← 普鲁塔克

老人是否应参政

§2-3

政治家与艺术家晚年活跃的史例

普鲁塔克列举了历史上杰出人物(加图、奥古斯都、伯里克利、阿格西劳斯)在老年依然功绩卓著的例证,并借诗人与戏剧家(西摩尼得斯、索福克勒斯、波卢斯等)直至晚年仍创作竞演的史实,论证如今处于和平时代的公民更不应在老年时怯懦地放弃政治生活。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2

καίτοι τοὐναντίον ὁρῶμεν ὑπὸ τῶν νοῦν ἐχόντων τὰ μειράκια καὶ τοὺς νέους ἀποτρεπομένους τοῦ τὰ κοινὰ πράττειν· καὶ μαρτυροῦσιν οἱ νόμοι διὰ τοῦ κήρυκος ἐν ταῖς ἐκκλησίαις οὐκ Ἀλκιβιάδας οὐδὲ Πυθέας ἀνιστάντες ἐπὶ τὸ βῆμα πρώτους, ἀλλὰ τοὺς ὑπὲρ πεντήκοντʼ ἔτη γεγονότας, λέγειν καὶ συμβουλεύειν παρακαλοῦντες οὐ γὰρ τοσοῦτον ἀήθεια τόλμης καὶ τριβῆς ἔνδεια καὶ προτοόπαιον ἑκάστῳ στρατιωτῶν. ὁ δὲ Κάτων μετʼ ὀγδοήκοντʼ ἔτη δίκην ἀπολογούμενος ἔφη χαλεπὸν εἶναι βεβιωκότα μετʼ ἄλλων ἐν ἄλλοις ἀπολογεῖσθαι.1 Καίσαρος δὲ τοῦ καταλύσαντος Ἀντώνιον οὔτι μικρῷ βασιλικώτερα καὶ δημωφελέστερα γενέσθαι πολιτεύματα πρὸς τῇ τελευτῇ πάντες ὁμολογοῦσιν αὐτὸς δὲ τοὺς νέους ἔθεσι καὶ νόμοις αὐστηρῶς σωφρονίζων, ὡς ἐθορύβησαν, ἀκούσατʼ εἶπε νέοι γέροντος οὗ νέου γέροντες ἤκουον.2 ἡ δὲ Περικλέους πολιτεία τὸ μέγιστον ἐν γήρᾳ κράτος ἔσχεν, ὅτε καὶ τὸν πόλεμον ἄρασθαι τοὺς Ἀθηναίους ἔπεισε· καὶ προθυμουμένων οὐ κατὰ καιρὸν μάχεσθαι πρὸς ἑξακισμυρίους ὁπλίτας, ἐνέστη καὶ διεκώλυσε, μονονοὺ τὰ ὅπλα τοῦ δήμου καὶ τὰς κλεῖς τῶν πυλῶν ἀποσφραγισάμενος. ἀλλὰ μὴν ἅ γε Ξενοφῶν περὶ Ἀγησιλάου γέγραφεν, αὐτοῖς ὀνόμασιν ἄξιόν ἐστι παραθέσθαι ποίας γάρ φησὶ νεότητος οὐ κρεῖττον τὸ ἐκείνου γῆρας ἐφάνη; τίς μὲν γὰρ τοῖς ἐχθροῖς ἀκμάζων οὕτω φοβερὸς ἦν, ὡς Ἀγησίλαος τὸ μήκιστον τοῦ αἰῶνος ἔχων; τίνος δʼ ἐκποδὼν γενομένου μᾶλλον ἥσθησαν οἱ πολέμιοι ἢ Ἀγησιλάου, καίπερ γηραιοῦ τελευτήσαντος; τίς δὲ συμμάχοις θάρσος παρέσχεν ἢ Ἀγησίλαος, καίπερ ἤδη πρὸς τῷ τέρματι τοῦ βίου ὤν; τίνα δὲ νέον οἱ φίλοι πλέον ἐπόθησαν ἢ Ἀγησίλαον γηραιὸν ἀποθανόντα;

