← 普鲁塔克

老人是否应参政

§6-7

从政的崇高喜悦与晚年嫉妒的消退

作者援引伊巴密浓达与苏拉的事例,阐明投身国政所带来的崇高精神欣悦以及持续维系声誉的重要性。进而论证在步入暮年之际,最大的障碍嫉妒往往会平息并转化为敬意,因此从政者绝不应在风平浪静之时抛弃深厚的政治根基与同袍而遽然引退。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6

Ὑπομίμνησκε δὲ σεαυτὸν ὧν πολλάκις ἀκήκοας· ὁ μὲν γὰρ Ἐπαμεινώνδας ἐρωτηθεὶς τί ἥδιστον αὐτῷ γέγονεν, ἀπεκρίνατο τὸ τοῦ πατρὸς ἔτι ζῶντος καὶ τῆς μητρὸς νικῆσαι1 τὴν ἐν Λεύκτροις μάχην. ὁ δὲ Σύλλας, ὅτε τῶν ἐμφυλίων πολέμων τὴν Ἰταλίαν καθήρας προσέμιξε τῇ Ῥώμῃ πρῶτον, οὐδὲ μικρὸν ἐν τῇ νυκτὶ κατέδαρθεν, ὑπὸ γήθους καὶ χαρᾶς μεγάλης ὥσπερ πνεύματος ἀναφερόμενος τὴν ψυχήν·2 καὶ ταῦτα περὶ αὑτοῦ γέγραφεν ἐν τοῖς ὑπομνήμασιν. ἄκουσμα μὲν γὰρ ἔστω μηδὲν ἥδιον ἐπαίνου κατὰ τὸν Ξενοφῶντα, θέαμα δὲ καὶ μνημόνευμα καὶ διανόημα τῶν ὄντων οὐδὲν ἔστιν ὃ τοσαύτην φέρει χάριν, ὅσην πράξεων ἰδίων ἐν ἀρχαῖς καὶ πολιτείαις ὥσπερ ἐν τόποις λαμπροῖς καὶ δημοσίοις ἀναθεώρησις. οὐ μὴν ἀλλὰ καὶ χάρις εὐμενὴς συμμαρτυροῦσα τοῖς ἔργοις καὶ συναμιλλώμενος ἔπαινος, εὐνοίας δικαίας ἡγεμών, οἷόν τι φῶς καὶ γάνωμα τῷ χαίροντι τῆς ἀρετῆς προστίθησι καὶ δεῖ μὴ περιορᾶν ὥσπερ ἀθλητικὸν στέφανον ἐν γήρᾳ ξηρὰν γενομένην τὴν δόξαν, ἀλλὰ καινὸν ἀεί τι καὶ πρόσφατον ἐπιφέροντα τὴν τῶν παλαιῶν χάριν ἐγείρειν καὶ ποιεῖν ἀμείνω καὶ μόνιμον ὥσπερ οἱ τεχνῖται, οἷς ἐπέκειτο φροντίζειν σῶον εἶναι τὸ Δηλιακὸν πλοῖον, ἀντὶ τῶν πονούντων ξύλων ἐμβάλλοντες ἄλλα καὶ συμπηγνύντες ἀίδιον ἐκ τῶν τότε χρόνων καὶ ἄφθαρτον ἐδόκουν διαφυλάττειν. ἔστι δὲ καὶ δόξης καὶ φλογὸς οὐ χαλεπὴ σωτηρία καὶ τήρησις ἀλλὰ μικρῶν ὑπεκκαυμάτων δεομένη, κατασβεσθὲν δὲ καὶ ὑποψυχθὲν οὐδέτερον ἄν τις ἀπραγμόνως πάλιν ἐξάψειεν. ὡς δὲ Λάμπις ὁ ναύκληρος ἐρωτηθεὶς πῶς ἐκτήσατο τὸν πλοῦτον οὐ χαλεπῶς ἔφη τὸν μέγαν, τὸν δὲ βραχὺν ἐπιπόνως καὶ βραδέως· οὕτω τῆς πολιτικῆς δόξης καὶ δυνάμεως ἐν ἀρχῇ τυχεῖν οὐ ῥᾴδιόν ἐστι; τὸ δὲ συναυξῆσαι καὶ διαφυλάξαι μεγάλην γενομένην ἀπὸ τῶν τυχόντων ἕτοιμον. οὔτε γὰρ φίλος ὅταν γένηται πολλὰς λειτουργίας ἐπιζητεῖ καὶ μεγάλας, ἵνα μένῃ φίλος, μικροῖς δὲ σημείοις τὸ ἐνδελεχὲς· ἀεὶ διαφυλάττει τὴν εὔνοιαν· ἥ τε δήμου φιλία καὶ πίστις οὐκ ἀεὶ δεομένη χορηγοῦντος οὐδὲ προδικοῦντος οὐδʼ ἄρχοντος αὐτῇ τῇ προθυμίᾳ συνέχεται καὶ τῷ μὴ προαπολείποντι μηδʼ ἀπαγορεύοντι τῆς ἐπιμελείας καὶ φροντίδος. οὐδὲ γὰρ αἱ στρατεῖαι παρατάξεις ἀεὶ καὶ μάχας καὶ πολιορκίας ἔχουσιν, ἀλλὰ καὶ θυσίας ἔστιν ὅτε καὶ συνουσίας διὰ μέσου καὶ σχολὴν ἄφθονον ἐν παιδιαῖς καὶ φλυαρίαις δέχονται. πόθεν γε δὴ τὴν πολιτείαν φοβητέον, ὡς ἀπαραμύθητον καὶ πολύπονον καὶ βαρεῖαν, ὅπου καὶ θέατρα καὶ πομπαὶ καὶ νεμήσεις καὶ χοροὶ καὶ Μοῖσα καὶ Ἀγλαΐα καὶ θεοῦ τινος ἀεὶ τιμὴ τὰς ὀφρῦς λύουσα παντὸς ἀρχείου καὶ συνεδρίου πολλαπλάσιον τὸ ἐπιτερπὲς καὶ κεχαρισμένον ἀποδίδωσιν;

