← 普鲁塔克

老人是否应参政

§8-9

年长从政者的尊严与劝退之不当

作者援引伊巴密浓达与荷马的事例,论述了长者坚守政务之尊严,指出暮年特有的沉稳知虑与平息情欲对城邦大有裨益。随后批判了劝诱终身奉献于国政的政治家退隐田园、放弃公职的做法,指责其荒谬、不义且忘恩负义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8

μαρτυρεῖ δὲ καὶ τὸ λεχθὲν ὑπʼ Ἐπαμεινώνδα τοῦ μεγάλου πρὸς τοὺς Θηβαίους, ὅτε χειμῶνος ὄντος οἱ Ἀρκάδες παρεκάλουν αὐτοὺς ἐν ταῖς οἰκίαις διαιτᾶσθαι παρελθόντας εἰς τὴν πόλιν· οὐ γὰρ εἴασεν, ἀλλὰ νῦν μέν ἔφη θαυμάζουσιν ὑμᾶς καὶ θεῶνται πρὸς τὰ ὅπλα γυμναζομένους καὶ παλαίοντας ἂν δὲ πρὸς τῷ πυρὶ καθημένους ὁρῶσι τὸν κύαμον κάπτοντας, οὐδὲν αὑτῶν ἡγήσονται διαφέρειν οὕτω δὴ σεμνόν ἐστι θέαμα πρεσβύτης λέγων τι καὶ πράττων καὶ τιμώμενος, ὁ δʼ ἐν κλίνῃ διημερεύων ἢ καθήμενος ἐν γωνίᾳ στοᾶς φλυαρῶν καὶ ἀπομυττόμενος εὐκαταφρόνητος. τοῦτο δʼ ἀμέλει καὶ Ὅμηρος διδάσκει τοὺς ὀρθῶς ἀκούοντας· ὁ μὲν γὰρ Νέστωρ στρατευόμενος ἐν Τροίᾳ σεμνὸς ἦν καὶ πολυτίμητος, ὁ δὲ Πηλεὺς καὶ ὁ Λαέρτης οἰκουροῦντες ἀπερρίφησαν καὶ κατεφρονήθησαν. οὐδὲ γὰρ ἡ τοῦ φρονεῖν ἕξις ὁμοίως παραμένει τοῖς μεθεῖσιν αὑτούς, ἀλλʼ ὑπʼ ἀργίας ἐξανιεμένη καὶ ἀναλυομένη κατὰ μικρὸν ἀεί τινα ποθεῖ φροντίδος μελέτην, τὸ λογιστικὸν καὶ πρακτικὸν ἐγειρούσης καὶ διακαθαιρούσης· "λάμπει γὰρ ἐν χρείαισιν, ὥσπερ εὐπρεπὴς χαλκός." οὐ γὰρ τόσον σώματος ἀσθένεια κακὸν πρόσεστι ταῖς πολιτείαις τῶν παρʼ ἡλικίαν ἐπὶ τὸ βῆμα καὶ τὸ στρατήγιον βαδιζόντων, ὅσον ἔχουσιν ἀγαθὸν τὴν εὐλάβειαν καὶ τὴν φρόνησιν, καὶ τὸ μὴ φαινόμενον ἀλλὰ τὰ μὲν ἐσφαλμένα τὰ δʼ ὑπὸ δόξης κενῆς προσπίπτειν πρὸς τὰ κοινὰ καὶ συνεφέλκεσθαι τὸν ὄχλον, ὥσπερ θάλατταν ὑπὸ πνευμάτων ἐκταραττόμενον, ἀλλὰ πράως τε χρῆσθαι1 καὶ μετρίως τοῖς ἐντυγχάνουσιν. ὅθεν αἱ πόλεις, ὅταν πταίσωσιν ἢ φοβηθῶσι, πρεσβυτέρων ποθοῦσιν ἀρχὴν ἀνθρώπων· καὶ πολλάκις ἐξ ἀγροῦ κατάγουσαι γέροντα μὴ δεόμενον μηδὲ βουλόμενον ἠνάγκασαν ὥσπερ οἰάκων ἐφαψάμενον εἰς ἀσφαλὲς καταστῆσαι τὰ πράγματα, παρωσάμεναί τε στρατηγοὺς καὶ δημαγωγοὺς βοᾶν μέγα καὶ λέγειν ἀπνευστὶ καὶ νὴ Δία τοῖς πολεμίοις διαβάντας εὖ μάχεσθαι δυναμένους οἷον οἱ ῥήτορες Ἀθήνησι Τιμοθέῳ καὶ Ἰφικράτει Χάρητα τὸν Θεοχάρους ἐπαποδύοντες2 ἀκμάζοντα τῷ σώματι καὶ ῥωμαλέον ἠξίουν τοιοῦτον εἶναι τὸν τῶν Ἀθηναίων στρατηγόν, ὁ δὲ Τιμόθεος οὐ μὰ τοὺς θεούς εἶπεν ἀλλὰ τοιοῦτον μὲν εἶναι τὸν μέλλοντα τῷ στρατηγῷ τὰ στρώματα κομίζειν, τὸν δὲ στρατηγὸν ἅμα πρόσω καὶ ὀπίσω τῶν πραγμάτων ὁρῶντα καὶ μηδενὶ πάθει τοὺς περὶ τῶν συμφερόντων λογισμοὺς ἐπιταραττόμενον. ὁ γὰρ Σοφοκλῆς ἄσμενος ἔφη τὰ ἀφροδίσια γεγηρακὼς ἀποπεφευγέναι καθάπερ ἄγριον καὶ λυσσῶντα δεσπότην ἐν δὲ ταῖς πολιτείαις οὐχ ἕνα δεῖ δεσπότην, ἔρωτα παίδων ἢ γυναικῶν, ἀποφεύγειν, ἀλλὰ πολλοὺς μανικωτέρους τούτου, φιλονεικίαν, φιλοδοξίαν, τὴν τοῦ πρῶτον εἶναι καὶ μέγιστον ἐπιθυμίαν, γονιμώτατον φθόνου νόσημα καὶ ζηλοτυπίας καὶ διχοστασίας ὧν τὰ μὲν ἀνίησι καὶ παραμβλύνει τὰ δʼ ὅλως ἀποσβέννυσι καὶ καταψύχει τὸ γῆρας, οὐ τοσοῦτον τῆς πρακτικῆς ὁρμῆς παραιρούμενον, ὅσον τῶν ἀκρατῶν καὶ διαπύρων ἀπερύκει παθῶν, ὥστε νήφοντα καὶ καθεστηκότα τὸν λογισμὸν ἐπάγειν ταῖς φροντίσιν.