然而相反,我们看到有理智的人总是阻止毛头小伙和年轻后生参与公共事务;法律也通过公民大会上的传令官作证:他们并不让阿尔西比亚德或皮提亚斯之流最先登上讲坛,而是召唤年过五十的人起立发言献策。因为不习惯与缺乏经验会挫伤锐气,从而成为对每个战士的防壁。加图在八十岁后为诉讼自辩时曾说,一个与上一代人共同生活过来的人,在另一代人面前为自己辩护是极其困难的。众所周知,击溃安东尼的恺撒,其政治施策在生命将尽之时绝非略微、而是变得更加具有王者气度且更有益于人民;当他用风俗与法度严格管束青年而遭到他们起哄骚扰时,他便说道:“青年人,听一听这位老人的话吧,当他还是青年时,老人们就曾倾听过他。”伯里克利的政治事业亦是在晚年握有最崇高的权威,当时他成功劝说雅典人挑起战端;而当民众不识时务地渴望与六万重装步兵交锋时,他挺身而出予以阻止,几乎等于将民众的武器和城门的钥匙亲自封存。再者,色诺芬关于阿格西劳斯的记载,实当按其原话加以征引:“因为比起怎样的青春,”他说,“他的晚年不曾显得更为优越?当敌人在面对壮年之士时,有谁像阿格西劳斯处于行将就木的极寿之年那般令人生畏?又有谁的消失能比阿格西劳斯更让仇敌欣喜,尽管他去世时已经年迈?又有谁能像阿格西劳斯即便已临近生命的终点,仍旧给盟友带去那般的勇气?朋友们对哪位青年的怀念,胜过对寿终正寝的阿格西劳斯的渴望?”

§3

εἶτʼ ἐκείνους μὲν τηλικαῦτα πράττειν ὁ χρόνος οὐκ ἐκώλυεν, ἡμεῖς δʼ οἱ νῦν τρυφῶντες ἐν πολιτείαις, μὴ τυραννίδα μὴ πόλεμόν τινα μὴ πολιορκίαν ἐχούσαις, ἀπολέμους δʼ ἁμίλλας καὶ φιλοτιμίας νόμῳ τὰ πολλὰ καὶ λόγῳ μετὰ δίκης περαινομένας, ἀπο-· δειλιῶμεν;3 οὐ μόνον στρατηγῶν τῶν τότε καὶ δημαγωγῶν, ἀλλὰ καὶ ποιητῶν καὶ σοφιστῶν καὶ ὑποκριτῶν ὁμολογοῦντες εἶναι κακίους· εἴγε Σιμωνίδης μὲν ἐν γήρᾳ χοροῖς ἐνίκα, ὡς τοὐπίγραμμα δηλοῖ τοῖς τελευταίοις ἔπεσιν "ἀμφὶ διδασκαλίῃ δὲ Σιμωνίδῃ ἕσπετο κῦδος ὀγδωκονταέτει παιδὶ Λεωπρέπεος." Σοφοκλῆς δὲ λέγεται μὲν ὑπὸ παίδων παρανοίας δίκην φεύγων ἀναγνῶναι τὴν ἐν Οἰδίποδι τῷ ἐπὶ Κολωνῷ πάροδον, ᾗ ἐστιν ἀρχὴ "εὐίππου, ξένε, τᾶσδε χώρας ἵκου τὰ κράτιστα γᾶς ἔπαυλα, τὸν ἀργῆτα Κολωνόν, ἔνθʼ ἁ λίγεια μινύρεται θαμίζουσα μάλιστʼ ἀηδὼν χλωραῖς ὑπὸ βάσσαις." θαυμαστοῦ δὲ τοῦ μέλους φανέντος, ὥσπερ ἐκ θεάτρου τοῦ δικαστηρίου προπεμφθῆναι μετὰ κρότου καὶ βοῆς τῶν παρόντων. τουτὶ δʼ ὁμολογουμένως Σοφοκλέους ἐστὶ τοὐπιγραμμάτιον "ᾠδὴν Ἡροδότῳ τεῦξεν Σοφοκλῆς ἐτέων ὢν πέντʼ ἐπὶ πεντήκοντα." Φιλήμονα δὲ τὸν κωμικὸν καὶ Ἄλεξιν ἐπὶ τῆς σκηνῆς ἀγωνιζομένους καὶ στεφανουμένους ὁ θάνατος κατέλαβε. πῶλον δὲ τὸν τραγῳδὸν Ἐρατοσθένης καὶ Φιλόχορος ἱστοροῦσιν ἑβδομήκοντʼ ἔτη γεγενημένον ὀκτὼ τραγῳδίας ἐν τέτταρσιν ἡμέραις διαγωνίσασθαι μικρὸν ἔμπροσθεν τῆς τελευτῆς.

