← 普鲁塔克

从政指南

§13#1

政治家的交友原则与公私分明

作者既摒弃克里昂断绝友谊的极端做法,亦反对地米斯托克利与阿格西劳斯徇私废公的倾向,告诫政治家应当结交有助于推行正义与良治的稳健同道。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§13#1

ἕπεται δὲ τούτοις ἡ περὶ φίλων κρίσις, μήτε τὴν Θεμιστοκλέους ἐπαινοῦσα μήτε τὴν Κλέωνος διάνοιαν. ὁ μὲν γὰρ Κλέων, ὅτε πρῶτον ἔγνω τῆς πολιτείας ἅπτεσθαι, τοὺς φίλους συναγαγὼν εἰς ταὐτὸ διελύσατο τὴν φιλίαν πρὸς αὐτούς, ὡς πολλὰ τῆς ὀρθῆς καὶ δικαίας προαιρέσεως μαλάσσουσαν ἐν τῇ πολιτείᾳ καὶ παράγουσαν· ἄμεινον δʼ ἂν ἐποίησε τὴν φιλοπλουτίαν ἐκβαλὼν1 τῆς ψυχῆς καὶ τὴν φιλονεικίαν καὶ φθόνου καὶ κακοηθείας καθήρας αὑτόν· οὐ γὰρ ἀφίλων αἱ πόλεις ἀνδρῶν καὶ ἀνεταίρων ἀλλὰ χρηστῶν καὶ σωφρόνων δέονται· νυνὶ δὲ τοὺς μὲν φίλους ἀπήλασεν, "ἑκατὸν δὲ κύκλῳ κεφαλαὶ κολάκων οἰμωξομένων ἐλιχμῶντο" περὶ αὐτόν, ὡς οἱ κωμικοὶ λέγουσι· καὶ τραχὺς ὢν πρὸς τοὺς ἐπιεικεῖς καὶ βαρὺς αὖθις ὑπέβαλλε τοῖς πολλοῖς πρὸς χάριν ἑαυτὸν "γερονταγωγῶν κἀναμισθαρνεῖν διδούς" καὶ τὸ φαυλότατον καὶ τὸ νοσοῦν μάλιστα τοῦ δήμου προσεταιριζόμενος ἐπὶ τοὺς ἀρίστους. ὁ δὲ Θεμιστοκλῆς πάλιν πρὸς τὸν ἀποφηνάμενον, ὡς ἄρξει καλῶς ἅπασι ἅπασι παρέχων ἑαυτόν, μηδέποτʼ εἶπεν εἰς τοιοῦτον ἐγὼ καθίσαιμι θρόνον, ἐν ᾧ πλέον οὐχ ἕξουσιν οἱ φίλοι παρʼἐμοῦ τῶν μὴ φίλων, οὐδʼ οὗτος ὀρθῶς;2 τῇ φιλίᾳ κατεπαγγελλόμενος τὴν πολιτείαν καὶ τὰ κοινὰ καὶ δημόσια ταῖς ἰδίαις χάρισι καὶ σπουδαῖς ὑφιέμενος. καίτοι πρός γε Σιμωνίδην ἀξιοῦντά τι τῶν μὴ δικαίων οὔτε ποιητής ἔφη σπουδαῖός ἐστιν ᾄδων παρὰ μέλος οὔτʼ ἄρχων ἐπιεικὴς παρὰ τὸν νόμον χαριζόμενος. δεινὸν γὰρ ὡς ἀληθῶς καὶ σχέτλιον, εἰ3 ναύτας μὲν ἐκλέγεται κυβερνήτης καὶ κυβερνήτην ναύκληρος "εὖ μὲν ἐνὶ πρύμνῃ οἰήιον, εὖ δὲ κεραίην εἰδότας ἐντείνασθαι ἐπορνυμένου ἀνέμοιο·" καί τις ἀρχιτέκτων ὑπουργοὺς καὶ χειροτέχνας, οἳ μὴ διαφθεροῦσιν αὐτοῦ τοὔργον ἀλλʼ ἄριστα συνεκπονήσουσιν· ὁ δὲ πολιτικός, ἀριστοτέχνας τις ὢν κατὰ Πίνδαρον καὶ δημιουργὸς εὐνομίας καὶ δίκης, οὐκ εὐθὺς αἱρήσεται φίλους ὁμοιοπαθεῖς καὶ ὑπηρέτας καὶ συνενθουσιῶντας αὐτῷ πρὸς τὸ καλόν, ἀλλʼ ἄλλους πρὸς ἄλλην ἀεὶ χρείαν κάμπτοντας αὐτὸν ἀδίκως καὶ βιαίως· οὐδέν τʼ ὀφθήσεται διαφέρων οἰκοδόμου τινὸς ἢ τέκτονος ἀπειρίᾳ καὶ πλημμελείᾳ γωνίαις χρωμένου καὶ κανόσι καὶ στάθμαις, ὑφʼ ὧν διαστρέφεσθαι τοὔργον ἔμελλεν· ὄργανα γὰρ οἱ φίλοι ζῶντα καὶ φρονοῦντα τῶν πολιτικῶν ἀνδρῶν εἰσι, καὶ οὐ δεῖ συνολισθάνειν αὐτοῖς παραβαίνουσιν, ἀλλὰ προσέχειν ὅπως μηδʼ ἀγνοούντων αὐτῶν ἐξαμαρτάνωσι. τοῦτο γὰρ καὶ Σόλωνα κατῄσχυνε καὶ διέβαλε πρὸς τοὺς πολίτας· ἐπεὶ γὰρ ἐν νῷ λαβὼν τὰ ὀφλήματα κουφίσαι καὶ τὴν σεισάχθειαν (τοῦτο δʼ ἦν ὑποκόρισμα χρεῶν ἀποκοπῆς) εἰσενεγκεῖν ἐκοινώσατο τοῖς φίλοις· οἱ δ’ ἔργον ἀδικώτατον ἔπραξαν· ἐδανείσαντο γὰρ ὑποφθάσαντες ἀργύριον πολὺ καὶ μετʼ ὀλίγον χρόνον εἰς φῶς τοῦ νόμου προαχθέντος οἱ μὲν ἐφάνησαν οἰκίας τε λαμπρὰς καὶ γῆν συνεωνημένοι πολλὴν ἐξ ὧν ἐδανείσαντο χρημάτων, ὁ δὲ Σόλων αἰτίαν ἔσχε συναδικεῖν ἠδικημένος. Ἀγησίλαος δὲ περὶ τὰς τῶν φίλων σπουδὰς αὐτὸς αὑτοῦ γιγνόμενος ἀσθενέστατος καὶ ταπεινότατος4 ὥσπερ ὁ Εὐριπίδου Πήγασος "ἔπτηξʼ ὑπείκων μᾶλλον εἰ μᾶλλον θέλοι,ʼ" καὶ ταῖς ἀτυχίαις προθυμότερον βοηθῶν τοῦ δέοντος ἐδόκει συνεξομοιοῦσθαι ταῖς ἀδικίαις· καὶ γάρ τοι Φοιβίδαν κρινόμενον ἔσωσεν ἐπὶ τῷ τὴν Καδμείαν καταλαβεῖν ἄνευ προστάγματος, φήσας τὰ τοιαῦτα δεῖν αὐτοματίζειν καὶ Σφοδρίαν ἐπʼ ἔργῳ παρανόμῳ καὶ δεινῷ φεύγοντα δίκην ʽ ἐνέβαλε γὰρ εἰς τὴν Ἀττικὴν φίλων ὄντων καὶ συμμάχωνʼ ἀφεθῆναι διεπράξατο, δεήσεσιν ἐρωτικαῖς τοῦ παιδὸς μαλαχθείς· καὶ πρός τινα δυνάστην ἐπιστόλιον αὐτοῦ τοιοῦτον φέρεται Νικίαν, εἰ μὲν οὐκ ἀδικεῖ, ἄφες· εἰ δʼ ἀδικεῖ, ἐμοὶ ἄφες· πάντως δʼ ἄφες. ἀλλὰ Φωκίων οὐδὲ τῷ γαμβρῷ Χαρίκλῳ δίκην ἔχοντι περὶ τῶν Ἁρπαλείων συνεισῆλθεν, ἀλλʼ ἐγώ σε φήσας ἐπὶ πᾶσι τοῖς δικαίοις ἐποιησάμην κηδεστήν ᾤχετʼ ἀπιών.