你要提醒自己常常听到的那些话:因为当伊巴密浓达被问及何事对他而言最为甘美时,他回答说,是在父亲和母亲依然健在之时赢得了留克特拉战役。而苏拉在荡平内战清肃意大利后初次抵近罗马时,夜里竟未合眼片刻,其灵魂因巨大的欢悦与喜乐而如同被狂风托起;他在自己的回忆录中亦记述了此事。因为纵然依色诺芬之言,天下无一物之悦耳能甚于赞美;但在现存事物中,绝无任何景观、回忆或思想所带来的欣喜,能够比得上在官职与治国政务之中、宛如在显赫而公开的殿堂里审视自己的功绩。不仅如此,见证功绩的仁善谢忱与催生公允好感之竞相赞颂,更为美德的欢悦增添了一种光辉与荣色。人们切不可听任声望在暮年如竞技桂冠般干枯,而应不断带来新鲜出炉之物,唤醒对往昔恩德的感激,使之更为美好且历久弥新;正如那些受命确保提洛神船完好无损的工匠一样,他们不断以新木替换朽损之木并将其紧固,从而被认为自那古老年代以来便使神船永恒不朽地存续。保全并维护声誉与火苗皆非难事,只需细微的引火之物即可;但两者一旦熄灭冷却,任何人都难以毫不费力地将其重新点燃。 正如船主兰皮斯被问及如何积累财富时所说:“巨富得来全不费力,微资却积累得艰难而迟缓”;在起步阶段获得政治声誉与权柄固然不易,但一旦规模宏大,借由寻常契机予以增进和维系则是顺理成章的。因为朋友一旦结成,并不要求过多而过大的服务来维持友谊,微小的持续关怀便能常保善意;民众的友谊与信任,亦非时时要求有人出资资助、出庭辩护或担任长官,仅凭热情本身以及不提前放弃、不终止照料与关怀便能维系。因为即便是行军打仗,也不可能时刻都在列阵、厮杀与围城,其间也时常会有祭祀、会饮,以及在嬉戏与闲谈中度过的充裕闲暇。那么,我们又从何理由去畏惧从政是一件毫无抚慰、劳碌且沉重的事呢?须知剧场、游行、分配,以及“歌舞、缪斯与阿格莱亚”,乃至某位神明的祭仪,无不随时舒展着每个官署与议事会的紧锁眉头,带来数倍的愉悦与欢欣。