伟大的伊巴密浓达对忒拜人所说的话也证明了这一点:当时正值严冬,阿卡迪亚人邀请他们进城住在民房里;但他并未应允,反而说道:“如今他们钦佩你们,注视着你们手持武器操练和摔跤;但若是见到你们围坐在火边狼吞虎咽地嚼着蚕豆,便会认为你们与他们自己毫无二致。” 同样,一位老人若能言善行且受人尊敬,便是一幅庄严的景象;而整日躺在床上,或坐在柱廊角落里闲扯、擦着鼻涕的老人,则是为人所不齿的。对此,荷马实际上也教导了那些善于倾听之人:涅斯托尔在特洛伊从军出征,庄严而备受尊崇;而珀琉斯和拉厄耳忒斯深居家中,却遭人遗弃和轻视。因为明智的习惯对于那些自甘放纵的人并不会一如既往地留存,反而在怠惰的销蚀与逐渐瓦解之下,时刻需要某种关怀的操练,以唤醒并涤荡理性与实践的能力:“因为美铜恰在磨砺中闪烁光华。” 在那些超逾年岁而走向讲坛和将署的人身上,肉体的衰弱给城邦带来的危害,远不如他们所拥有的谨慎和明智这等善端来得显著;他们并非凭空行事,既不失误,亦不为虚荣所趋而扑向公事,不把民众如受狂风搅扰的汪洋般裹挟牵引,而是温和且适度地应对所遭遇的诸事。因此,城邦每逢受挫或恐慌之际,总渴望长者的统治;它们屡屡将一位无欲无求的老人从乡野迎回,强令他如手把舵柄般将大局引向安宁,并将那些嗓门洪亮、滔滔不绝、且凭宙斯起誓能站稳脚跟与敌人奋战的将领与煽动家撇在一旁。正如雅典的演说家们曾让正值壮年且体格魁梧的忒奥卡瑞斯之子卡瑞斯与蒂莫塞乌斯和伊菲克拉特斯相抗衡,声称雅典人的将领就该是这副模样,蒂莫塞乌斯却答道:“凭诸神起誓,绝非如此!这般人物只配给将领搬运铺盖,将领应当能对世事‘瞻前复顾后’,且绝不让关乎公益的权衡被任何私情所扰乱。” 索福克勒斯曾言,他在暮年欣然摆脱了情欲,犹如逃脱了一个凶暴发狂的主人;但在城邦事务中,人们所要逃离的绝非少年或女色之爱这一个主人,而是远比这更为狂暴的众多主人——好胜、虚荣、争为首大之念,这些正是滋生嫉妒、争竞与内讧的最肥沃病灶。暮年能使其中一些有所缓和与迟钝,另一些则彻底熄灭并冷却,它并未过多剥夺实践的冲动,反而约束了放纵焦灼的情感,从而使清醒沉稳的理性投身于政务关怀。

