← 普鲁塔克

老人是否应参政

§4-5

退隐后务琐务之可耻与从政行善之乐

作者论述年迈政客退隐转操农商或沉溺肉体享乐之可耻,主张善政与公德才能赋予灵魂至高的喜悦与登天之翼。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4

ἆρʼ οὖν οὐκ αἰσχρόν ἐστι τῶν ἀπὸ σκηνῆς γερόντων τοὺς ἀπὸ τοῦ βήματος ἀγεννεστέρους ὁρᾶσθαι, καὶ τῶν ἱερῶν ὡς ἀληθῶς ἐξισταμένους ἀγώνων ἀποτίθεσθαι τὸ πολιτικὸν πρόσωπον, οὐκ οἶδʼ ὁποῖον ἀντιμεταλαμβάνοντας; καὶ γὰρ τὸ τῆς γεωργίας ἐκ βασιλικοῦ ταπεινόν· ὅπου γὰρ ὁ Δημοσθένης φησὶν ἀνάξια πάσχειν τὴν Πάραλον, ἱερὰν οὖσαν τριήρη, ξύλα καὶ χάρακας καὶ βοσκήματα τῷ Μειδίᾳ παρακομίζουσαν, ἦ που πολιτικὸς ἀνὴρ ἀγωνοθεσίας καὶ βοιωταρχίας καὶ τὰς ἐν Ἀμφικτύοσι προεδρίας ἀπολιπών, εἶθʼ ὁρώμενος ἐν ἀλφίτων καὶ στεμφύλων διαμετρήσει καὶ πόκοις προβάτων οὐ παντάπασι δόξει τοῦτο δὴ τὸ καλούμενον ἵππου γῆρας1 ἐπάγεσθαι, μηδενὸς ἀναγκάζοντος; ἐργασίας γε μὴν βαναύσου καὶ ἀγοραίας ἅπτεσθαι μετὰ πολιτείαν ὅμοιόν ἐστι τῷ γυναικὸς ἐλευθέρας καὶ σώφρονος ἔνδυμα περισπάσαντα καὶ περίζωμα δόντα συνέχειν ἐπὶ καπηλείου· καὶ γὰρ τῆς πολιτικῆς ἀρετῆς οὕτως ἀπόλλυται τὸ ἀξίωμα καὶ τὸ μέγεθος πρός τινας οἰκονομίας καὶ χρηματισμοὺς ἀγομένης. ἂν δʼ, ὅπερ λοιπόν ἐστι, ῥᾳστώνας καὶ ἀπολαύσεις τὰς ἡδυπαθείας καὶ τὰς τρυφὰς ὀνομάζοντες ἐν ταύταις μαραινόμενον ἡσυχῆ παρακαλῶσι γηράσκειν τὸν πολιτικόν, οὐκ οἶδα ποτέρᾳ δυεῖν εἰκόνων αἰσχρῶν πρέπειν δόξει μᾶλλον ὁ βίος· αὐτοῦ πότερον ἀφροδίσια ναύταις ἄγουσι πάντα τὸν λοιπὸν ἤδη χρόνον οὐκ ἐν λιμένι τὴν ναῦν ἔχουσιν ἀλλʼ ἔτι πλέουσαν ἀπολείπουσιν·2 ἢ καθάπερ ἔνιοι τὸν Ἡρακλέα παίζοντες οὐκ εὖ γράφουσιν ἐν Ὀμφάλης κροκωτοφόρον ἐνδιδόντα Λυδαῖς θεραπαινίσι ῥιπίζειν καὶ παραπλέκειν ἑαυτόν, οὕτω τὸν πολιτικὸν ἐκδύσαντες τὴν λεοντῆν καὶ κατακλίναντες εὐωχήσομεν ἀεὶ καταψαλλόμενον καὶ καταυλούμενον, οὐδὲ τῇ τοῦ Πομπηίου Μάγνου φωνῇ διατραπέντες τῇ πρὸς Λεύκολλον αὑτὸν μὲν εἰς λουτρὰ καὶ δεῖπνα καὶ συνουσίας μεθημερινὰς καὶ πολὺν ἄλυν καὶ κατασκευὰς οἰκοδομημάτων νεοπρεπεῖς μετὰ τὰς στρατείας καὶ πολιτείας ἀφεικότα, τῷ δὲ Πομπηίῳ φιλαρχίαν ἐγκαλοῦντα καὶ φιλοτιμίαν παρʼ ἡλικίαν· ἔφη γὰρ ὁ Πομπήιος ἀωρότερον εἶναι γέροντι τὸ τρυφᾶν ἢ τὸ ἄρχειν· ἐπεὶ δὲ νοσοῦντι συνέταξε κίχλην ὁ ἰατρός, ἦν δὲ δυσπόριστον καὶ παρʼ ὥραν, ἔφη δέ τις εἶναι παρὰ Λευκόλλῳ πολλὰς τρεφομένας, οὐκ ἔπεμψεν οὐδʼ ἔλαβεν εἰπών οὐκοῦν, εἰ μὴ Λεύκολλος ἐτρύφα, Πομπήιος οὐκ ἂν ἔζησε;