既然岁月当年不曾妨碍那些人成就如此伟业,而我们今日生活在既无僭主统治、亦无战祸、更无围城之虞的政制之中,享受着大多依靠法律、言论和正义裁决的非军事竞争与功名角逐,难道反要畏缩不前吗?难道要承认我们不仅比当年的将领与民众领袖更为拙劣,甚至还不如诗人、智者和伶人吗?如果说西摩尼得斯确在晚年凭借合唱队夺魁,正如那题铭最后几行诗所表明的: “荣耀伴随着教导合唱队的西摩尼得斯, 列奥普雷佩斯之子,时年八十岁。” 而索福克勒斯据说在遭到儿子们控告其神志失常时,当庭朗读了《俄狄浦斯在科罗诺斯》中的进场歌,其开篇是: “异邦的客人啊,你来到了这良马之邦, 大地上最美好的驻所, 那光华映照的科罗诺斯, 在那里,清脆婉转的夜莺 常常流连低唱, 在那青翠葱郁的山谷之下。” 因这首颂歌显得如此神奇绝妙,他如同从剧场出来一般被护送出法庭,伴随着在场之人的欢呼与掌声。而下面这首短题铭公认出自索福克勒斯之手: “索福克勒斯为希罗多德作此歌, 时年五十有五。” 此外,喜剧诗人费勒蒙与亚历克西斯是在舞台上角逐并加冠受赏之际被死亡降临带走的;而悲剧演员波卢斯,据埃拉托斯特尼和菲洛科罗斯记载,在七十岁高龄时,仍于临终前不久的四天之内连续竞演了八出悲剧。

语法注3 条
  1. 784dβεβιωκότα μετʼ ἄλλων ἐν ἄλλοις ἀπολογεῖσθαι

    宾格分词 βεβιωκότα 充当不定式 ἀπολογεῖσθαι 的逻辑主语(指加图自己)。介词短语 μετʼ ἄλλων(“与其他人一起”,指与其共度过去的同代人)同 ἐν ἄλλοις(“在其他人之中”,指当前主持法庭的新一代人)构成鲜明对比。

  2. 784dἀκούσατʼ ... νέοι γέροντος οὗ νέου γέροντες ἤκουον

    关系代词 οὗ 指向前行词 γέροντος,其属格由动词 ἤκουον(表示听取时常接人称属格)所决定。整个短句构成了精巧的多重格屈折(polyptoton)与交错对仗(chiasmus):呼格 νέοι 与属格 γέροντος,在关系节中被作听取对象的属格 οὗ、作状语修饰的属格 νέου(“年轻时”)以及作主语的主格 γέροντες 所对应逆转。

  3. 784eεἶτʼ ἐκείνους μὲν τηλικαῦτα πράττειν ὁ χρόνος οὐκ ἐκώλυεν, ἡμεῖς δʼ ... ἀποδειλιῶμεν;

    句首的 εἶτα 引出带有愤慨语气的反问句(“难道……吗?”)。全句的骨架是通过 μὲν ... δέ 将 ἐκείνους μὲν ... ὁ χρόνος οὐκ ἐκώλυεν(“岁月并未妨碍他们……”)与 ἡμεῖς δὲ ... ἀποδειλιῶμεν(“难道我们反要怯懦退缩吗?”,此处动词为拟议/反诘现在时虚拟式)构成鲜明对比。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg117.humanitext-grc2:2-3