§7

ὃ τοίνυν μέγιστον κακὸν ἔχουσιν αἱ πολιτεῖαι, τὸν φθόνον, ἥκιστα διερείδεται πρὸς τὸ γῆρας· κύνες γὰρ καὶ βαΰζουσιν ὃν ἂν μὴ γινώσκωσι καθʼ Ἡράκλειτον, καὶ πρὸς τὸ ἀρχόμενον ὥσπερ ἐν θύραις τοῦ βήματος μάχεται καὶ πάροδον οὐ δίδωσι τὴν δὲ σύντροφον καὶ συνήθη δόξαν οὐκ ἀγρίως οὐδὲ χαλεπῶς ἀλλὰ πράως ἀνέχεται. διὸ τὸν φθόνον ἔνιοι τῷ καπνῷ παρεικάζουσι· πολὺς γὰρ ἐν τοῖς ἀρχομένοις διὰ τὸ φλέγεσθαι προεκπίπτων , ὅταν ἐκλάμψωσιν, ἀφανίζεται. καὶ ταῖς μὲν ἄλλαις ὑπεροχαῖς προσμάχονται καὶ διαμφισβητοῦσιν ἀρετῆς καὶ γένους καὶ φιλοτιμίας, ὡς ἀφαιροῦντες αὑτῶν ὅσον ἄλλοις ὑφίενται τὸ δʼ ἀπὸ τοῦ χρόνου πρωτεῖον, ὃ καλεῖται κυρίως πρεσβεῖον, ἀζηλοτύπητόν ἐστι; καὶ παραχωρούμενον οὐδεμιᾷ γὰρ οὕτω τιμῇ συμβέβηκε τὸν τιμῶντα μᾶλλον ἢ τὸν τιμώμενον κοσμεῖν, ὡς τῇ τῶν γερόντων. ἔτι τὴν μὲν ἀπὸ τοῦ πλούτου δύναμιν ἢ λόγου δεινότητος ἢ σοφίας οὐ πάντες αὑτοῖς γενήσεσθαι προσδοκῶσιν, ἐφʼ ἣν δὲ προάγει τὸ γῆρας αἰδῶ καὶ δόξαν οὐδεὶς ἀπελπίζει τῶν πολιτευομένων. οὐδὲν οὖν διαφέρει κυβερνήτου πρὸς ἐναντίον κῦμα καὶ πνεῦμα πλεύσαντος ἐπισφαλῶς, εὐδίας δὲ καὶ εὐαερίας γενομένης ὁρμίσασθαι ζητοῦντος, ὁ τῷ φθόνῳ διαναυμαχήσας3 πολὺν χρόνον, εἶτα παυσαμένου καὶ στορεσθέντος, ἀνακρουόμενος ἐκ τῆς πολιτείας καὶ προϊέμενος ἅμα ταῖς πράξεσι τὰς κοινωνίας καὶ τὰς ἑταιρείας. ὅσῳ γὰρ χρόνος γέγονε πλείων, καὶ φίλους πλείονας καὶ συναγωνιστὰς πεποίηκεν, οὓς οὔτε συνεξάγειν ἑαυτῷ πάντας ἐνδέχεται καθάπερ διδασκάλῳ χορὸν οὔτʼ ἐγκαταλείπειν δίκαιον· ἀλλʼ ὥσπερ τὰ παλαιὰ δένδρα τὴν μακρὰν πολιτείαν οὐ ῥᾴδιόν ἐστιν ἀνασπάσαι πολύρριζον οὖσαν καὶ πράγμασιν ἐμπεπλεγμένην, ἃ πλείονας παρέχει ταραχὰς καὶ σπαραγμοὺς ἀπερχομένοις ἢ μένουσιν. εἰ δέ τι καὶ περίεστι φθόνου λείψανον ἢ φιλονεικίας πρὸς τοὺς γέροντας ἐκ τῶν πολιτικῶν ἀγώνων, κατασβεστέον τοῦτο τῇ δυνάμει μᾶλλον ἢ δοτέον τὰ νῶτα, γυμνοὺς καὶ ἀόπλους ἀπιόντας· οὐ γὰρ οὕτως ἀγωνιζομένοις φθονοῦντες ὡς ἀπειπαμένοις καταφρονήσαντες ἐπιτίθενται.