既然如此,比起舞台上的老年人,讲坛上退下的人若显得更为卑劣,退出真正神圣的竞技,脱去从政者的面貌,换上不知何等模样的角色,难道不是一件可耻的事吗?因为从王者的崇高跌落至农业劳作,乃是一种屈尊降格。要知道,既然德摩斯梯尼曾说神圣的三列桨座战船帕拉罗斯号为梅迪亚斯运送木材、木桩和牲畜是蒙受了屈辱,那么一位从政之士若放弃了竞技祭典的主持人职务、波奥塔克职权以及安菲克提翁同盟的主席席位,随后被人看见在度量大麦粉与葡萄渣、分拣羊毛,若非他人强迫,难道不会完全被人视为自招所谓“马之残生”吗?况且,在退隐政坛之后去从事粗鄙而市侩的劳作,就如同剥去自由正派妇人的华服,给她围上围裙,将她拘禁在酒肆之中;因为政治美德的尊严与崇高,一旦被降格为区区治家理财与谋利营生,便荡然无存了。 如果按照仅余的另一种选择,人们将放纵与奢靡冠以“闲逸”与“享乐”之名,劝诱从政者在这些享受中消沉退化、安度晚年,我不知道他的生活会更像两种丑态中的哪一种:是像那些水手,在余下的全部时间里纵情欢宴,不仅不将船停泊入港,反而在航行途中弃船而去;还是像某些人戏谑地拙劣描绘赫拉克勒斯那样,画他身着藏红花色长袍寄居于翁法勒之处,任凭吕底亚的女仆们为他摇扇、编结发辫,我们同样剥去从政者的狮皮,让他斜倚在卧榻上,终日伴着琴瑟管弦之声宴饮作乐——全然顾不得庞培·马格努斯对卢库鲁斯所说的规诫?卢库鲁斯在戎马生涯与执掌国政之后,将自己交付给白昼的沐浴、宴席、聚会、极度的无聊倦怠以及年轻人做派的建筑营造,却反过来指责庞培不顾年事已高仍贪恋权位与名誉。庞培回答说,对于老人而言,奢靡享受比行使统治更为不合时宜。当庞培抱病而医生为他开出吃鸫鸟的药方时,时值淡季难以觅得,有人说卢库鲁斯那里饲养了许多,庞培既不派人索取也不肯接受,说道:“难道卢库鲁斯若不骄奢淫逸,庞培就活不成了吗?”

§5

καὶ γὰρ εἰ ζητεῖ πάντως ἡ φύσις τὸ ἡδὺ καὶ τὸ χαίρειν, τὸ μὲν σῶμα τῶν γερόντων ἀπείρηκε πρὸς πάσας, πλὴν ὀλίγων τῶν ἀναγκαίων, τὰς ἡδονάς, καὶ οὐχ ἡ Ἀφροδίτη τοῖς γέρουσιν ἄχθεται μόνον, ὡς Εὐριπίδης φησίν, ἀλλὰ καὶ τὰς περὶ πόσιν καὶ βρῶσιν ἐπιθυμίας ἀπημβλυμμένας τὰ πολλὰ καὶ νωδὰς κατέχοντες μόλις οἷον ἐπιθήγουσι καὶ χαράττουσιν ἐν δὲ τῇ ψυχῇ παρασκευαστέον ἡδονὰς οὐκ ἀγεννεῖς οὐδʼ ἀνελευθέρους, ὡς Σιμωνίδης ἔλεγε πρὸς τοὺς ἐγκαλοῦντας αὐτῷ φιλαργυρίαν, ὅτι τῶν ἄλλων ἀπεστερημένος διὰ τὸ γῆρας ἡδονῶν ὑπὸ μιᾶς ἔτι γηροβοσκεῖται τῆς ἀπὸ τοῦ κερδαίνειν. ἀλλʼ ἡ πολιτεία καλλίστας μὲν ἡδονὰς ἔχει καὶ μεγίστας, αἷς καὶ τοὺς θεοὺς εἰκός ἐστιν ἢ μόναις ἢ μάλιστα χαίρειν· αὗται δʼ εἰσίν, ἃς τὸ εὖ ποιεῖν καὶ καλόν τι πράττειν ἀναδίδωσιν. εἰ γὰρ Νικίας ὁ ζῳγράφος οὕτως ἔχαιρε τοῖς τῆς τέχνης ἔργοις, ὥστε τοὺς οἰκέτας ἐρωτᾶν πολλάκις, εἰ λέλουται καὶ ἠρίστηκεν Ἀρχιμήδην δὲ τῇ σανίδι προσκείμενον ἀποσπῶντες βίᾳ καὶ ἀποδύοντες ἤλειφον οἱ θεράποντες, ὁ δʼ ἐπὶ τοῦ σώματος ἀληλιμμένου διέγραφε τὰ σχήματα Κάνος δʼ ὁ αὐλητής, ὃν καὶ σὺ γιγνώσκεις, ἔλεγεν ἀγνοεῖν τοὺς ἀνθρώπους, ὅτῳ μᾶλλον αὑτὸν αὐλῶν ἢ ἑτέρους εὐφραίνει λαμβάνειν γὰρ ἂν μισθὸν οὐ διδόναι τοὺς ἀκούειν ἐθέλοντας3 ἆρʼ οὐκ ἐπινοοῦμεν, ἡλίκας ἡδονὰς αἱ ἀρεταὶ τοῖς χρωμένοις ἀπὸ τῶν καλῶν πράξεων καὶ τῶν κοινωνικῶν ἔργων καὶ φιλανθρώπων παρασκευάζουσιν, οὐ κνῶσαι οὐδὲ θρύπτουσαι, ὥσπερ αἱ εἰς σάρκα λεῖαι καὶ προσηνεῖς γινόμεναι κινήσεις; ἀλλʼ αὗται μὲν οἰστρῶδες καὶ ἀβέβαιον καὶ μεμιγμένον σφυγμῷ τὸ γαργαλίζον ἔχουσιν, αἱ δʼ, ἐπὶ τοῖς καλοῖς ἔργοις, οἵων δημιουργὸς ὁ πολιτευόμενος ὀρθῶς ἐστιν, οὐ ταῖς Εὐριπίδου χρυσαῖς πτέρυξιν, ἀλλὰ τοῖς Πλατωνικοῖς ἐκείνοις καὶ οὐρανίοις πτεροῖς ὅμοια τὴν ψυχὴν μέγεθος καὶ φρόνημα μετὰ γήθους λαμβάνουσαν ἀναφέρουσιν.4

