- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol V. Vernardakēs, Grēgorios N., editor. Leipzig. Teubner, 1893.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg117.humanitext-grc2:25-26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
论述年长政治家当摒除嫉妒以扶持后辈并自揽怨谤,同时指出从政绝非仅限于官职与演说,而当如苏格拉底践行哲学那般,是贯穿于全部日常实践的恒常奉献。
τοῦτο γὰρ τὸ πάθος οὐδενὶ χρόνῳ πρέπον ἡλικίας, ὅμως ἐν νέοις εὐπορεῖ χρηστῶν ὀνομάτων, ἅμιλλα καὶ ζῆλος καὶ φιλοτιμία προσαγορευόμενον, ἐν δὲ πρεσβύταις παντελῶς ἄωρόν ἐστι καὶ ἄγριον καὶ ἀγεννές. διὸ δεῖ πορρωτάτω τοῦ φθονεῖν ὄντα τὸν πολιτικὸν γέροντα, μὴ καθάπερ τὰ βάσκανα γεράνδρυα τῶν παραβλαστανόντων καὶ ὑποφυομένων σαφῶς ἀφαιρεῖσθαι καὶ κολούειν τὴν βλάστην καὶ τὴν αὔξησιν, ἀλλʼ εὐμενῶς προσδέχεσθαι καὶ παρέχειν τοῖς ἀντιλαμβανομένοις καὶ προσπλεκομένοις ἑαυτὸν ὀρθοῦντα καὶ χειραγωγοῦντα καὶ τρέφοντα μὴ μόνον ὑφηγήσεσι καὶ συμβουλίαις ἀγαθαῖς, ἀλλὰ καὶ παραχωρήσεσι πολιτευμάτων τιμὴν ἐχόντων καὶ δόξαν ἤ τινας ὑπουργίας ἀβλαβεῖς μὲν ἡδείας δὲ τοῖς πολλοῖς καὶ πρὸς χάριν ἐσομένας· ὅσα δʼ ἐστὶν ἀντίτυπα καὶ προσάντη καὶ καθάπερ τὰ φάρμακα δάκνει παραχρῆμα καὶ λυπεῖ τὸ δὲ καλὸν καὶ λυσιτελὲς ὕστερον ἀποδίδωσι, μὴ τοὺς νέους ἐπὶ ταῦτα προσάγοντα μηδʼ ὑποβάλλοντα θορύβοις, ὄχλων ἀγνωμονούντων ἀήθεις ὄντας, ἀλλʼ αὐτὸν ἐκδεχόμενον τὰς ὑπὲρ τῶν συμφερόντων ἀπεχθείας· τούτῳ γὰρ εὐνουστέρους τε ποιήσει τοὺς νέους καὶ προθυμοτέρους ἐν ταῖς ἄλλαις ὑπηρεσίαις.
盖此种激情虽在任何年龄阶段皆不相称,然而在年轻人身上却不乏美名,被称为竞争、热诚与抱负,而在老年人身上则纯属不合时宜、野蛮且卑劣。因此,年长政治家必须极力远离嫉妒,切莫如同妨害他木的枯朽老树那般,公然削剥并摧残那些从身旁萌发和在下滋长的幼芽的生长与拔节,而应仁善地接纳他们,将自己奉献给那些攀援依附之人,不仅以良策与善导,亦以让渡那些能带来荣誉和名望的政略,或让渡某些对大众无害却令人欢悦且能取悦于民的差役,来匡正、携领并滋养他们。至于那些艰难逆阻之事,恰如药物一般立时带来刺痛与苦楚,随后方能结出崇高而有益的硕果,则不可引导年轻人从事,亦不可将不习于非理之徒喧嚣的他们置于骚乱之下,而应由老者自己承受为公共利益而招致的怨怼;因为通过这种做法,他不仅能使年轻人对他更加心悦诚服,亦能在其他事务中令其更加奋勉。
παρὰ πάντα δὲ ταῦτα χρὴ μνημονεύειν, ὡς οὐκ ἔστι πολιτεύεσθαι μόνον τὸ ἄρχειν καὶ πρεσβεύειν καὶ μέγα βοᾶν ἐν ἐκκλησίᾳ καὶ περὶ τὸ βῆμα βακχεύειν λέγοντας ἢ γράφοντας, ἃ οἱ πολλοὶ τοῦ πολιτεύεσθαι νομίζουσιν, ὥσπερ ἀμέλει καὶ φιλοσοφεῖν τοὺς ἀπὸ τοῦ δίφρου διαλεγομένους1 καὶ σχολὰς ἐπὶ βιβλίοις περαίνοντας· ἡ δὲ συνεχὴς ἐν ἔργοις καὶ πράξεσιν ὁρωμένη καθʼ ἡμέραν ὁμαλῶς πολιτεία καὶ φιλοσοφία λέληθεν αὐτούς. καὶ γὰρ τοὺς ἐν ταῖς στοαῖς ἀνακάμπτοντας περιπατεῖν φασιν, ὡς ἔλεγε Δικαίαρχος, οὐκέτι δὲ τοὺς εἰς ἀγρὸν ἢ πρὸς φίλον βαδίζοντας. ὅμοιον δʼ ἐστὶ τῷ φιλοσοφεῖν τὸ πολιτεύεσθαι. Σωκράτης γοῦν οὔτε βάθρα θεὶς οὔτʼ εἰς