§9

οὐ μὴν ἀλλʼ ἔστω καὶ δοκείτω διατρεπτικὸς εἶναι λόγος πρὸς τὸν ἀρχόμενον ἐν πολιαῖς νεανιεύεσθαι λεγόμενος καὶ καθαπτόμενος ἐκ μακρᾶς οἰκουρίας ὥσπερ νοσηλείας ἐξανισταμένου καὶ κινουμένου γέροντος ἐπὶ στρατηγίαν ἢ πραγματείαν, "μένʼ ὦ ταλαίπωρʼ, ἀτρέμα σοῖς ἐν δεμνίοις·" ὁ δὲ τὸν ἐμβεβιωκότα πολιτικαῖς πράξεσι καὶ διηγωνισμένον οὐκ ἐῶν ἐπὶ τὴν δᾷδα καὶ τὴν κορωνίδα τοῦ βίου προελθεῖν, ἀλλʼ ἀνακαλούμενος καὶ κελεύων ὥσπερ ἐξ ὁδοῦ μακρᾶς μεταβαλέσθαι, παντάπασιν ἀγνώμων καὶ μηδὲν ἐκείνῳ προσεοικώς ἐστιν. ὥσπερ γὰρ ὁ γαμεῖν παρασκευαζόμενον γέροντʼ ἐστεφανωμένον καὶ μυριζόμενον ἀποτρέπων καὶ λέγων τὰ πρὸς τὸν Φιλοκτήτην "τίς δʼ ἄν σε νύμφη, τίς δὲ παρθένος νέα δέξαιτʼ ἄν; εὖ γοῦν ὡς γαμεῖν ἔχεις τάλας" οὐκ ἄτοπός ἐστι καὶ γὰρ αὐτοὶ πολλὰ τοιαῦτα παίζουσιν εἰς ἑαυτούς "γαμῶ γέρων, εὖ οἶδα, καὶ τοῖς γείτοσιν·" ὁ δὲ τὸν πάλαι συνοικοῦντα καὶ συμβιοῦντα πολὺν χρόνον ἀμέμπτως οἰόμενος δεῖν ἀφεῖναι διὰ τὸ γῆρας τὴν γυναῖκα καὶ ζῆν καθʼ ἑαυτὸν ἢ παλλακίδιον ἀντὶ τῆς γαμετῆς ἐπισπάσασθαι, σκαιότητος ὑπερβολὴν οὐκ ἀπολέλοιπεν οὕτως ἔχει τινὰ λόγον τὸ προσιόντα δήμῳ πρεσβύτην, ἢ Χλίδωνα τὸν γεωργὸν ἢ Λάμπωνα τὸν ναύκληρον ἤ τινα τῶν ἐκ τοῦ κήπου φιλοσόφων, νουθετῆσαι καὶ κατασχεῖν ἐπὶ τῆς συνήθους ἀπραγμοσύνης ὁ δὲ Φωκίωνος ἢ Κάτωνος ἢ Περικλέους ἐπιλαβόμενος καὶ λέγων ὦ ξένʼ Ἀθηναῖε ἢ Ῥωμαῖε, ἀζαλέῳ γήρᾳ κατανθιδῶν κήδῃʼ, γραψάμενος ἀπόλειψιν τῇ πολιτείᾳ3 καὶ τὰς περὶ τὸ βῆμα καὶ τὸ στρατήγιον ἀφεὶς διατριβὰς καὶ τὰς φροντίδας εἰς ἀγρὸν ἐπείγου σὺν ἀμφιπόλῳ τῇ γεωργίᾳ συνεσόμενος ἢ πρὸς οἰκονομίᾳ τινὶ καὶ λογισμοῖς διαθησόμενος τὸν λοιπὸν χρόνον,ἄδικα πείθει καὶ ἀχάριστα πράττειν τὸν πολιτικόν.