因为即便自然无论如何都渴望甜美与喜悦,老人的肉体除了少数必需者之外,对一切享乐都已衰竭;正如欧里庇得斯所言,不仅阿佛洛狄忒厌弃老人,就连关于饮馔的欲望多半也已迟钝而无力咀嚼,〔老人们〕勉强像是去磨砺并刺激它们。然而在灵魂之中,则必须储备既非卑下亦非猥琐的快乐,不像西摩尼得斯向那些指责他贪婪的人所说的那样——他因年老被剥夺了其余的一切快乐,如今唯独依靠获取利益这一种快乐来颐养天年。然而,城邦政务却蕴藏着至美至大的快乐,神明亦理当唯独以此、或以此为最而感到喜悦;这些快乐正是行善与践行崇高事业所带来的。画家尼西亚斯倘若因其艺术造诣而如此欢欣,乃至屡屡询问仆人自己是否洗过澡、吃过饭;阿基米德若在俯身于图板时被仆人强行拉开、剥去衣物涂抹香油,他却在涂抹了香油的身体上继续画几何图形;而你也认识的吹笛手卡诺斯若曾说,人们并不知道他吹笛愉悦自己远甚于愉悦他人,否则那些想听的人应当收取报酬而非支付报酬:那么,难道我们不能体会到,诸般美德通过崇高的行动、公益的善举和仁爱的事业,为践行它们的人准备了多么浩瀚的快乐吗?这种快乐既不搔抓肉体,也不使之萎靡,不像那些发生在肉体上的平滑温和的活动。肉体的刺激带有狂乱、动摇并夹杂着脉搏跳动的瘙痒,而那些基于崇高事业的快乐——正道从政者正是其缔造者——却以喜悦赋予灵魂崇高与傲骨,并非有如欧里庇得斯所说的黄金羽翼,而是有如那柏拉图式的天国之翼,引领灵魂向上高飞。

语法注4 条
  1. 785dἵππου γῆρας

    希腊谚语“马之残生”,在此作中动词 ἐπάγεσθαι 的宾格宾语。该典故指良马年轻时受重用,年老时却被遗弃或沦落去推磨拉碾从事粗鄙劳役的命运。

  2. 785eπότερον ἀφροδίσια ναύταις ἄγουσι πάντα τὸν λοιπὸν ἤδη χρόνον οὐκ ἐν λιμένι τὴν ναῦν ἔχουσιν ἀλλʼ ἔτι πλέουσαν ἀπολείπουσιν

    此处构成选择疑问句 πότερον ... ἤ(“是……还是……”)的前半部分。与格 ναύταις ἄγουσι 承接前文比较结构(承接 ποτέρᾳ δυεῖν εἰκόνων πρέπειν δόξει),描绘水手不将船驶入港湾停泊、反在航行中弃船寻欢作乐的情形。

  3. 786cλαμβάνειν γὰρ ἂν μισθὸν οὐ διδόναι τοὺς ἀκούειν ἐθέλοντας

    间接引语中带有 ἄν 的不定式(λαμβάνειν ἄν),转写了非真实条件句或潜在线索(相当于直陈式过去时或祈愿式加 ἄν)。宾格短语 τοὺς ἀκούειν ἐθέλοντας 充当不定式 λαμβάνειν 与 διδόναι 的逻辑主语。

  4. 786dἀναφέρουσιν

    全句句末的主动词,承接主语 αἱ δʼ(源自崇高善举的快乐)。此词作及物动词用,支配宾语 τὴν ψυχήν(“将灵魂向上引领/托举”),是这一结构宏大、包含多重分词修饰的长周期的核心谓语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg117.humanitext-grc2:4-5