式,作表示限定或方式的与格。在此用于解释伯里克利“至祭坛为止”的格言含义,即“以不共同作伪誓为限”。

  2. 808bἐπεὶ τοῖς γε μετρίοις ἁμαρτήμασι τῶν φίλων ἐπεμβαίνειν βαρὺν ὁ πολιτικὸς οὐκ ἀναγκάζει λόγος

    连词 ἐπεί 在此并非单纯引导原因从句,而是表转折或限制(“然而”、“不过”),用以对前文禁止为友人破坏法律与公益的严苛态度作适度缓和。主语是 ὁ πολιτικὸς λόγος(政治理性),支配否定动词 οὐκ ἀναγκάζει 与不定式 ἐπεμβαίνειν,βαρύν 作表语修饰不定式的逻辑主语施加该动作时的严厉状态。

  3. 808eἄριστα ὁ ἀνθρώπων, ὁ Ἐπαμεινώνδας

    省略句。副词 ἄριστα(最善地)之后省略了主动词(如 ἔπραξε 或 ἐποίησε)。属格 ἀνθρώπων 为依赖最高级副词的部分属格,意为“在所有人之中做得最好”。

  4. 808eτῷ γὰρ ἔργῳ τὴν χάριν ἐξῆν ἀπειπάμενον ἀφελεῖν τοῦ λόγου τὴν τραχύτητα καὶ πικρίαν

    非人称动词 ἐξῆν(“本可以……”)支配不定式 ἀφελεῖν,分词 ἀπειπάμενον 为宾格,充当不定式动作在逻辑上的主语。与格 τῷ ἔργῳ 为方面与格(“在实际行动上”),与下文表分离的属格 τοῦ λόγου(“从言辞中”)构成对照。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg118.humanitext-grc2:13#2