θρόνον καθίσας οὔθʼ ὥραν διατριβῆς ἢ περιπάτου τοῖς γνωρίμοις τεταγμένην φυλάττων, ἀλλὰ καὶ συμπαίζων, ὅτε τύχοι, καὶ συμπίνων καὶ συστρατευόμενος ἐνίοις καὶ συναγοράζων, τέλος δὲ καὶ δεδεμένος καὶ πίνων τὸ φάρμακον, ἐφιλοσόφει πρῶτος ἀποδείξας τὸν βίον ἅπαντι χρόνῳ καὶ μέρει καὶ πάθεσι καὶ πράγμασιν ἁπλῶς ἅπασι φιλοσοφίαν δεχόμενον. οὕτω δὴ διανοητέον καὶ περὶ πολιτείας, ὡς τοὺς μὲν ἀνοήτους, οὐδʼ ὅταν στρατηγῶσιν ἢ γραμματεύωσιν ἢ δημηγορῶσι, πολιτευομένους2 ἀλλʼ ὀχλοκοποῦντας ἢ πανηγυρίζοντας στασιάζοντας ἢ λειτουργοῦντας ἀναγκαίως· τὸν δὲ κοινωνικὸν καὶ φιλάνθρωπον καὶ φιλόπολιν καὶ κηδεμονικὸν καὶ πολιτικὸν ἀληθῶς, κἂν μηδέποτε τὴν χλαμύδα περί; θηται, πολιτευόμενον ἀεὶ τῷ παρορμᾶν τοὺς δυναμένους, ὑφηγεῖσθαι τοῖς δεομένοις, συμπαρεῖναι τοῖς βουλευομένοις, διατρέπειν τοὺς κακοπραγμονοῦντας, ἐπιρρωννύναι τοὺς εὐγνώμονας, φανερὸν εἶναι μὴ παρέργως προσέχοντα τοῖς κοινοῖς μηδʼ ὅπου σπουδή τις ἢ παράκλησις διὰ τὸ πρωτεῖον εἰς τὸ θέατρον βαδίζοντα καὶ τὸ βουλευτήριον, ἄλλως δὲ διαγωγῆς χάριν ὡς ἐπὶ θέαν ἢ ἀκρόασιν, ὅταν ἐπέλθῃ, παραγιγνόμενον, ἀλλά, κἂν μὴ παραγένηται τῷ σώματι, παρόντα τῇ γνώμῃ καὶ τῷ πυνθάνεσθαι τὰ μὲν ἀποδεχόμενον τοῖς δὲ δυσκολαίνοντα τῶν πραττομένων.
除这一切之外,尤须谨记,参与国政绝非仅仅意味着担任官职、出使外国、在公民大会上高声呼喊,以及在演坛四周发表言论或草拟提案时如痴如醉——大众正是将此类行径视作参与政事,正如他们理所当然地以为只有坐在讲席上辩论并在书卷上讲授课业者才算研习哲学一般;然而在日常践履与行动中平稳展现的连贯政治生活与哲学,却为他们所视而不见。正如狄开阿耳库斯所言,人们称那些在柱廊中折返踱步之人为散步,却不再以散步称呼那些走向田野或走访友人的人。然而参与国政正与研习哲学相类。无论如何,苏格拉底既未架设长凳,亦未坐上高椅,更未为弟子们固守特定的辩论或漫步时间,而是在适逢其会时与人共戏、共饮、与某些人一同从军出征、同逛市集,最终乃至在身陷囹圄、饮下毒鸩之际,皆在践行哲学;他是第一位指明人生在任何时光、任何阶段、绝无例外的一切际遇与事务中皆可接纳哲学的人。因此,对于国政亦应当作如是观:愚昧之辈即便官居将领、典守文书或登台演说之时,亦非真在从政,而不过是逢迎民众、过节作乐、兴风作浪或被迫履行劳役而已;相反,那真正具有社会公德、仁爱、热爱城邦、顾及大局且实至名归的政治家,纵然从未披上长袍外披,亦能始终通过激励有能者、指引有需者、与深思熟虑者同在、阻遏妄图作恶者、支持心怀良善者,而无时无刻不在从政。显然,他绝非漫不经心地关注公事,亦非唯有当争夺首席之热望或呼召出现时才步入剧场与议事厅,其余时间则为了消遣、如同赶赴一场观赏或听赏那般随兴而至;相反,即便肉身未在场,亦以心智并通过探问而在场,对正在推行之事或表示赞许,或表达不悦。
- 796cὥσπερ ἀμέλει καὶ φιλοσοφεῖν τοὺς ἀπὸ τοῦ δίφρου διαλεγομένους
承前句中的 ἃ οἱ πολλοὶ τοῦ πολιτεύεσθαι νομίζουσιν 省略了动词 νομίζουσιν,构成带宾格主语的动词不定式结构(以 τοὺς διαλεγομένους 为主语,以 φιλοσοφεῖν 为不定式),意为“正如他们想当然地认为在讲席上讲授者才是在研习哲学”。通过此种省略补全,建立了对政治与对哲学的表象化理解之间的类比。
- 796eὡς τοὺς μὲν ἀνοήτους, οὐδʼ ὅταν στρατηγῶσιν ἢ γραμματεύωσιν ἢ δημηγορῶσι, πολιτευομένους
跟在动词性形容词 διανοητέον(应当思考)之后的 ὡς 引导间接引语或思想内容,但此处未用限定动词,而是接宾格分词结构(τοὺς μὲν ἀνοήτους ... πολιτευομένους 与后文 τὸν δὲ κοινωνικὸν ... πολιτευόμενον 相对照)。分词采用宾格是与思考内容的逻辑主语一致,构成了 ὡς 引导的宾格分词间接表述结构。
