← 普鲁塔克

老人是否应参政

§10-11

国政所需的暮年明智与军务之差异

作者指出,与行军打仗不同,治理城邦依靠的是暮年的明智与说服力而非体力,主张身居要职者与君主绝不应当仅因年老便退出公职。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§10

τί οὖν; φήσαι τις ἄν, οὐκ ἀκούομεν ἐν κωμῳδίᾳ στρατιώτου λέγοντος "λευκή με θρὶξ ἀπόμισθον ἐντεῦθεν ποιεῖ;ʼ" πάνυ μὲν οὖν, ὦ ἑταῖρε· τοὺς γὰρ Ἄρεος θεράποντας ἡβᾶν πρέπει καὶ ἀκμάζειν, οἷα δὴ πόλεμον πολέμοιό τε μέρμερα ἔργα διέποντας, ἐν οἷς τοῦ γέροντος κἂν τὸ κράνος ἀποκρύψῃ τὰς πολιάς, ἀλλά τε λάθρῃ γυῖα βαρύνεται καὶ προαπολείπει τῆς προθυμίας ἡ δύναμις τοὺς δὲ τοῦ Βουλαίου καὶ Ἀγοραίου καὶ Πολιέως Διὸς ὑπηρέτας οὐ ποδῶν ἔργα καὶ χειρῶν ἀπαιτοῦμεν, ἀλλὰ βουλῆς καὶ προνοίας καὶ λόγου, μὴ ῥαχίαν ποιοῦντος ἐν δήμῳ καὶ ψόφον ἀλλὰ νοῦν ἔχοντος καὶ φροντίδα πεπνυμένην καὶ ἀσφάλειαν οἷς ἡ γελωμένη πολιὰ καὶ ῥυτὶς ἐμπειρίας μάρτυς ἐπιφαίνεται, καὶ πειθοῦς συνεργὸν αὐτῷ καὶ δόξαν ἤθους προστίθησι. πειθαρχικὸν γὰρ ἡ νεότης ἡγεμονικὸν δὲ τὸ γῆρας, καὶ μάλιστα σῴζεται πόλις "ἔνθα βουλαὶ γερόντων, καὶ νέων ἀνδρῶν ἀριστεύοισιν αἰχμαί" καὶ τό "βουλὴν δὲ πρῶτον μεγαθύμων ἷζε γερόντων Νεστορέῃ παρὰ νηὶ" θαυμαστῶς ἐπαινεῖται. διὸ τὴν μὲν ἐν Λακεδαίμονι παραζευχθεῖσαν ἀριστοκρατίαν τοῖς βασιλεῦσιν ὁ Πύθιος πρεσβυγενέας ὁ δὲ Λυκοῦργος ἄντικρυς γέροντας ὠνόμασεν, ἡ δὲ Ῥωμαίων σύγκλητος ἄχρι νῦν γερουσία καλεῖται. καὶ καθάπερ ὁ νόμος τὸ διάδημα καὶ τὸν στέφανον, οὕτω τὴν πολιὰν φύσις ἔντιμον ἡγεμονικοῦ σύμβολον ἀξιώματος ἐπιτίθησι καὶ τὸ γέρας οἶμαι καὶ τὸ γεραίρειν ὄνομα σεμνὸν ἀπὸ τῶν γερόντων γενόμενον διαμένει, οὐχ ὅτι θερμολουτοῦσι καὶ καθεύδουσι μαλακώτερον, ἀλλʼ ὡς βασιλικὴν ἐχόντων τάξιν1 ἐν ταῖς πόλεσι κατὰ τὴν φρόνησιν, ἧς καθάπερ ὀψικάρπου φυτοῦ τὸ οἰκεῖον ἀγαθὸν καὶ τέλειον ἐν γήρᾳ μόλις ἡ φύσις ἀποδίδωσι. τὸν γοῦν βασιλέα τῶν βασιλέων εὐχόμενον τοῖς θεοῖς "τοιοῦτοι δέκα μοι συμφράδμονες εἶεν Ἀχαιῶν" οἷος ἦν ὁ Νέστωρ, οὐδεὶς ἐμέμψατο τῶν ἀρηίων καὶ μένεα πνεόντων Ἀχαιῶν, ἀλλὰ συνεχώρουν ἅπαντες οὐκ ἐν πολιτείᾳ μόνον ἀλλὰ καὶ ἐν πολέμῳ μεγάλην ἔχειν ῥοπὴν τὸ γῆρας· "σοφὸν γὰρ ἓν βούλευμα τὰς πολλὰς χέρας νικᾷ" καὶ μία γνώμη λόγον ἔχουσα καὶ πειθὼ τὰ κάλλιστα καὶ μέγιστα διαπράττεται τῶν κοινῶν.