紧随这些之后的,乃是关于友人的裁决,而这种裁决既不赞同地米斯托克利的见解,亦不赞同克里昂的态度。盖因克里昂在初次决意投身政治时,将友人聚集在一处,断绝了与他们的友谊,借口是友谊在政事中往往会软化并偏离正直与公正的初衷。然而,倘若他能将对财富与争胜的贪念从灵魂中驱逐,并清除自身的嫉妒与恶意,本会做得更为出色;因为城邦所需要的,并非没有友人与同伴的人,而是良善且节制之人。可实际上,他虽驱逐了友人, “而在他周围,百个注定哀号的阿谀之徒的首级 却在不住舔舐 ”,正如喜剧诗人们所言;他对正派之人严苛暴躁,转而却为了取悦大众而降卑自己, “引导老者并使他们领得薪金 ”,拉拢平民中最卑劣、最病态的部分来抗衡最优秀的人。另一方面,地米斯托克利在有人宣称若对所有人一视同仁便能善加统治时,曾言: “愿我永不坐上那样的宝座,使我的友人在我这里所获得的并不多于非友人;” 他的这番言论亦不正当,是将国家许诺给了私谊,并将公共与城邦的利益屈从于私人的恩惠与热忱。尽管他在西摩尼得斯提出某种不公正的要求时曾说: “跑调而歌者非善诗之人,违背法律而施恩者亦非体面之统治者。” 因为,舵手在选拔水手、船主在选拔舵手时,挑选的是那些 “ 精于船尾操舵,且当暴风骤起之际 精于张紧帆桁者 ”;建筑师挑选的亦是不会败坏其工程、反而能以最佳方式共同完成作品的助手与工匠。倘若政治家——依品达所言乃是至高的工匠与良好秩序及正义的造物主——不立即选择志同道合、共同对善行怀抱热忱的友人与助手,反而任由那些为了各自私利不断以不公和强力扭曲自己的人充作友人,那委实是可怕且痛惜的。若是如此,他看起来将与因缺乏经验和疏失而使用必定使工程变形的角尺、规矩与铅垂线的建筑师或木匠毫无二致。因为对于公人而言,友人乃是有生命且具思考力的工具;当友人们逾矩之时,公人决不可与其一同滑向深渊,而应留心使他们即使在自己〔公人〕不知情时亦不至犯错。确实,正是这种事使梭伦蒙羞并在公民面前招致毁谤。盖因他心中决意减轻债务并推行解负令(此乃免除债务的婉辞)时,将此事告知了友人;然而友人却做下了极其不义之事:他们抢先一步借贷了巨额钱财,不久之后法令公布,他们被发现用所借资金购置了华丽宅第与大片土地,而梭伦自己虽受侵害,却蒙受了共同作恶的指责。此外,阿格西劳斯面对友人的恳求时,比平时的自己更为软弱卑下,犹如欧里庇得斯的珀伽索斯那般, “若有人愈加强求,它便愈加屈从俯首 ”,因对友人的不幸给予了超出应有尺度的热心相助,他显得仿佛同化于他们的不义之中。事实上,当福比达斯因未经授命擅自占领卡德墨亚而受审时,他为其辩护并保全了他,声称这类事情本应自发决断;而当斯珀德利亚斯因不法且可怕的罪行受审时——盖因他在两国结为友人与盟国之际入侵了阿提卡——阿格西劳斯因儿子出于恋情的恳求而心软,设法使其免罪。据传他致某位统治者的一封简短书信中写道: “若尼基阿斯无罪,放了他;若他有罪,看在我的份上放了他;总之放了他。” 然而福基翁甚至在其女婿卡里克勒斯因哈尔帕洛斯事件受审时,亦不曾陪同出庭,而是说道: “我使你成为亲家,仅是为了所有正当之事 ”,说罢便转身离去。