因此,城邦所具有的最大祸患——嫉妒,最不针对老年人:因为依赫拉克利特所言,“犬吠其所不识者”,嫉妒在讲坛的大门前与初出茅庐者搏斗并不予通行,但对于伴随已久、习以为常的声望,却并不粗暴严苛,而是温和地容纳。因此有人将嫉妒比作浓烟:因为在初燃时由于着火而大量喷涌,一旦熊熊燃烧便烟消云散。人们对于美德、出身和荣誉欲等其他优越之处尚且争斗抵制,仿佛让给他人多少便剥夺了自己多少;但对于源于岁月的首要地位——即严格意义上所称的“长者特权” ——人们却不怀妒意而欣然让步。因为没有任何一种敬意,能像给予老人的敬意那样,使施予者比起受予者更加显得尊荣。况且,由财富、雄辩技巧或智慧而来的力量并非人人都指望拥有,但对于暮年所带来的敬重与声望,从政者中却无一人会感到绝望。因此,一个长期与嫉妒奋战的人,在嫉妒平息浪静之后退避政坛,将公事与同盟派系一并抛弃,这与一位顶着逆风逆浪险象环生地航行、却在风平浪静之际谋求抛锚泊岸的舵手毫无二致。因为历时越久,结交的朋友与同袍就越多,既不可能像乐长率领合唱队那样将他们全数带退,弃之不顾又悖于正道。相反,如同古木一般,长久的从政生涯根深蒂固,与诸般事务纠缠在一起,不易拔除,对于离去者造成的动荡与撕裂远甚于留守者。即便从政治竞技中仍残留着对老人的丝毫嫉妒或争强之心,亦应当凭借自身力量将其扑灭,而非赤身裸体、手无寸铁地转身败逃;因为世人袭击他人,与其说是出于对奋战者的嫉妒,不如说是出于对弃战者的蔑视。

语法注3 条
  1. 6τὸ τοῦ πατρὸς ἔτι ζῶντος καὶ τῆς μητρὸς νικῆσαι

    该结构在中性冠词 τὸ 与不定词 νικῆσαι 之间插入了属格独立结构 τοῦ πατρὸς ἔτι ζῶντος καὶ τῆς μητρὸς(“在父母依然健在之时”)。不定词 νικῆσαι 的逻辑主语(伊巴密浓达本人)因语境自明而省略。

  2. 786eὥσπερ πνεύματος ἀναφερόμενος τὴν ψυχήν

    在 ὥσπερ πνεύματος 中,介词 ὑπό 承前(ὑπὸ γήθους καὶ χαρᾶς μεγάλης)省略,或者 πνεύματος 用作表起因/动作主体的属格。τὴν ψυχήν 则是伴随被动分词 ἀναφερόμενος(“被托举起、被扬起”)的关系对格/限制对格(accusative of respect)。

  3. 787dοὐδὲν οὖν διαφέρει κυβερνήτου ... ὁ τῷ φθόνῳ διαναυμαχήσας

    主句以 οὐδὲν διαφέρει 带比较属格 κυβερνήτου(“与舵手毫无区别”),而以主格名词化分词句 ὁ ... διαναυμαχήσας(“与嫉妒奋战之人”)作为全句的语法主语。句中插入的属格独立结构 παυσαμένου καὶ στορεσθέντος(“当平息浪静之时”)其逻辑主语为前文出现的 τῷ φθόνῳ(省略了 τοῦ φθόνου)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg117.humanitext-grc2:6-7