话虽如此,对于白发之年才开始血气用事、从长久闲居中犹如久病初愈般奔向统帅职务或繁重公务的老者,人们若用这句训诫诗来阻拦和责难:“留下吧,受苦之人,安卧在你的床榻上”,倒也称得上是劝阻之辞;然而,若有人阻止一个毕生在政治事务中度过并奋战到底的人迈向生命的火炬与圆满冠冕,反而将其召回并命令他如同从漫漫长途中折返,则是完全不明事理且与那句训诫风马牛不相及。因为,劝阻一个戴着花冠、涂着香膏准备成婚的老人,并对他念起对菲罗克忒忒斯所说的话:“何方新娘、何方少女愿纳你?苦命人,你竟自以为合于婚配!”这并不荒谬——老人自己也常就此类事自嘲:“老来成婚,我深知,也是为了邻里”;但若有人认为一个长期与妻子共同生活、无可指摘地和睦相处了漫长岁月的男子,应当因年老而休弃妻子独居,或纳一小妾以代正妻,那便是蠢钝到了极点。同理,对于一个意图走上民众集会的老人——无论是农夫克利冬、船主兰庞,还是来自花园派的某位哲学家——对其加以劝诫并挽留于惯常的清静之中,固然有些道理;但若有人拉住福基翁、加图或伯里克利,说道:“雅典或罗马的外邦人啊,在干瘪的暮年绽放之时,你何苦操心劳神?向城邦递交离异之书,放下围绕讲坛与将署的劳碌与忧虑,快步归乡,让农事充当你的侍女相伴左右,或去从事某些家政账目以度余生吧” ——这便是在劝诱政治家行不义且忘恩负义之事了。

语法注3 条
  1. 788cκαὶ τὸ μὴ φαινόμενον ἀλλὰ τὰ μὲν ἐσφαλμένα τὰ δʼ ὑπὸ δόξης κενῆς προσπίπτειν πρὸς τὰ κοινὰ ... ἀλλὰ πράως τε χρῆσθαι

    在 ὅσον 引导的从句中,由中性单数冠词 τὸ 统领的带格不定式短语(τὸ μὴ ... προσπίπτειν ... ἀλλὰ ... χρῆσθαι)与 τὴν εὐλάβειαν καὶ τὴν φρόνησιν 并列,共同作 ἔχουσιν ἀγαθόν 的宾语。μὴ φαινόμενον 起修饰作用,意指“并非徒有其表”。

  2. 788dΤιμοθέῳ καὶ Ἰφικράτει Χάρητα τὸν Θεοχάρους ἐπαποδύοντες

    动词 ἐπαποδύω 借用自角力竞技,意为“使某人脱衣登场以与……对抗”,带与格(Τιμοθέῳ καὶ Ἰφικράτει,表示对手)和直接宾格(Χάρητα,表示派出的人选)。

  3. 789cγραψάμενος ἀπόλειψιν τῇ πολιτείᾳ

    比喻性地借用了雅典法律中妻子向执政官提出离婚申诉的专门术语(γράφεσθαι ἀπόλειψιν);与格 τῇ πολιτείᾳ 作间接宾语(“向城邦政务递交休书”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg117.humanitext-grc2:8-9