语法注4 条
  1. 13ἄμεινον δʼ ἂν ἐποίησε τὴν φιλοπλουτίαν ἐκβαλὼν

    ἄν 连用不定过去式直陈式 ἐποίησε 构成针对过去事实的相反虚拟(“本会做得更好”)。表示手段与隐含条件的不定过去式分词 ἐκβαλὼν 及后文的 καθήρας 充当了该虚拟条件的核心内容。

  2. 807bοὐδʼ οὗτος ὀρθῶς

    省略了限定动词(如 ἔλεξεν 或 ἔπραξεν,“此人亦不正确/未做对”)的简略判断句。后接的现在分词 κατεπαγγελλόμενος 与 ὑφιέμενος 说明了其受到指责的原因与方式。

  3. 807bδεινὸν γὰρ ὡς ἀληθῶς καὶ σχέτλιον, εἰ

    固定句式 δεινόν [ἐστιν] εἰ 引导引起义愤或遗憾的对象(“若……委实是可怕之事”)。该句在结构上将掌舵者、建筑师审慎选拔助手的分句(μέν)与未能挑选良善同道的政治家分句(ὁ δὲ πολιτικός... οὐκ εὐθὺς αἱρήσεται)构成宏大的对比。

  4. 807eαὐτὸς αὑτοῦ γιγνόμενος ἀσθενέστατος καὶ ταπεινότατος

    最高级 ἀσθενέστατος、ταπεινότατος 与反身代词属格 αὑτοῦ 相连,表达一种内在的自我比较(“比平时的自己更为软弱与卑下”,即完全失去了往昔的刚毅),而非与他人的横向对比。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg118.humanitext-grc2:13#1