有人或许会问:“那么又当如何?难道我们在喜剧中不曾听见士兵说道: ‘莫非从此白发便教我退役领不到军饷?’吗?” 完全如此,我的朋友;因为战神阿瑞斯的侍从本就应当青春健壮且正值壮年,毕竟他们操持的是战事与战时艰危的劳作。在这些事中,即便头盔遮掩了老人的白发,他的肢体也会暗中变得沉重,气力也会在斗志之前耗尽。然而,对于议事之神、市集之神与城邦守护之神宙斯的侍奉者,我们所要求的并非手足之劳,而是谋略、远见与言辞——这言辞并非在民众中掀起狂澜与喧嚣,而是蕴含理性、审慎的关怀与安稳。对于这些,那备受嘲弄的白发与皱纹乃是经验的明证,并为他增添了说服的臂助与德行的威望。因为青年善于顺从,暮年善于领导;而城邦最得保全之地,莫过于: “长者的谋划,与年轻男儿的长矛卓然超群之处”;此外,那句诗: “他首先在涅斯托尔的船旁, 召集了心怀大志的长者们的会议”亦备受赞赏。因此,在拉刻代蒙,与国王们相辅相成的贵族评议会,皮托神谕称之为“年长先诞者”,而吕库古则径直称其为“长者”,罗马人的元老院至今仍被称为“长者院”。正如法律授予冠冕与花环,自然亦赋予白发作为执政尊严的荣耀象征。我想,“尊荣”与“致敬”这些高贵的字眼,亦源于长者并流传至今,并非因为他们洗温水浴、睡在更柔软的铺盖上,而是因为他们在城邦中因明智而享有如国王般的地位;而明智犹如晚熟的植物,自然唯在暮年方始赋予其特有的圆满善果。无论如何,当诸王之王向诸神祈祷: “但愿阿开奥斯人中我有十位如此的谋士”,如涅斯托尔一般时,尚武且气贯长虹的阿开奥斯人中绝无一人加以责怪,反而全体公认不仅在国政中,即便在战争中暮年亦拥有巨大的分量: “因为一个英明的谋略胜过千万双臂膀”,而一个深具理性与说服力的卓见,便能成全公共事务中最美好且最伟大的成果。

§11

ἀλλὰ μὴν ἥ γε βασιλεία, τελεωτάτη πασῶν οὖσα καὶ μεγίστη τῶν πολιτειῶν, πλείστας φροντίδας ἔχει καὶ πόνους καὶ ἀσχολίας· τὸν γοῦν Σέλευκον ἑκάστοτε λέγειν ἔφασαν, εἰ γνοῖεν οἱ πολλοὶ τὸ γράφειν μόνον ἐπιστολὰς τοσαύτας καὶ ἀναγινώσκειν ὡς ἐργῶδές ἐστιν, ἐρριμμένον οὐκ ἂν ἀνελέσθαι διάδημα·2 τὸν δὲ Φίλιππον ἐν καλῷ χωρίῳ μέλλοντα καταστρατοπεδεύειν, ὡς ἤκουσεν ὅτι χόρτος οὐκ ἔστι τοῖς ὑποζυγίοις ὦ Ἡράκλεις εἰπεῖν οἷος ἡμῶν ὁ βίος, εἰ καὶ πρὸς τὸν τῶν ὄνων καιρὸν ὀφείλομεν ζῆν. ὥρα τοίνυν καὶ βασιλεῖ παραινεῖν πρεσβύτῃ γεγενημένῳ τὸ μὲν διάδημα καταθέσθαι καὶ τὴν πορφύραν, ἱμάτιον δʼ ἀναλαβόντα καὶ καμπύλην ἐν ἀγρῷ διατρίβειν, μὴ δοκῇ περίεργα καὶ ἄωρα πράττειν ἐν πολιαῖς βασιλεύων. εἰ δʼ οὐκ ἄξιον ταῦτα λέγειν περὶ Ἀγησιλάου καὶ Νομᾶ καὶ Δαρείου, μηδὲ τῆς ἐξ Ἀρείου πάγου βουλῆς Σόλωνα μηδὲ τῆς συγκλήτου Κάτωνα διὰ τὸ γῆρας ἐξάγωμεν, οὐκοῦν μηδὲ Περικλεῖ συμβουλεύωμεν ἐγκαταλιπεῖν τὴν δημοκρατίαν οὐδὲ γὰρ ἄλλως λόγον ἔχει νέον ὄντα κατασκιρτῆσαι τοῦ βήματος, εἶτʼ ἐκχέαντα τὰς μανικὰς ἐκείνας φιλοτιμίας καὶ ὁρμὰς εἰς τὸ δημόσιον, ὅταν ἡ τὸ φρονεῖν ἐπιφέρουσα διʼ ἐμπειρίαν ἡλικία παραγένηται, προέσθαι καὶ καταλιπεῖν ὥσπερ γυναῖκα τὴν πολιτείαν καταχρησάμενον.3

再者,君主制作为一切政体中最完备且最宏大者,承受着最多的忧虑、劳碌与纷扰。据说塞琉古常言,平民若知仅是批阅撰写如此繁多的书信便有多么艰难,即便冠冕被丢弃在地上,也绝不肯俯身捡拾。而腓力在打算驻扎于一处风景优美之地时,听说那里没有供驮畜食用的草料,便叹道:“赫拉克勒斯啊,倘若我们甚至必须迁就驴子的方便而活,我们的生活又是何等可悲!” 既然如此,现在也该劝告年迈的国王摘下冠冕与紫袍,披上粗衣、手拄拐杖归隐田园度日,以免因白发苍苍仍身登王位而显得多事且不合时宜了。然而,若是对阿格西劳斯、努马和大利乌说出这番话并不适宜,我们便也不该因年老而将梭伦逐出阿雷奥帕古斯议事会、将加图驱出元老院,因而亦不当建议伯里克利抛弃民主政体。因为,年轻时在讲坛上纵情驰骋,在公共生活中倾泻了那些狂热的野心与冲动,而当凭借阅历带来明智的年龄终于到来之际,却像对待一个被耗尽姿色的妇人一般,将城邦丢弃并离去,这在任何情理上都是说不通的。

语法注3 条
  1. 789eἀλλʼ ὡς βασιλικὴν ἐχόντων τάξιν

    此处的 ὡς 搭配属格分词(ἐχόντων),与前文的 οὐχ ὅτι θερμολουτοῦσι...(“并非因为他们洗温水浴……”)构成对比,用于引出主观的理由或根据,分词的逻辑主语为前文的“长者们”(τῶν γερόντων)。

  2. 790bἐρριμμένον οὐκ ἂν ἀνελέσθαι διάδημα

    嵌入间接引语(ἔφασαν λέγειν)中的条件句归结从句(前设从句为 εἰ γνοῖεν...)。在直接引语中本为潜势希求法(οὐκ ἂν ἀνέλοιντο),在此转化为 ἄν 搭配不定词(ἀνελέσθαι)的不定词结构。

  3. 790cοὐδὲ γὰρ ἄλλως λόγον ἔχει νέον ὄντα κατασκιρτῆσαι τοῦ βήματος, εἶτʼ ἐκχέαντα τὰς μανικὰς ἐκείνας φιλοτιμίας καὶ ὁρμὰς εἰς τὸ δημόσιον, ὅταν ἡ τὸ φρονεῖν ἐπιφέρουσα διʼ ἐμπειρίαν ἡλικία παραγένηται, προέσθαι καὶ καταλιπεῖν ὥσπερ γυναῖκα τὴν πολιτείαν καταχρησάμενον.

    全句骨干为非人称表达 οὐδὲ γὰρ ἄλλως λόγον ἔχει(“……在情理上毫无道理”),后接不定词 κατασκιρτῆσαι 以及 προέσθαι 和 καταλιπεῖν。各个宾格分词(νέον ὄντα, ἐκχέαντα, καταχρησάμενον)充当不定词的逻辑主语,指责那种“年轻时在讲坛上纵情狂热,待至经受历练而心智成熟之年却如弃残妇般抛下城邦”的行为毫无道理。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg117.humanitext-grc2:10-11